Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὸ ἅγιον Πάσχα

Θεόδωρος ὁ Στουδίτης

Προοίμιο και ο Κατηχητικός Λόγος του αγίου Ιωάννου του Χρυσοστόμου

Εισαγωγή στην εορτή του Πάσχα, περιγραφή της πασχαλινής χαράς και παράθεση του κατηχητικού λόγου του ιερού Χρυσοστόμου περί του θριάμβου κατά του θανάτου και του άδου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 1 από 4

ΛΟΓΟΣ ΚΑΤΗΧΗΤΙΚΟΣ Τῌ ΑΓΙᾼ ΜΕΓΑΛῌ ΚΥΡΙΑΚῌ ΤΟΥ ΠΑΣΧΑ αʹ. Τί τοῦτο, ἀδελφοὶ ἀγαπητοὶ καὶ φιλέορτοι καὶ φιλόχριστοι; τίς ἡ τοιαύτη λαμπροφορία; τίς ἡ τοσαύτη φωταγωγία καὶ θυμηδία; τί τὸ καταστράψαν οὕτω τὴν Ἐκκλησίαν; τί τὸ καταγλαΐσαν τὴν οἰκουμένην; τί τὸ παρασκευάσαν τοσαύτην γενέσθαι ἡδονὴν καὶ φαιδρότητα; Χθὲς ἐν ἀθυμίᾳ, καὶ σήμερον ἐν εὐθυμίᾳ· χθὲς ἐν κατηφείᾳ, καὶ σήμερον ἐν φαιδρότητι· χθὲς ἐν ὀλολυγμοῖς, καὶ σήμερον ἐν ἀλαλαγμοῖς. Ἐρωτᾷς τί τούτων τὸ αἴτιον καὶ τί τὸ παρασκευάσαν γενέσθαι τοσαύτην χαρὰν καὶ λαμπρότητα; Χριστὸς ἀνέστη ἐκ νεκρῶν, καὶ ἅπας ὁ κόσμος ἠγαλλιάσατο. Κατήργησε τῷ ζωοποιῷ αὐτοῦ θανάτῳ τὸν θάνατον, καὶ πάντες οἱ ἐν τῷ ᾅδῃ τῶν δεσμῶν ἀπελύθησαν· ἠνέῳξε τὸν παράδεισον, καὶ πᾶσιν αὐτὸν εἰσηκτὸν ἀπειργάσατο. Ὢ βάθος μὴ νοούμενον! Ὢ ὕψος μὴ μετρούμενον!

Ὢ μυστηρίου φρικτοῦ, νοὸς δύναμιν ὑπερβαίνοντος! Ὑμνοῦσιν ἄγγελοι τῇ σωτηρίᾳ ἡμῶν ἐπευφραινόμενοι. Προφῆται χαίρουσι τὰς οἰκείας προρρήσεις πληρουμένας θεώμενοι. Πᾶσα ἡ κτίσις συνεορτάζει. Ηὔγασε γὰρ αὐτῇ ἡμέρα σωτήριος, ἔλαμψε πάλιν ὁ τῆς δικαιοσύνης Ἥλιος. Τίς τοίνυν ἀξίως τῆς λαμπρᾶς ταύτης ἡμέρας τὴν χάριν ἐξυμνήσει; Τίς μεγαλοπρεπῶς τοῦ τοσούτου μυστηρίου ἐκθειάσῃ τὴν δύναμιν; Τίς ἕτερος, ἢ ὁ χρυσοῦς ἡμῶν Πατὴρ Ἰωάννης, ὁ διαπρύσιος καὶ μεγαλοφώνατος κήρυξ, ὁ τῆς οἰκουμένης διαφανέστατος καὶ λαμπρότατος φωστήρ, καὶ ἀληθινὸς ποιμὴν καὶ διδάσκαλος, ὁ τῶν ψυχῶν εὐφυέστατος καὶ δοκιμώτατος ἰατρός, ὁ τῶν ἁμαρτωλῶν ἐγγυητὴς ἀξιόχρεως, ὁ ὑπὲρ τὸν Νεῖλον ποταμὸν ῥέων τὰ χρυσόρρειθρα νάματα, ὁ χρυσοῦς καὶ χρυσόγλωσσος καὶ χρυσόστομος; Οὗτος ἐκθειαζέτω καὶ ἀνυμνείτω καὶ κροτείτω τοῦ μυστηρίου τὴν δύναμιν· καὶ τούτου χάριν, ὡς οἷόν τε διὰ βραχέων συντετμημένων λόγων ἐξαγγειλέτω. Ἀλλ’ ὁ μὲν ἕτοιμός ἐστιν, ὡς τοῦ λόγου ῥήτωρ ποικίλος, καὶ σάλπιγξ μεγαλοφωνοτάτη τοῦ Πνεύματος, ἡμεῖς δὲ πρὸς τὸ ἀκούειν τούτου ἑτοιμώτεροι γενώμεθα καὶ προσεκτικώτεροι, ἵν’ εἴδωμεν οἷα ἡμῖν ἐπαγγέλλεται ὁ μετανοίας κήρυξ ὁ δεύτερος. Διὸ ἀκούσατε.

