Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν εὐαγγελιστήν
Προοίμιο του εγκωμίου
Εισαγωγικές παρατηρήσεις για το ύψος του θέματος, αναφορά στις προσωνυμίες του αποστόλου Ιωάννη και πρόθεση απάνθισης των εγκωμίων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο του εγκωμίου
Εισαγωγικές παρατηρήσεις για το ύψος του θέματος, αναφορά στις προσωνυμίες του αποστόλου Ιωάννη και πρόθεση απάνθισης των εγκωμίων.
Ἐγκώμιον εἰς τὸν μέγαν Ἰωάννην τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν τοῦ Χριστοῦ. αʹ. Οὐρανοῦ προκειμένου ἡμῖν εἰς ὑπόθεσιν ἐγκωμίου, τίς ἄρα ἐξευρεθείη λόγος τῷ ὕψει τῶν ἐγκωμίων συνεπαρθῆναι δυνάμενος; ποία δὲ διάνοια ὑφάψοι τὸ τοῦ μεγέθους τῆς ὑπερφυοῦς αἰνέσεως; τάχα ἂν ἀποκάμοιμεν καὶ μόνον τῆς ὑποθέσεως κατάρξασθαι, ὡς τῶν ἀνεφίκτων ἐφαπτόμενοι, καὶ εἰς ἀπειροπληθὲς ὕψος πηδᾷν δοκιμάζοντες· καὶ μὴν οὐ τόνδε φημὶ τὸν πόλον, ὃν ἀστρῷοι χορεῖαι ἐκπρεπῶς καταποκίλλουσιν, οὐδ’ ὅνπερ ἥλιος ἁρματηλατῶν τὸν ἐφήμερον διανύει δίαυλον, οὐδ’ οὐ μὴν ὅνπερ σελήνη μηνοειδὴς διαθέουσα ἡμεροφανῆ τὴν νύκτα ἀπεργάζεται· οὗ τοῦ θαύματος καὶ ἡ ὅψις διδάσκαλος, τοῖς τῆς κτίσεως ἐμβαθύνουσα κάλλεσι, καὶ πρὸς τὸν τῆς δημιουργίας αἴτιον τὸν νοῦν ἀναπέμπουσα· ἀλλ’ οὐρανὸν ἐκεῖνον λέγοιμι, οὗ ἀστέρες ἀειφανεῖς τῶν ἀρετῶν σύνοδοι πολλῶν, τῷ φάει τῆς εὐπραξίας ἀποστιλβοῦντες, καὶ οὗπερ ἥλιος, τὸ εὐαγγελικὸν κήρυγμα, εἰς τὰ τῆς οἰκουμένης διᾴττων πέρατα, μυριοπλασίως ἡλίου φωτεινότερον φρυκτωρεῖ κόσμον ὁρατόν τε καὶ ἀόρατον. Σεληνιαίου γὰρ φωτὸς οὔπω δέδεκται, ὅτι μηδὲ νὺξ τὴν περὶ αὐτὸ ἡμέραν οἶδεν διαδέχεσθαι, ἀνεπιδύτως τοῦ φάους μαρμαρύσσοντος.
βʹ. Καὶ τί οὗτος ὁ μεγαληγορούμενος, μαθεῖν βούλεσθε; Ἰωάννης, ὦ ἄνδρες, ὁ ὑπερλίαν ἀπόστολος, τῶν εὐαγγελιστῶν ὁ προφερέστατος, ὁ τοῦ Θεοῦ ἀετός, ὁ μέγας, ὁ χρυσοπτέρυξ, ὁ τοῦ οὐρανίου βυθοῦ ἐρευνητὴς ἄφθαστος, ὁ ἐπέκεινα τῶν Χερουβὶμ ἀνανήξας τῇ θεωρίᾳ ἄνθρωπος, ὁ τῆς τοῦ Λόγου ἀνάρχου ὑπάρξεως καὶ ἀγγέλοις ἄγγελος· ὁ μεγαλοφωνότατος τῆς ἁληθείας κήρυξ ὁ νοῦς ὁ ὑψίβλεπτος, ἡ γλῶσσα ἡ πύρινος, τὸ στόμα τὸ θεόφραστον, τῆς σοφίας τὸ ἄπειρον πέλαγος, τῶν δογμάτων ὁ βυθὸς ὁ ἄφθαστος, τῆς γνώσεως τὸ δοχεῖον τὸ μέγιστον, ἡ κοσμοφανὴς ἀστραπὴ τοῦ Πνεύματος, ἡ οἰκουμενικὴ βροντὴ τῆς χάριτος, τῶν Ἐκκλησιῶν ὁ στύλος ὁ ἀκρότατος, ὁ τοῦ Θεοῦ στερεοπαγὴς θεμέλιος, ἡ ἀγρευτικὴ σαγήνη τῆς ἀνθρωπίνης φύσεως, ὁ ἁλιευτικὸς τῶν ψυχῶν οὐρανομήκης κάλαμος, ὁ κατὰ πασῶν αἱρέσεων πρίων ἀεικίνητος, ἡ τὰ τῆς ἀσεβείας ζιζάνια διατέμνουσα ὀξεῖα μάχαιρα, ἡ τὰ τῆς ἀθεΐας στρατεύματα διατειχίζουσα κλεῖς οὐράνιος, ἡ σφενδονῶσα τοὺς νοητοὺς θήρας θεοσθενὴς διάνοια, ὁ πελαγίζων ποταμὸς τῆς τοῦ Θεοῦ σοφίας τὰ νάματα, ὁ τῆς παρθενίας ναὸς καθαρώτατος, ὁ τῷ ὄντως ἐραστῷ λίαν ἀγαπητὸς καὶ ἐπιστήθιος, ὁ μέγας τοῦ Εὐαγγελίου ὡραιόδρομος ἥλιος, ἡ εὔηχος λύρα καὶ σάλπιγξ τοῦ Πνεύματος· καὶ τί δεῖ λέγειν;
οὐδ’ εἰ μυριοστὸν φαίην κατάλογον δυνηθείην ἂν ἐξιχνεῦσαι τῶν ἐγκωμίων τὴν ἄβυσσον· φέρε δή, φέρε, οὐ τὸ ὅλον εἰπεῖν, τοῦτο γὰρ ἤδη ἄπορον, οὐ τῇ ἐμῇ ἀγλωττίᾳ, ἀλλὰ γὰρ καὶ οἷς ὑψηγορεῖν δύναμις, ἡττωμένοις τῷ μεγέθει τοῦ θαύματος, ὅτι μηδὲ ὕψος οὐρανοῦ μετρητόν· κἂν δοίη τίς συναίρειν τὸν ἔπαινον, βραχέα δέ τινα ἐκ τῶν εὐαγγελικῶν λειμώνων μελισσειδῶς ἄνθη λογήσαντες, καὶ ταῦτα οἷά τινα σίμβλα λογικῶς κηροπλαστήσαντες, καὶ ὡς ἀπαρτήσαντες τῇ ἀποστολικῇ πανηγύρει ὥσπερ τινὶ βασιλίδι, ἐπίκουρον τὸν περὶ οὗ ὁ λόγος λαμβάνοντες, προσενεγκεῖν ἥδιστα θαρσήσομεν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.