θʹ. Εἶδες εἰς ποῖον ὕψος ἄπειρον ἦρε τὸ ὄμμα τοῦ νοῦ; ὥσπερ τι νοητὸν στερέωμα καταπηξάμενος ἡμῶν ἐν διανοίᾳ τὸ τριταῖον Ἦν· ἵνα μέχρι τοῦδε ὥσπερ τι ἔξαλμα φωτὸς προϊὼν ὁ νοῦς, πρῶτος ὢν καὶ οὗτος τῶν τῆς ψυχῆς δυνάμεων, μὴ ἔχοι φύσιν ἀρθῆναί που ἐπέκεινα, κἂν κενεμβατεῖν δόξοιεν ἐκ πολυπραγμοσύνης ἀνενδέκτου· ἀλλ’ οἷον ἐπαναπαυσάμενος τῆς ἐφέσεως παλινδρομῇ πρὸς τὰ κατόπιν καὶ ὑπὸ κτίσιν, οἷς καὶ συγγενῶς ἔχοι, ὁρῶν τὰ δημιουργήματα καὶ δοξάζων τὸν ἀριστοτέχνην, ἕνα τε ὄντα ἄναρχον Θεὸν ἐν τρισὶν ὑποστάσεσιν, τὸν πᾶσι τοῖς οὖσιν ἐπιστατοῦντα· τίνα ταῦτα; Σεραφίμ, Χερουβίμ, Θρόνους, Δυνάμεις, Ἐξουσίας, Κυριότητας, Ἀρχάς, Ἀρχαγγέλους, Ἀγγέλους· εἶτα τὰ κατ’ αἴσθησιν, οὐρανόν, ἥλιον, σελήνην, ἀστέρας, ἀέρα, γῆν, θάλασσαν, ζῶα χερσαῖα, ἐνάλια, ἐναέρια, φυτά, βοτά, πᾶσαν συλλήβδην φύσιν ἔμψυχόν τε καὶ ἄψυχον· ἅπαντα γὰρ ταῦτα, καὶ εἴ τι ἕτερον ἐν τοῖς ἄμφω κόσμοις ἀκατονόμαστον, διὰ τοῦ εἰπεῖν, Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲν ὃ γέγονεν, συνεκδοχικῶς παρεδήλωσεν· τί γὰρ δεῖ πλέον περιττοεπεῖν τοῖς θεοφόροις κατὰ λέξιν πάσης τῆς θεολογίας ἐνθεαστικώτατα ἐξητασμένοις, παρ’ ὧν καὶ ἡμῖν τοῖς κυνιδίοις οἱονεὶ ψιχιώδης συνεισφορὰ τοῦ λόγου; Ὢ θεολογίας γεγωνότερον βροντῆς ἠχησάσης τὰ οὐράνια δόγματα! ὢ περιφράσεως γοργότερον ἀστραπῆς ἐπελθούσης τοῖς σύμπασιν.