Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν εὐαγγελιστήν

Θεόδωρος ὁ Στουδίτης

Θεολογική διδασκαλία και τα ιδιαίτερα προνόμια του Ιωάννη

Ανάλυση της ονομασίας «υιός βροντής» και της θεολογίας του Λόγου, καθώς και αναφορά στην παρθενία του Αποστόλου και στην ανάληψη της προστασίας της Θεοτόκου παρά τω Σταυρώ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 4 από 5

ηʹ. Καὶ ἐπέθηκεν αὐτοῖς ὄνομα Βοανέργες, ὅ ἐστιν υἱοὶ βροντῆς· τὴν βροντήν φασί τινες γέννημα εἶναι ἀνεμιαίου πνεύματος, ὃ συλληφθὲν ἐν νέφεσι καὶ οὐκ ἔχων ὅπου ῥαγείη διέξοδον, τῇ μὲν θλίψει τὴν ἀστραπήν, τῇ δὲ ῥήξει τὴν βροντὴν ἀπεργάζεται· ἐκ δὲ βροντῆς βροντὴν κυΐσκεσθαι εἰπών τις, οὐκ ἔξω βάλλει τὸν λόγον τοῦ δέοντος· εἴπερ οἷον τὸ γεννῶν, τοιοῦτον δὴ καὶ τὸ γέννημα· τί οὖν ἐντεῦθεν; ὅτι κατὰ τὸ Πνεύματος ἁγίου εἶναι ἀπήχημα, υἱὸς βροντῆς ὠνόμασται ὁ Ἀπόστολος, ἀστράπτων ὁμοῦ καὶ βροντῶν ἡμῖν τὰ θεῖα, ὡς ἐκ νεφελῶν οἱονεὶ ἐκραγεὶς τῆς θείας χάριτος.

Εἴδωμεν δέ, εἰ δοκεῖ, ἐν κεφαλαίῳ οἷα καὶ τὰ βροντήματα, ὡς ἂν μᾶλλον θαυμάσοιμεν τοῦ ὀνοματοθέντος τὴν δύναμιν. Ἐν ἀρχῆ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ὢ τῆς μεγαλοφωνοτάτης θεηγορίας! οὐχ οὕτω βροντῆς πατάγῳ τεθήπασιν ἄνθρωποι, ὡς τὴν Ἰωάννου θεολογίαν σὺν τοῖς ἐπιγείοις ἐξεπλάγησαν καὶ τὰ οὐράνια, εἴπερ κἀκείνων παρὰ Ἰωάννου ἡ μαθητεία. Ἵνα γάρ, φησί, γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ· ὡς μὲν οὖν τὰ ἐν αἰσθήσει συγγράφων, ἀρχὴν ἁπάντων τῶν ποιημάτων τὸν οὐρανὸν προὔθηκεν εἰπών· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· οὐδὲ γὰρ οἷόν τε ἦν ὀφθαλμὸν πρῶτον ὄντα τῶν ἐν ἡμῖν αἰσθήσεων, ὑπερταθῆναί που περαιτέρω τοῦ οὐρανίου ὕψους· διὸ καταλλήλως τῇ αἰσθήσει καὶ τὸ ποίημα προτέτακται, τῶν ἄλλων ταῖς ἄλλαις δευτερευόντων· ὁ δὲ ἅτε ὑπὲρ αἴσθησιν τὴν ἐξηγορίαν ποιούμενος, οὐκ οὐρανὸν καὶ γῆν, ἀλλὰ τοῦ οὐρανοῦ καὶ ὁμοῦ πάντων τῶν ὑπερουρανίων νοῶν ποιητήν, ἀρχὴν εἴληφεν, εἰπών· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος.

