Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν εὐαγγελιστήν

Θεόδωρος ὁ Στουδίτης

Αποστολικό έργο, θαύματα και καρτερία στους διωγμούς

Παρουσίαση του Αποστόλου ως πνευματικού ιατρού και φωτός του κόσμου, περιγραφή των θαυμάτων του, της κυριαρχίας επί της κτίσεως και της ανυποχώρητης αγάπης του εν μέσω διωγμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 3 από 5

ϛʹ. Σκέψαι μοι καὶ τἄλλα εἱρμολογίᾳ ἀρίστῃ ἀλληγορούμενα. Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· τὸ φῶς ἐλαστικὸν σκότους, ὀφθαλμῶν ὄψις, σωμάτων ἀνακαίνωσις, ἐφετόν, ἀγαστόν. Τί οὖν Ἀπόστολος; οὐ μειοῖ σκότος ἀντικείμενον; οὐκ ὀμματοῖ τυφλοὺς ἀμφοτέρωθεν; οὐ ῥῶσιν παρέχει σώμασιν; οὐ διὰ ταῦτα στερκτὸς καὶ θαυμαστός; τοῦτο ἦν ἄρα ὃ Χριστὸς παρεγγυᾶτο· Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Ἐννόει μοι τὰ μυρία γένη τῶν νοσημάτων, καὶ ὄψῃ τὰ ἄπειρα πλήθη τῶν θαυμάτων τῶν ἐξ ἑκασταχοῦ βοτρυδὸν ἀγεληδὸν πρὸς τὸ ἄμισθόν τε καὶ ἄλυπον ἰατρεῖον τῆς σωτηρίας συῤῥεόντων, ὅτι μηδὲ τομαῖς τε καὶ καύσεσιν ἤ τισι φαρμακοποσίαις ἡ τῶν ἀλγεινῶν φυγαδεία, πίστει δὲ μόνῃ καὶ λόγου μάστιγι. Ὢ τῆς μεγαλοδωρεᾶς!

ἄρτι τυφλός, βλέπει τὸ φῶς, ἐξαπίνης τὸ ἀεινεφὲς ἀποθέμενος, καὶ χαίρει ὁρῶν τὰ ὑπ’ οὐρανὸν κάλλη τε καὶ θεάματα· ἄρτι χωλός, παραχρῆμα στερεοποδεῖ, καὶ γήθει ἁλλόμενος ὡς ἔλαφος· ἄρτι μὲν μογιλάλος, τῶν δεσμῶν τῆς γλώσσης λυθεὶς ὀρθολεκτεῖ εὐχαριστήρια· ἄρτι δὲ ξηρόχειρ, ὑγιασθεὶς ἄμφω τὼ χεῖρε πρὸς τὸν ἐν οὐρανοῖς Δεσπότην ᾄδει εὐκτήρια· ἄρτι μὲν ὑδεριῶν, κενοῦται τοῦ πάθους ὡς τάχιστα, καὶ εἰς τὴν ἀρχαίαν ὑγίειαν ἄνεισιν· ἄρτι δὲ λεπρὸς ἀποσύρεται τῆς λώβης, καὶ βλέπων τὴν ἑαυτοῦ νεουργηθεῖσαν σάρκα ἀγάλλεται· ἄρτι μὲν παράλυτος, ἀρτιασθεὶς ἐπωμάδιον φέρει τὸ κλινίδιον· ἄρτι δὲ δαιμονῶν, τοῦ πνεύματος καθαρθείς, σωφρόνως δοξάζει τὸν Κύριον· ἄρτι μὲν ἡμιθανὴς ἀσθμαίνων, ἐξόδια ἀναθρώσκεν τάχιστα· ἄρτι δὲ νεκρός, ἐκ φθορᾶς ἀνέθορε τὰ ἐν ᾅδου λογοθετῶν τοῖς ὑπὲρ γῆν καὶ ζωάρχην Θεὸν ἀνθομολογούμενος· ἄρτι μὲν ἑτερόφθαλμος, ὀρθοβλεπτεῖ, καὶ μονόμματος διδυμομματεῖ, καὶ ἄθριξ καρηκομεῖ· ἄρτι δὲ κυρτός, ὀρθοῦται, καὶ κωφὸς ὠτακουστεῖ, καὶ πυρετῶν ἔῤῥωται, καὶ ῥιγῶν εὐκρατεῖ· ἄρτι στεῖρα παιδοποιεῖ, καὶ αἱμοῤῥοοῦσα εὐπαθεῖ, καὶ δυστοκοῦσα εὐτοκεῖ, καὶ καρκινόσαρξ εὐσωμ[ατ]εῖ, καὶ πᾶν κολόβωμα φυσικὸν ἀρτιάζεται, καὶ πᾶσα μαλακία ὑποχωρεῖ καὶ πᾶν ψυχικὸν πάθος ἐξωστατεῖ.

Ἐῶ λέγειν τὰς ἐν ἀλόγοις ζώοις θαυματουργίας, τάς τε τῶν στοιχείων ἄρσεις καὶ μεταθέσεις, ἧς τινος οὖν ἄλλης φύσεως παραδοξοποιίαν· ἢ γὰρ οὐκ ἀληθὲς τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον, Ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὑτοῦ, ἀλλὰ πιστεύσει ὅτι ἃ λέγει γίνεται, ἔσται αὐτῷ ὃ ἂν εἴπῃ. Ὅρα μοι λοιπὸν καὶ ὄρος εἰς ὑγρὸν μεταιρόμενον τυχόν, καὶ αὖ πάλιν βυθὸν ξηραινόμενον καὶ εἰς χλοηφόρον πεδίον μετατιθέμενον· καὶ ...ριγὲς ὕδωρ ἀθρόως ἐκ πυθμῶν πηγάζον, πέτραν τε σχιζομένην καὶ τὸν χριστοφόρον ἀποπέμπουσαν· καὶ εἴ τι ἄλλο κατὰ χρείαν τῶν εἰς πίστιν ἑλκόντων τοὺς μαθητιῶντας, οὐδὲν ἀδυνατούσης τῆς θείας χάριτος.

