Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὸν ὅσιον Ἀρσένιον (Νόθος)

Θεόδωρος ὁ Στουδίτης

Προοίμιο και σκοπός της συγγραφής

Εισαγωγή του συγγραφέα, ο οποίος εγκωμιάζει τον όσιο Αρσένιο και εξηγεί τους λόγους για την καταγραφή του βίου του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 1 από 7

ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΑΡΣΕΝΙΟΝ ΤΟΝ ΑΝΑΧΩΡΗΤΗΝ αʹ. Ἀστὴρ ἀειφανὴς ἡμῖν, οὐκ ἐν τῷ ζῳδιακῷ κύκλῳ κατηριθμημένος, ἀλλ’ ἐν τῷ τῆς ἀρετῆς οὐρανῷ ἐστηριγμένος, διὰ τῆς ἐτησίου αὐτοῦ μνήμης σήμερον ἀνατέλλων, φωτὶ ἀϋλωτάτῳ μαρμαρυγὰς ὑπερλάμπρους ἀγαθοεργίας ἐπαφίησι τῇ οἰκουμένῃ. Τίς δέ ἐστιν οὗτος, ὦ φιλάγιον ἄθροισμα; Ὁ ἰσάγγελος Ἀρσένιος, ὁ τὴν ἀρετὴν ἀπρόσιτος, τὸ τῆς ταπεινώσεως ὕψος, τὸ τῆς κατανύξεως ῥεῖθρον, οὗ καὶ ἡ μνήμη μόνη παράκλησίς ἐστιν εἰς ἀρετῆς ἐπίδοσιν.

Καί μοι θαυμάζειν ἐπίησι, πῶς τῶν ἄλλων μακαρίων ἀνδρῶν, παρὰ τῶν κατὰ καιρὸν τῆς ἀρετῆς ἐπαινετῶν, τῶν βίων ἀναγεγραμμένων καὶ ταῖς τῶν ἐγκωμίων βολίσι καταστραπτόντων, τοῦδε τοῦ τρισμάκαρος ὁ βίος ἀνιστόρητος εἰάθη, πλὴν ὅσον σποράδην παρά τινων ὁσίων Πατέρων δεδηλωμένος, καίπερ μὴ ἐναπολιμπανόμενος τῆς ἐναρέτου ἐκείνων λαμπροφορίας, ὅτι μὴ καὶ μᾶλλον τῶν πολλῶν ὑπερλάμπων ταῖς αὐγαῖς τῶν θείων αὐτοῦ ἀνδραγαθημάτων.

βʹ. Τί οὖν; Συνδιαμείψομεν καὶ ἡμεῖς τοῖς προλαβοῦσι τὸν χρόνον, καὶ οἴσομεν τηλικοῦτον θησαυρὸν ὑπὸ τῆς σιγῆς καλύπτεσθαι; Οὔμενουν· ἀλλὰ πειθόμενοι τοῖς ἐπὶ τοῦτο παρορμήσασι Πατράσιν, εἰ καὶ ἄμοιροι τοῦ προσήκοντος λόγου, ἠλπικότες τε ἐπίκουρον δέξασθαι τοῦ ἐγχειρήματος αὐτὸν τὸν εἰς ὑπόθεσιν τοῦ βίου προκείμενον, ἀπαρξόμεθα τοῦ λέγειν, οὐδὲν ξενοδεκτοῦντες παρὰ τὸ ἀληθές, ὅσα δὲ ἐκ τῶν περὶ αὐτοῦ περικεκομμένως εἰρημένων ἀναλεγόμενοι, εἰ καὶ διὰ ἀρράφου διηγήσεως, εἰς ὑπόμνησιν φέροντες, καὶ ταῦτα οἱονεὶ συνυφαίνοντες, καὶ ἐκ τούτων ταῖς ἀκολούθοις ἐννοίαις ἔσθ’ ὅτε προσθήκην ποιούμενοι καθ’ εἱρμόν, πειρασόμεθα τὸν βίον ἀπαρτίσασθαι, ἀφοσιούμενοι τὸν πόθον, ὃν περὶ τοῦ παμμάκαρος ἔχουσιν οἱ φιλάρετοι.