θʹ. Εἶδες εἰς ποῖον ὕψος ἄπειρον ἦρε τὸ ὄμμα τοῦ νοῦ; ὥσπερ τι νοητὸν στερέωμα καταπηξάμενος ἡμῶν ἐν διανοίᾳ τὸ τριταῖον Ἦν· ἵνα μέχρι τοῦδε ὥσπερ τι ἔξαλμα φωτὸς προϊὼν ὁ νοῦς, πρῶτος ὢν καὶ οὗτος τῶν τῆς ψυχῆς δυνάμεων, μὴ ἔχοι φύσιν ἀρθῆναί που ἐπέκεινα, κἂν κενεμβατεῖν δόξοιεν ἐκ πολυπραγμοσύνης ἀνενδέκτου· ἀλλ’ οἷον ἐπαναπαυσάμενος τῆς ἐφέσεως παλινδρομῇ πρὸς τὰ κατόπιν καὶ ὑπὸ κτίσιν, οἷς καὶ συγγενῶς ἔχοι, ὁρῶν τὰ δημιουργήματα καὶ δοξάζων τὸν ἀριστοτέχνην, ἕνα τε ὄντα ἄναρχον Θεὸν ἐν τρισὶν ὑποστάσεσιν, τὸν πᾶσι τοῖς οὖσιν ἐπιστατοῦντα· τίνα ταῦτα; Σεραφίμ, Χερουβίμ, Θρόνους, Δυνάμεις, Ἐξουσίας, Κυριότητας, Ἀρχάς, Ἀρχαγγέλους, Ἀγγέλους· εἶτα τὰ κατ’ αἴσθησιν, οὐρανόν, ἥλιον, σελήνην, ἀστέρας, ἀέρα, γῆν, θάλασσαν, ζῶα χερσαῖα, ἐνάλια, ἐναέρια, φυτά, βοτά, πᾶσαν συλλήβδην φύσιν ἔμψυχόν τε καὶ ἄψυχον· ἅπαντα γὰρ ταῦτα, καὶ εἴ τι ἕτερον ἐν τοῖς ἄμφω κόσμοις ἀκατονόμαστον, διὰ τοῦ εἰπεῖν, Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲν ὃ γέγονεν, συνεκδοχικῶς παρεδήλωσεν· τί γὰρ δεῖ πλέον περιττοεπεῖν τοῖς θεοφόροις κατὰ λέξιν πάσης τῆς θεολογίας ἐνθεαστικώτατα ἐξητασμένοις, παρ’ ὧν καὶ ἡμῖν τοῖς κυνιδίοις οἱονεὶ ψιχιώδης συνεισφορὰ τοῦ λόγου; Ὢ θεολογίας γεγωνότερον βροντῆς ἠχησάσης τὰ οὐράνια δόγματα! ὢ περιφράσεως γοργότερον ἀστραπῆς ἐπελθούσης τοῖς σύμπασιν.

Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ! καὶ πρὸς Ἰωάννην ὡς θεοείκελον λεγέτω πᾶς τις, τὸν περιλαβόντα τὸ εὖρος τῆς ὑπ’ οὐρανὸν τοῖς κηρύγμασι, τὸν ἐν ἴχνεσιν ἀβύσσου σοφίας περιπατήσαντα τοῖς ἐνθυμήμασιν· δι’ οὗ πύλαι ᾅδου κατήργηνται Θεοῦ φωνῆς πληρώματι, καὶ ὀρθοδοξίας ἀνέτειλεν ἥλιος· δι’ οὗ ἡ τοῦ κόσμου σοφία μεμώραται, καὶ θεοσοφίας ἐμπέπλησται τὰ πέρατα· ῥητόρων καὶ σοφιστῶν καταποθέντων, Ἰωάννου δὲ τῆς θεολογίας βασιλευσάσης· καὶ οὐκ οἶδ’ ὅ τι λέξεων εἴποιμι ἐπάξιον τῆς ὑπερηρμένης ἀποστολικῆς μεγαλειότητος, ἢ τὸ παραχωρῆσαι τοῖς προευφημήσασιν αὐτὸν θείοις στόμασιν τὸν ἱερὸν ἔπαινον.

ιʹ. Ἀλλὰ τί ἔτι; Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὑτοῦ· Γύναι, ἰδοὺ ὁ υἱός σου· εἶτα λέγει τῷ μαθητῇ· Ἰδοὺ ἡ μήτηρ σου· καὶ ἀπ’ ἐκείνης τῆς ὥρας παρέλαβεν αὐτὴν ὁ μαθητὴς ἐκεῖνος εἰς τὰ ἴδια· καὶ ἐν ἑτέρῳ πάλιν· Ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ, καὶ εἶπεν·

Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; Ταῦτα ἀποκληρωτικὰ ὥσπερ τινὰ ἔδνα βασίλεια τῷ θεολόγῳ, φημὶ δὴ τὸ κατ’ ἐξοχὴν παρὰ τοὺς λοιποὺς μαθητὰς ὑπὸ Ἰησοῦ ἀγαπᾶσθαι· ἥ τε ἐπὶ τοῦ ἀκηράτου στήθους ἐπίπτωσις· πρὸς τῷ καὶ υἱὸν εἰρῆσθαι τῆς Θεομήτορος· ὡς φοβερὰ τὰ τρία, θάτερον θατέρου ὑπεραιρόμενον, καὶ ἕκαστον ἴλιγγά μοι φέρον νοήματος ὡς ἐξαισιώμενον· Ἀνδρέας ἐν μαθηταῖς πρωτόκλητος, ἀλλ’ οὔπω ἀγαπητὸν Ἰησοῦ ἑαυτὸν ὠνόμακεν ὡς οὗτος· Πέτρος πρωτόθρονος, ἀλλ’ οὐδ’ αὐτὸς τῆς τοιαύτης προσηγορίας τετύχηκεν. Τὸ θεῖον ἀπαθές· Χριστὸς ἐξ ἴσου ἅπασι τὴν τῆς ἀγάπης ἀκτῖνα ἀφίησιν· ἄλλως τε εἰ Πέτρος πλεῖον ἀγαπᾷ ἁπάντων ὡς ἐρωτηθεὶς ὡμολόγησεν, καὶ τὴν ὁμολογίαν Χριστὸς ἐβεβαίωσεν, διὰ τῆς τρισσῆς πεύσεώς τε καὶ ἀποκρίσεως, ἧς προῖκα καὶ τὸ τοὺς ἄλλους ποιμαίνειν εἴληφεν, καὶ ἀνταγαπᾶσθαι τυχὸν πλεῖον ὤφειλεν, καμπύλον τὸ λῆμμα· καί μοι δοκεῖ τὸ τῆς παρθενίας χρῆμα εἶναι αἴτιον· πῶς;