Ἀρχὴ τοῦ Χρυσοστόμου βʹ. Εἴ τις εὐσεβὴς καὶ φιλόθεος, ἀπολαυέτω ταύτης τῆς καλῆς πανηγύρεως· εἴ τις δοῦλος εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τὴν χαρὰν τοῦ Κυρίου αὑτοῦ· εἴ τις ἔκαμε νηστεύων, ἀπολαβέτω νῦν τὸ δηνάριον· εἴ τις ἀπὸ πρώτης ὥρας εἰργάσατο, δεχέσθω νῦν τὸ δίκαιον ὄφλημα· εἴ τις μετὰ τὴν τρίτην ἦλθεν, εὐχαριστῶν ἑορτάσοι· εἴ τις περὶ τὴν ἕκτην ἦλθεν, μηδὲν ἀμφιβαλέτω, καὶ γὰρ οὐδὲν ζημιοῦται· εἴ τις ὑστέρησεν εἰς τὴν ἐνάτην, προσέλθοι μηδὲν ἐνδοιάζων· εἴ τις μόνον ἔφθασε τὴν ἑνδεκάτην, προσέλθοι καὶ αὐτὸς μηδὲν ἐνδοιάζων· φιλότιμος γὰρ ὢν ὁ Δεσπότης, δέχεται τὸν ἔσχατον καθάπερ τὸν πρῶτον· ἀναπαύει τὸν τῆς ἑνδεκάτης, ὡς τὸν ἐργασάμενον ἀπὸ τῆς πρώτης· καὶ τὸν ὕστερον ἐλεεῖ, καὶ τὸν πρῶτον θεραπεύει· κἀκείνῳ δίδωσι, καὶ τούτῳ χαρίζεται· καὶ τὰ ἔργα δέχεται, καὶ τὴν γνώμην ἀσπάζεται· καὶ τὴν πρᾶξιν τιμᾷ, καὶ τὴν πρόθεσιν ἐπαινεῖ.

Οὐκοῦν εἰσέλθετε πάντες εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν· καὶ πρῶτοι καὶ δεύτεροι τὸν μισθὸν ἀπολάβετε· πλούσιοι καὶ πένητες, μετ’ ἀλλήλων χορεύσατε· ἐγκρατεῖς καὶ ῥᾴθυμοι, τὴν ἡμέραν τιμήσατε· οἱ νηστεύσαντες καὶ μὴ νηστεύσαντες, εὐφράνθητε σήμερον· ἡ τράπεζα γέμει, τρυφήσατε πάντες· ὁ μόσχος πολύς, μηδεὶς ἐξέλθοι πεινῶν· πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρησότητος· μηδεὶς θρηνείτω πενίαν, ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία· μηδεὶς ὀδυρέσθω τὰ πταίσματα, συγγνώμη γὰρ ἀπὸ τοῦ τάφου ἀνέτειλεν· μηδεὶς φοβείσθω τὸν θάνατον, ἠλευθέρωσε γὰρ ἡμᾶς ὁ τοῦ Σωτῆρος θάνατος· ἔσβεσεν αὐτὸν ὑπ’ αὐτοῦ κατεχόμενος· ἐκώλυσε τὸν ᾅδην ὁ κατελθὼν εἰς τὸν ἅδην· ἐπίκρανεν αὐτὸν γευσάμενον τῆς σαρκὸς αὐτοῦ· καὶ τοῦτο προλαβὼν Ἠσαΐας, ἐβόησεν· «Ὁ ᾅδης», φησίν, «ἐπικράνθη», συναντήσας σοι κάτω· ἐπικράνθη, καὶ γὰρ ἐνεκρώθη· ἐπικράνθη, καὶ γὰρ ἐνεπαίχθη· ἔλαβε σῶμα, καὶ Θεῷ περιέτυχεν· ἔλαβε γῆν, καὶ συνήντησεν οὐρανῷ· ἔλαβεν ὅπερ ἔβλεπεν, καὶ πέπτωκεν ὅθεν οὐκ ἔβλεπεν. «Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ἅδη, τὸ νῖκος;». Ἀνέστη Χριστός, καὶ πεπτώκασι δαίμονες· ἀνέστη Χριστός, καὶ χαίρουσιν ἄγγελοι· ἀνέστη Χριστός, καὶ ζωὴ πολιτεύεται· ἀνέστη Χριστός, καὶ νεκρὸς οὐδεὶς ἐπὶ μνήματος. Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο· Κύριος ἐκ νεκρῶν ἐγήγερται, καὶ μετ’ αὐτοῦ πολὺς ὄχλος ἁγίων.

Ἑορτάσωμεν ἡδέως τε καὶ σωφρόνως· αὕτη γὰρ ἀληθῶς ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· κηρύξωμεν τὴν τοῦ Σωτῆρος ἀνάστασιν, μᾶλλον δὲ τὴν ἡμετέραν βοήσωμεν σωτηρίαν· κηρύξωμεν τῆς σωτηρίου ἡμέρας τὴν ὑπόμνησιν· κηρύξωμεν τὴν νέκρωσιν τοῦ διαβόλου, τὴν τῶν ἀκαθάρτων δαιμόνων αἰχμαλωσίαν, τὴν τῶν Χριστιανῶν σωτηρίαν, τὴν τῶν νεκρῶν ἀνάστασιν· διὰ γὰρ τῆς ἀναστάσεως τοῦ Χριστοῦ σβέννυται μὲν γέεννα πυρός, σκώληξ ὁ ἀκοίμητος τελευτᾷ, ᾅδης ταράττεται, πενθεῖ διάβολος, ἁμαρτία νεκροῦται, πνεύματα πονηρὰ διώκονται, οἱ ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνατρέχουσιν, οἱ ἐν τῷ ᾅδῃ ἐλευθεροῦνται τῶν δεσμῶν τοῦ διαβόλου, καὶ Θεῷ προσφεύγοντες λέγουσι τῷ διαβόλῳ· «Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος;».