Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Εἰς τὸ ἅγιον Πάσχα
Η επίγεια δράση και η ανεξικακία του Χριστού
Αναφορά στη θεία οικονομία, στα επίγεια θαύματα του Κυρίου και στη μακροθυμία που επέδειξε απέναντι στην εχθρότητα και την καταδίωξη των Ιουδαίων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η επίγεια δράση και η ανεξικακία του Χριστού
Αναφορά στη θεία οικονομία, στα επίγεια θαύματα του Κυρίου και στη μακροθυμία που επέδειξε απέναντι στην εχθρότητα και την καταδίωξη των Ιουδαίων.
γʹ. Αἴτιος δὲ ἡμῖν τῆς θείας ἑορτῆς καὶ πανηγύρεως ὁ Χριστός, ὁ καὶ πάντων ἡμῖν τῶν καλῶν πρόξενος· οὗτος γὰρ καὶ ἐξ ἀρχῆς ἐποίησεν, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν· οὗτος καὶ νῦν ἀπολλυμένους ἔσωσεν, νεκρωθέντας ἐζώωσεν, καὶ τῆς τοῦ διαβόλου τυραννίδος ἀφείλετο· οὗτος δούλους ὄντας ἡμᾶς τῆς ἁμαρτίας, ἐλευθέρους ἀνέδειξεν, ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα», ἐφ’ οἷς ἄξιον καὶ ἡμᾶς εἰπεῖν· «Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;». Ὁ Θεὸς ὁ μονογενής, ἄνθρωπος δι’ ἡμᾶς γενέσθαι εὐδόκησεν, καὶ γέγονεν ὑπήκοος μέχρι θανάτου, ἵνα ἡμᾶς αἰωνίου θανάτου ῥύσηται, δούλου μορφὴν ἐνεδύσατο ὁ τῶν ἀγγέλων Κύριος· σάρκα προσελάβετο ὁ Θεὸς Λόγος, καὶ ἄνθρωπος ἐφαίνετο ὁ σύμμορφος καὶ ὁμοούσιος τῷ Πατρί· καὶ ταῦτα ὑπέμεινεν, ἵνα ἡμᾶς καὶ τῆς ἀδίκου δουλείας ἐξέληται, καὶ τῆς ἀτιμίας λυτρώσηται. Διὰ τοῦτο ἠνέσχετο σαρκὶ ὁ τῆς ζωῆς ἀρχηγός· διὰ τοῦτο καὶ ἐτάφη τῆς ἀθανασίας ἡ πηγή, ἵνα τοῖς θνητοῖς ἀείδιον χαρίσηται ζωήν.
Καὶ παρῆν μὲν ἐπὶ τῆς γῆς εὐεργετῶν, καὶ ἰώμενος πάντα τὰ πάθη τῶν ἀνθρώπων, ἀναξίας δὲ ὑπὸ τῶν θεομάχων Ἰουδαίων ὑπολαμβάνειν τὰς ἀμοιβάς· ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διὰ πολλὴν ἀγαθότητα λεπροὺς ἐκαθάρισεν, τυφλοῖς τὸ βλέπειν ἐχαρίσατο, ἀσθενοῦντας ἐθεράπευσεν, δαίμονας ἀπήλασεν, τὸν Λάζαρον τετραήμερον ἐκ τῶν νεκρῶν ἤγειρεν, καὶ ἐκ πέντε ἄρτων πεντακισχιλίους ἐχόρτασεν· ἐπὶ θαλάσσης περιεπάτησεν, τὸ ὕδωρ εἰς οἶνον μετέβαλεν, τὴν αἱμορροοῦσαν ἰάσατο, τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου θανοῦσαν ἐζωοποίησεν·
Ἰουδαῖοι δὲ ὑπὸ φθόνου καὶ βασκανίας κινηθέντες, ποτὲ μὲν ἐλίθαζον αὐτόν, ποτὲ δὲ κατακρημνίζειν ἐπειρῶντο, τελευταῖον δὲ καὶ ἐπὶ τὸν σταυρὸν ἤγαγον. δʹ. Ἀλλ’ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐκ ἐμιμήσατο τῶν βλασφήμων Ἰουδαίων τὴν κακίαν, ἀλλὰ καὶ τὸν νῶτον ἐδίδου εἰς μάστιγας, κατὰ τὸν προφήτην, καὶ τὰς σιαγόνας αὐτοῦ εἰς ῥαπίσματα, καὶ οὐκ ἀπέστρεψεν τὸ πρόσωπον αὑτοῦ ἀπὸ αἰσχύνης ἐμπτυσμάτων· καὶ τὸ τελευταῖον, «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος», οὐκ ἀντιτασσόμενος, οὐκ ἀντιλέγων· βλασφημούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ ἑαυτὸν τῷ κρίνοντι· οὐ γὰρ ἦλθεν ἐπὶ τῇ πρώτῃ παρουσίᾳ κολάσαι καὶ τιμωρήσασθαι τοὺς ἀπίστους, ἀλλ’ ἠθέλησε διὰ μακροθυμίας ὁδηγῆσαι τοὺς πεπλανημένους ἐπὶ τὴν ἀλήθειαν· καὶ μάθε τοῦ Κυρίου τὴν ἀγαθότητα καὶ τὴν χρηστότητα τὴν μεγάλην· ἐβλασφήμουν εἰς αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον·
Δαιμόνιον ἔχεις· ὁ δὲ Κύριος, μακρόθυμος ὤν, τοὺς δαίμονας ἀπὸ τῶν ἀνθρώπων ἀπήλαυνεν· Ἰουδαῖοι εἰς τὸ πρόσωπον αὐτοῦ ἐνέπτυον, αὐτὸς δὲ τοὺς τυφλοὺς αὐτῶν ἐθεράπευεν· Ἰουδαῖοι τὸν Χριστὸν ἐλίθαζον, ὁ δὲ Χριστὸς τοῖς χωλοῖς αὐτῶν τὸ βαδίζειν ἐχαρίζετο· καὶ δι’ ὅλου διετέλεσεν εὐεργετῶν τοὺς ὑβρίζοντας, καὶ ἀντὶ κακῶν ἀγαθὰ δωρούμενος τοῖς ἀχαρίστοις ἐκείνοις καὶ μισαροῖς ἀνθρώποις ἀνεξικάκως δὲ φέρων τὰς λοιδορίας, ἴσως καὶ ἀσθενὴς ἐνομίζετο ὁ ὑπὸ ἀγγέλων δορυφορούμενος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.