ὅτι εἰ καὶ ἐπ’ ἴσης τοῦ φωτὸς ἡ βολὶς τοῖς κατόπτροις, ἐπείπερ πάντες καθαροί, ὡς ὁ Λόγος, ἀλλ’ ὅμως τῇ τῆς παρθενίας στίλψει διειδέστερον ἐν τῷ ἑνὶ παρὰ τοὺς ὁμοταγεῖς ἐνίεται· εἰ καὶ παράδοξός πως ὁ λόγος· καὶ τοῦτό ἐστι πλεῖον εἰς ἀγάπην, τὸ φῶς πλεῖον λαμπρύνειν τὸν διειδέστερον μέτοχον· εἰ δὲ ὅτι πλέον ἀγαπᾷ Πέτρος προΐσταται, ἐκεῖνό μοι ῥητέον, ὅτι οὐ τὸ πλησιάσαν σῶμα τῷ φωτὶ μᾶλλον φωτίζεται, ἀλλ’ ὃ τὴν φύσιν διειδεστέραν, κἂν οὐκ ἔγγιον κέκτηται· εἰ δέ σοι ὁ λόγος ἀσθενὴς φαίνοιτο ἔτι, ὁ βαλὼν καὶ ἰάσεται. Ἐντεῦθεν ἡ ἐπιστήθιος πρόσπτωσις· ὢ τοῦ ἀξιώματος! τὰ χερουβίμ, Θεοῦ ὄχημα, καὶ Ἰωάννης ἐπιστέρνιον ἀνάκλιμα·

Μωϋσῆς μόλις ἴδεν Θεοῦ τὰ ὀπίσθια καὶ ταῦτα αἰτησάμενος· καὶ Ἰωάννης αὐτεπάγγελτος ἐπίπροσθεν περιφύς, καὶ πυνθάνεται ἐκεῖνα δηλαδὴ ἃ Πέτρος ὁ κορυφαῖος θαῤῥήσειν οὐκ ἤνεγκεν, δοὺς ἑαυτῷ τὰ δευτέρια, τῇ εἰς Ἰωάννην προτιμήσει· ἀμφοτέρας τὰς θεωρίας ἐξετάζων, γνοίης οἷον καὶ ἡλίκον τὸ ὑπεροχικὸν Ἰωάννου ἀξίωμα· ἐντεῦθέν μοι δοκεῖ ὥσπερ ἀπό τινος πηγαίας ζωῆς τὰ θεόβρυτα αὐτὸν τῆς σοφίας ἀρύσασθαι νάματα, κἀκ τούτων ἐκ τῆς ἐμψύχου κοιλίας τοὺς ποταμοὺς τῆς θεολογίας ῥυΐσκεσθαι· ἀλλ’ ἐπὶ τὸν σταυρὸν μετιτέον.

ιαʹ. Ἰδού, φησίν, ὁ υἱός σου· εἶτα τῷ μαθητῇ, Ἰδοὺ ἡ μήτηρ σου. Βαβαὶ τοῦ δωρήματος! τὸν δοῦλον, τῆς Δεσποίνης διὰ περιουσίας καθαρότητος υἱὸν ἀκουτισθῆναι, καὶ φύλακα προχειρισθῆναι τοῦ τῆς ζωῆς θησαυροφυλακίου· ὁ μὲν ἀφίσταται, διὰ πάθους, τῆς ἀπαθῶς τεκούσης· ὁ δὲ ταύτην ὑπηρετητικῶς λαμβάνει εἰς τὰ ἴδια· ὁ παρθένος τὴν Παρθένον· τὸ κλῆμα τὴν ἀμπελοτόκον· ὁ στρατιώτης τὴν βασιλίδα· ὁ θεολόγος τὴν Θεοτόκον· ὁ κατὰ χάριν θεάδελφος τὴν κατὰ φύσιν μητρόθεον· ἴδε τὴν ἁρμονίαν τῆς καταλλήλου κλήσεως, καὶ ὑπεραίνεσον τὴν σύμβασιν. Ἆρ’ οὐ τοῦτο μόνον πᾶσαν ἀποκρύψαι ὑπερβολὴν ἐγκωμίου τῷ θεολόγῳ πάρεστιν, ἀμοιροῦντι τῆς οἱασοῦν ἄλλης αἰνέσεως; εἰ δὲ μετὰ τῆς τῶν προλαβόντων ὑπερβολῆς καὶ τὰ φθάσαντα συναστράψοι, τίς ἂν δυνηθείη ἀντωπῆναι τοῦ ὕψους τὸ ἀναντίβλεπτον;