Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὸν ἅγιον Βαρθολομαῖον ἀπόστολον (Νόθος)

Θεόδωρος ὁ Στουδίτης

Κλήρωση και ιεραποστολικό έργο στην Αρμενία

Η ανάθεση της Αρμενίας στον απόστολο, η πρόθυμη αναχώρησή του και η περιγραφή της πνευματικής, διδακτικής και θαυματουργικής του δράσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 2 από 5

Ἄλλος μὲν οὖν ἄλλοθεν τῶν ἀποστόλων διειληφὼς μέρος τῆς οἰκουμένης ἐν τῷ κηρύγματι τῆς θεογνωσίας, καὶ πάντες τὸ πᾶν διανειμάμενοι, στρατηγοὶ ὡς ἀληθῶς τοῦ παμβασιλέως Χριστοῦ καθεστήκεσαν. Καταστήσεις γὰρ αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν, τὸ Γράμμα προηγόρευσε. Τῷ τοίνυν εὐφημουμένῳ κλῆρος καὶ μερὶς ὁ τῆς Ἀρμενίας χῶρος, ὁ ἀπὸ Εὐιλὰτ μέχρι Γαβαὼθ ἐν πολλοῖς ἔθνεσί τε καὶ πόλεσι περιοριζόμενος· τοῦτον τοιγαροῦν ἀποστέλλοντα τὸν Κύριον ἐκεῖνα δοκῶ μυστικῶς ἐπιφθέγγεσθαι. Ἄπιθι, ὦ μαθητὰ πρὸς τὸ κήρυγμα, ἔξιθι πρὸς πόλεμον, χώρησον πρὸς κινδύνους. Κήδομαί μου τὸ πλάσμα, ὁ οἰκτείρας ἠνθρωπίσθην, καὶ ὑπὲρ οὗ θάνατον εἱλόμην τὸν ἐπονείδιστον. Ἐγὼ τὸ πατρικὸν ἔργον τετελείωκα, πρωτομάρτυς τῆς ἀληθείας γενόμενος, ὑμῶν τὸ ἐνδέον ἀναπληρῶσαι τῶν ἐμῶν ὑστερημάτων καθ’ ὁμοίωσίν μου τελούντων· μίμησαί σου τὸν διδάσκαλον· ἐκπαραζήλου τοῦ Δεσπότου σου οἴσων τὰ πάθη· αἵμασιν αἷμα κάθες· σαρξὶ σάρκας προδίδου· πάντα ὅσα ὑπήνεγκα ἀντιπεπονθὼς ὑπόδειξον ἐν σαυτῷ ἐναργῆ τὰ γνωρίσματα τοῦ ἐμοῦ χαρακτῆρος. Ὅπλα σοι εἴη τὸ φιλάνθρωπον ἐν τοῖς δρῶσι, τὸ ἥμερον ἐν τοῖς λοιδοροῦσι, τὸ ἀνεξίκακον ἐν τοῖς κτείνουσιν.

Ὡς πρόβατον ἐν μέσῳ λύκων γινόμενος, ὡς ὁπλίτης τεθηγμένος τῇ εὐανδρείᾳ, οὐκ ἠπείθησεν ὁ Ἀπόστολος, οὐκ εἶπεν· «Πῶς περιέσεται τῶν λύκων ὁ ἀρνός, ὁ εἷς τῶν μυριάδων, ὁ ξένος τῶν πολιούχων, ὁ ἀνέστιος τῶν ἡγεμόνων, τῶν βασιλέων ὁ μονοχίτων;» ἀλλ’ οἷα θεράπων πιστὸς τῷ Δεσποτικῷ καταπειθήσας προστάγματι, ἄπεισι χαίρων, οὐδὲν ἐπιφερόμενος μεθ’ ἑαυτοῦ ἢ μόνον τὸ τοῦ Χριστοῦ πολυτίμητον ὄνομα, ἀντὶ παντὸς ὅπλου.

