Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὸν ὅσιον Ἀρσένιον (Νόθος)

Θεόδωρος ὁ Στουδίτης

Καταγωγή και αναχώρηση στην έρημο

Αναφορά στη ρωμαϊκή καταγωγή του αγίου, την υπηρεσία του στο παλάτι και την οριστική αποταγή του κόσμου με τη μετάβασή του στη Σκήτη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 2 από 7

ΚΕΦΑΛΑΙΟΝ Αʹ. γʹ. Γένος μὲν Ἀρσενίου, τἀληθὲς εἰπεῖν, καὶ οὐ σπάνιοι οἱ μετέχοντες, ἡ ἀρετή, καὶ τὸ ἐκεῖθεν κατάγεσθαι καὶ χαρακτηρίζεσθαι· ἐπειδὴ δὲ τὸ ἀφ’ αἵμασιν τοῖς φιλομαθέσιν ἐπιζητεῖται, ἡ πρώτη τῶν ὑπουρανίων πόλεων τούτῳ πατρίς, Ῥώμην λέγω τὴν περιβόητον, ἀφ’ ἧς τὴν προσηγορίαν οἱ τὸ βασιλικὸν σκῆπτρον κατέχοντες ἐξειλήφασιν· εὐγενῶν γεννητόρων στέλεχος, πλούτῳ τε κομώντων καὶ τῇ λοιπῇ τοῦ βίου περιφανείᾳ, οὗ ἑστία μέχρι τοῦ νῦν περίεστιν οὐχ ὁλόκληρος (πῶς γὰρ ἂν καὶ διεσέσωστο τοσούτοις ἔτεσιν;), ἴχνη δὲ καὶ τοσούτῳ μεγέθει διαφέροντα, ὡς ἐν τριακοσίαις κέλλαις διαιροῦσα τοῖς οἰκήτορσι. Ἐξαρκοῦντος τούτου ἐπιδηλῶσαι, ὅσος ἦν περιφανὴς καὶ πολύολβος ὁ ἀοίδιμος· τοιοῦτός τε ὤν, ὑπῆρχε καὶ τῇ παιδεύσει ὑπέρτερος, ἑλληνικῇ τε καὶ ῥωμαϊκῇ σοφίᾳ θαυμαζόμενος.

δʹ. Ἐπεὶ οὖν τὸ τηνικαῦτα Θεοδοσίῳ τῷ μεγάλῳ βασιλεύοντι ἐξηκούσθη τὰ περὶ αὐτοῦ, ζητοῦντι παιδευτὴν τοιοῦτον ἐπιστῆσαι υἱοῖς αὐτοῦ Ἀρκαδίῳ καὶ Ὡνορίῳ, ὃς εἴη προὐργιέστερος ἁπάντων, ἄγεται ὁ Ἀρσένιος τῇ τοῦ κρατοῦντος ῥοπῇ ἐν τῷ Βυζαντίῳ, καὶ παραλαβὼν ἀμφοτέρους τοὺς παῖδας, ἀνῆγεν αὐτοὺς ἔν τε ἤθεσιν καὶ παιδεύμασιν, ἀρίστους ἀποδεικνὺς ἀμφοτέρωθεν. Μέχρι δὲ τοῦ τεσσαρακοστοῦ ἔτους τῆς ἡλικίας αὐτοῦ ἐν τῷ παλατίῳ διηνυκώς, καὶ τὸν φόβον τοῦ Θεοῦ κατὰ διάνοιαν ἔχων, ἐστέναζε καὶ παρεκάλει τὸν Θεὸν μετὰ δακρύων λέγων· Κύριε ὁδήγησόν με, πῶς σωθῶ. Καὶ δὴ ἐν μιᾷ ὄντος αὐτοῦ ἐν τῷ παλατίῳ, ἀκούει θείας φωνῆς λεγούσης αὐτῷ·

Ἀρσένιε, εἰ θέλεις σωθῆναι, φεῦγε τοὺς ἀνθρώπους, καὶ σώσῃ. εʹ. Τούτων οὖν ἀκούσας ὁ Ἀρσένιος, καὶ ἐπιπολὺ τῷ θείῳ πόθῳ τρωθείς, πάσης εὐθὺς καταφρονήσας ἀνθρωπίνης καὶ προσκαίρου αἰνέσεως καὶ περιφανείας, τρυφῆς τε σωματικῆς καὶ πάσης ἄλλης φιλοδοξίας, καὶ βασιλείους αὐλὰς εἰς οὐδὲν διαλογισάμενος, μηδενὶ μηδὲν εἰρηκὼς ἀποπλέει ἐπὶ τὴν Ἀλεξάνδρειαν, κἀκεῖθεν ἔρχεται εἰς Σκῆτιν· καὶ εἰσελθὼν ἐν τῇ ἐκκλησίᾳ, προσέρχεται τοῖς κληρικοῖς λέγων·

Διὰ τὸν Κύριον, ποιήσατέ με μοναχόν, καὶ ὁδηγήσατέ με πῶς σωθῶ. Οἱ δὲ τὴν εὐγένειαν τοῦ ἀνδρὸς ἐκ τοῦ ἤθους καὶ τοῦ προσώπου καὶ τῆς συντυχίας στοχασάμενοι, ἐξήταζον αὐτόν, τίς εἴη καὶ πόθεν. Ἀρνουμένου δὲ αὐτοῦ τὰ πρῶτα καὶ λέγοντος, ὅτι, Ἄνθρωπός εἰμι ξένος καὶ ταπεινὸς σωθῆναι ζητῶν, μόγις ἠδυνήθησαν πεῖσαι αὐτὸν θαρρῆσαι αὐτοῖς τὰ καθ’ ἑαυτόν.

Καὶ μαθόντες, εἶπον πρὸς ἀλλήλους· Τίς ἄρα ἐστίν, ὁ ὀφείλων τοῦτον παραλαβεῖν καὶ ὁδηγῆσαι εἰς τὴν μοναδικὴν πολιτείαν. Καὶ δὴ βουλευσαμένων αὐτῶν, συνεῖδον ἀπενεγκεῖν αὐτὸν τῷ ἀββᾷ Ἰωάννῃ τῷ Κολοβῷ. Καὶ λαβόντες αὐτὸν μεθ’ ἑαυτῶν, ἀπῆλθον πρὸς τὸν γέροντα. Καὶ μετὰ τὸ ποιῆσαι αὐτοὺς εὐχήν, ἐλάλησαν αὐτῷ περὶ Ἀρσενίου.