ζʹ. Ἀλλ’ ἵνα μὴ ἐπὶ πλεῖον ἐνδιατρίβων τοῖς κατὰ μέρος διακορὴς γίνοιμι τοῖς ἀκούουσιν, ἐπ’ ἄλλο δὴ καὶ τρέψομαι. Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς. Ἐκ τῶν ἀναγκαίων εἴληπται κἀνταῦθα ἡ μεταφορά· ὥσπερ καὶ ἀλλαχοῦ, Ἔχετε ἅλας ἐν ἑαυτοῖς· τοῦτο δὲ τί ἄλλο ἢ ἀγάπη ἂν εἴη, ἥτις καὶ νόμου πλήρωμα, ὥς φησι Παῦλος ὁ ἱερὸς ἀπόστολος; Ὡς οὖν οὔτε ἄρτος βρωθήσεται ἄνευ ἁλός, ὅτι μηδέ τι σχεδὸν τῶν ἐδωδίμων· οὕτω δῆλον ὅτι καὶ ἀγάπης δίχα οὐδὲν τῶν θεοφιλῶν ἐξεργασθήσεται· τοιοῦτον ἡμῖν ἑαυτὸν παρίστησιν ὁ Ἀπόστολος ἀδαμαντίνην ἔχων οἱονεὶ τὴν ψυχὴν καὶ ἀκαταγώνιστον ἐν τοῖς ὑπὲρ ἀληθείας ἀγῶσι· καὶ μηδοποτέρῳ διὰ τῶν δεξιῶν ἢ ἀριστερῶν μεταβαλλόμενος ἤγουν μωραινόμενος· σκόπει· ἐδεδίωκτο, καὶ τῶν διωκόντων τοῦ πόθου οὐκ ἀφίστατο· ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἤγετο, καὶ τῆς εὐθάρσου ὁμολογίας οὐκ ἐλλέλειπτο· ἐμαστίζετο, καὶ τοῖς κολασταῖς ἰητὴρ ἐγνωρίζετο, ὠνειδίζετο, προὐπηλακίζετο, καὶ τοῖς ὑβρισταῖς δόξαν ἐπραγμάτευε· μιμούμενος τὸν διδάσκαλον ὃς καὶ ἐπ’ αὐτοῦ τοῦ πάθους τοῖς σταυρωταῖς τὴν ἄφεσιν ἐζητεῖτο παρὰ τοῦ Πατρός· ῥομφαίαν δ’ ἐκεῖνοι προὔτεινον, αὐτὸς τὴν διδασκαλίαν προὐβάλλετο· πῦρ ἠπείλουν ἐκεῖνοι, ὁ δὲ τὸν πόθον ηὔξει· αὐτοὶ τὰς ἀπειλάς, καὶ οὗτος τὴν προσευχήν· τὸν θλιμμὸν ἐκεῖνοι, καὶ οὗτος τὸ διψᾷν τὴν σωτηρίαν· τῶν ἀλγεινῶν τερπόμενος, τοῖς ὑποπιεσμοῖς εὐρυνόμενος.

Καὶ μὴν κἀκ τῶν δεξιῶν ἡ πεῖρα· εἵπετο γὰρ δήπουθεν τοῖς σημείοις τε καὶ τέρασιν οὐχ ἡ τυχοῦσα τιμή τε καὶ ἀφοσίωσις· ἀλλ’ οὐκ ἐκεῖθεν καὶ ἀπέψυκτο τῆς ἀγάπης, οὔτε ἐντεῦθεν ἐχαυνοῦτο τοῖς ἐπαίνοις· ὁ αὐτὸς δὲ ἐν ἅπασι πρὸς τὴν ἑκάστου ἰδιοτροπίαν ἀεὶ ποικιλλόμενος καὶ παραρτυόμενος κατὰ τὴν τοῦ μάννα διάγευσιν! Ὢ τοῦ θαύματος! προσθετέον γὰρ καὶ ταῦτα· ὡς πρόβατον ἐν μέσῳ λύκων ὑπὸ τοῦ ἀρχιποίμενος Χριστοῦ ἀποσταλείς, οὔτε αὐτὸς ἐλελύκωτο, καὶ τοὺς λύκους εἰς ἄρνας μετέπλαττεν· δακνόμενος, ἰᾶτο τὰ τῶν ψυχῶν δήγματα τραύμασι θεραπείας ἀμείβων· ἀγράμματος καὶ τοὺς τοῦ κόσμου σοφοὺς μετεστοιχειοῦτο εἰς τὰ τῆς εὐσεβείας δόγματα· ἄοπλος, καὶ τοὺς πολεμίους Θεῷ ἀντεστρατολογεῖτο κατὰ τοῦ διαβόλου.

Ὢ πόσης ταῦτα δυσχερείας! προσθείην δ’ ἂν καὶ χάριτος· τοιοῦτον δὴ τὸ θεῖον ἅλας· τό τε πανοῦργον τοῦ ὄφεως, καὶ τὸ τῆς περιστερᾶς ἀκέραιον ὅσον ἐκ τῶν προσεχῶς εἰρημένων, ὁ λόγος ὑπείληφεν· καὶ τὰ πλείω πάρεισι τοῖς εἰδόσι, φειδοῖ τοῦ μακρηγορήματος· ἀλλ’ ἐπὶ τὸν κολοφῶνα τοῦ λόγου ἰτέον.