Οὐκοῦν ὅρα αὐτὸν κατὰ ἀλληγορίαν πὴ μὲν οὐ γῆν ἀροῦντα ὑπὸ βουσὶν ἕλκουσι τὸ σιδήριον, ἀλλὰ τῷ τῆς γλώττης ἀρότρῳ τὰς λογικὰς ἀρούρας διαυλακίζοντα, ζεύγλῃ δῆλον ὅτι θεωρίας καὶ πράξεως, οὐδὲ σπείροντά τι τῶν ἀπορρύτων καὶ φθειρομένων, ἀλλὰ τὸν τῆς πίστεως λόγον εἰς βάθος καρδιακὸν ἐγκατατιθέμενον, πὴ δὲ φυτουργοῦντα παραδείσους καὶ ἀμπελῶνας Κυρίου, τοὺς ἤδη τῇ εἰσδοχῇ τοῦ λόγου πρὸς τὰ κρείττονα τὴν ἐπίδοσιν ποιησαμένους καὶ ἀπὸ νεογονίας εἰς τὴν κατὰ καιρὸν καρποφορίαν ἀναδιδομένους, καὶ ποτὲ μὲν ἰατρικῶς διαγινόμενον καταλλήλως τὰ τῶν παθῶν ἀλεξητήρια προβαλλόμενον, ὁποτέρως ἂν βούλει, τυφλοὺς ὀμματοῦντα, λεπροὺς καθαίροντα, πυρετοὺς ἀπελαύνοντα, χωλεύουσιν εὐβαδεῖν παρεχόμενον, κωφεύουσιν τὸ ἀκροατήριον, τὰ τῶν λοιπῶν νοσημάτων πολυπήμονα εἴδη ἄκεσιν ἀφθόροις ἀποκαθιστῶντα εἰς τὸ κατὰ φύσιν, καὶ μέντοι ποιμαντικὴν ἕξιν ἀναλαμβάνοντα καὶ λείας ὁδοὺς θεῷ καταρτίζοντα, καθηγούμενον, ἀνακαλούμενον, ἐπιμελούμενον, προπολεμοῦντα, ἀποσοβοῦντα θῆρας αἱρέσεων, δαιμόνων φάλαγγας, ὅσα τὰ ἐν μέσῳ ἀρδεῦσαι ἀεννάως, χειραγωγῆσαι αὐξουμένους τῇ κατὰ Χριστὸν ἡλικίᾳ, ἀκάνθας νοητὰς ἐκτῖλαι, ὕλας ἀσεβείας ἐμπρῆσαι, χάρακας δογματικοὺς ὑπερεῖσαι, φραγμοὺς διδακτικοὺς περιθέσθαι, εἴ τι ἄλλο τῶν ἐνδεόντων ἐφεπόμενον καταθρῆσαι.