ἄρτι τυφλός, βλέπει τὸ φῶς, ἐξαπίνης τὸ ἀεινεφὲς ἀποθέμενος, καὶ χαίρει ὁρῶν τὰ ὑπ’ οὐρανὸν κάλλη τε καὶ θεάματα· ἄρτι χωλός, παραχρῆμα στερεοποδεῖ, καὶ γήθει ἁλλόμενος ὡς ἔλαφος· ἄρτι μὲν μογιλάλος, τῶν δεσμῶν τῆς γλώσσης λυθεὶς ὀρθολεκτεῖ εὐχαριστήρια· ἄρτι δὲ ξηρόχειρ, ὑγιασθεὶς ἄμφω τὼ χεῖρε πρὸς τὸν ἐν οὐρανοῖς Δεσπότην ᾄδει εὐκτήρια· ἄρτι μὲν ὑδεριῶν, κενοῦται τοῦ πάθους ὡς τάχιστα, καὶ εἰς τὴν ἀρχαίαν ὑγίειαν ἄνεισιν· ἄρτι δὲ λεπρὸς ἀποσύρεται τῆς λώβης, καὶ βλέπων τὴν ἑαυτοῦ νεουργηθεῖσαν σάρκα ἀγάλλεται· ἄρτι μὲν παράλυτος, ἀρτιασθεὶς ἐπωμάδιον φέρει τὸ κλινίδιον· ἄρτι δὲ δαιμονῶν, τοῦ πνεύματος καθαρθείς, σωφρόνως δοξάζει τὸν Κύριον· ἄρτι μὲν ἡμιθανὴς ἀσθμαίνων, ἐξόδια ἀναθρώσκεν τάχιστα· ἄρτι δὲ νεκρός, ἐκ φθορᾶς ἀνέθορε τὰ ἐν ᾅδου λογοθετῶν τοῖς ὑπὲρ γῆν καὶ ζωάρχην Θεὸν ἀνθομολογούμενος· ἄρτι μὲν ἑτερόφθαλμος, ὀρθοβλεπτεῖ, καὶ μονόμματος διδυμομματεῖ, καὶ ἄθριξ καρηκομεῖ· ἄρτι δὲ κυρτός, ὀρθοῦται, καὶ κωφὸς ὠτακουστεῖ, καὶ πυρετῶν ἔῤῥωται, καὶ ῥιγῶν εὐκρατεῖ· ἄρτι στεῖρα παιδοποιεῖ, καὶ αἱμοῤῥοοῦσα εὐπαθεῖ, καὶ δυστοκοῦσα εὐτοκεῖ, καὶ καρκινόσαρξ εὐσωμ[ατ]εῖ, καὶ πᾶν κολόβωμα φυσικὸν ἀρτιάζεται, καὶ πᾶσα μαλακία ὑποχωρεῖ καὶ πᾶν ψυχικὸν πάθος ἐξωστατεῖ.