Τοίνυν καταλαβὼν τὸ κεκληρωμένον ἔδαφος, ὅσα ἐκεῖσε ἔδρασεν, ὅσα ὑποίσας ἤνεγκεν, ἱστορήσειεν ὁ λόγος, τὰ μὲν κατὰ παράδοσιν ἀρχαιολογίας, τὰ δὲ κατὰ ἀναλογίαν τῶν εὐαγγελικῶν διδαγμάτων· εἰ γὰρ πέλει φῶς τοῦ κόσμου, δῆλον ὅτι τὰ φωτὸς δέδρακεν ἐν τοῖς ἀφωτίστοις· καὶ εἰ ἅλας τῆς γῆς ὑπάρχει, φανερὸν ὅτι ἔθνη ἄλογα ἁλίσας ἐσάρωσεν· καὶ εἰ ἐργάτης ὠνόμασται, ἀκολούθως γεωργίαν πνευματικὴν τετέλεκεν· ὁ δὲ κατὰ κοινοῦ εἴρηται, καὶ καθ’ ἑνὸς προσώπου λαμβάνειν εὐλογώτατον.

Οὐκοῦν ὅρα αὐτὸν κατὰ ἀλληγορίαν πὴ μὲν οὐ γῆν ἀροῦντα ὑπὸ βουσὶν ἕλκουσι τὸ σιδήριον, ἀλλὰ τῷ τῆς γλώττης ἀρότρῳ τὰς λογικὰς ἀρούρας διαυλακίζοντα, ζεύγλῃ δῆλον ὅτι θεωρίας καὶ πράξεως, οὐδὲ σπείροντά τι τῶν ἀπορρύτων καὶ φθειρομένων, ἀλλὰ τὸν τῆς πίστεως λόγον εἰς βάθος καρδιακὸν ἐγκατατιθέμενον, πὴ δὲ φυτουργοῦντα παραδείσους καὶ ἀμπελῶνας Κυρίου, τοὺς ἤδη τῇ εἰσδοχῇ τοῦ λόγου πρὸς τὰ κρείττονα τὴν ἐπίδοσιν ποιησαμένους καὶ ἀπὸ νεογονίας εἰς τὴν κατὰ καιρὸν καρποφορίαν ἀναδιδομένους, καὶ ποτὲ μὲν ἰατρικῶς διαγινόμενον καταλλήλως τὰ τῶν παθῶν ἀλεξητήρια προβαλλόμενον, ὁποτέρως ἂν βούλει, τυφλοὺς ὀμματοῦντα, λεπροὺς καθαίροντα, πυρετοὺς ἀπελαύνοντα, χωλεύουσιν εὐβαδεῖν παρεχόμενον, κωφεύουσιν τὸ ἀκροατήριον, τὰ τῶν λοιπῶν νοσημάτων πολυπήμονα εἴδη ἄκεσιν ἀφθόροις ἀποκαθιστῶντα εἰς τὸ κατὰ φύσιν, καὶ μέντοι ποιμαντικὴν ἕξιν ἀναλαμβάνοντα καὶ λείας ὁδοὺς θεῷ καταρτίζοντα, καθηγούμενον, ἀνακαλούμενον, ἐπιμελούμενον, προπολεμοῦντα, ἀποσοβοῦντα θῆρας αἱρέσεων, δαιμόνων φάλαγγας, ὅσα τὰ ἐν μέσῳ ἀρδεῦσαι ἀεννάως, χειραγωγῆσαι αὐξουμένους τῇ κατὰ Χριστὸν ἡλικίᾳ, ἀκάνθας νοητὰς ἐκτῖλαι, ὕλας ἀσεβείας ἐμπρῆσαι, χάρακας δογματικοὺς ὑπερεῖσαι, φραγμοὺς διδακτικοὺς περιθέσθαι, εἴ τι ἄλλο τῶν ἐνδεόντων ἐφεπόμενον καταθρῆσαι.

Ὁ δ’ αὐτὸς καὶ οἰκοδόμος καὶ ἀρχιτέκτων οἰκοδομῆς καὶ ἀρχιτεκτονίας ἀχειροποιήτου, τῶν διὰ πνεύματος λέγω καὶ ἀληθείας ἀναδειμαμένων ναὸν Κυρίου καὶ καταρτιζομένων εἰς λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.