Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὸν ὅσιον Ἀρσένιον (Νόθος)

Θεόδωρος ὁ Στουδίτης

Δοκιμασία της ταπείνωσης και ο κανόνας της ησυχίας

Η αρχική καθοδήγηση από τον αββά Ιωάννη τον Κολοβό, η θεία κλήση για σιωπή και η αυστηρή αποφυγή των ανθρώπινων συναναστροφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 3 από 7

ϛʹ. Καὶ ἐν τῷ συντυγχάνειν αὐτούς, καταλαβούσης τῆς ἐνάτης ὥρας, λέγει τοῖς κληρικοῖς ὁ γέρων· Δεῦτε, ποιήσωμεν ἀγάπην, καὶ τὸ θέλημα τοῦ Κυρίου γενέσθω. Καὶ καθεσθεὶς ὁ ἀββᾶς Ἰωάννης μετὰ τῶν κληρικῶν, ἤρξαντο ἐσθίειν, ἐάσαντες τὸν Ἀρσένιον ἱστάμενον. Ῥίπτει οὖν παξαμᾶν εἰς τὴν γῆν ὁ ἀββᾶς Ἰωάννης καὶ λέγει τῷ Ἀρσενίῳ·

Φάγε, ἐὰν θέλῃς. Ὁ δὲ κλίνας ἑαυτὸν ἐπὶ τὴν γῆν, ἀπῆλθε περιπατῶν ταῖς χερσὶ καὶ τοῖς ποσίν, ὅπου ἦν ὁ παξαμάς, καὶ ἔφαγεν αὐτὸν ὡς ἔκειτο εἰς τὴν γῆν. Καὶ ἰδὼν ὁ γέρων λέγει τοῖς ἀδελφοῖς· Ὑπάγετε μετὰ καλοῦ καὶ εὔξασθε ὑπὲρ ἡμῶν· οὕτω γὰρ γινώσκετε, ὅτι δόκιμον ἔχει ποιῆσαι μοναχόν.

Ἠρώτησαν οὖν οἱ κληρικοὶ τὸν Ἀρσένιον καθ’ ἑαυτούς, λέγοντες αὐτῷ· Ποίησον ἀγάπην, ἀδελφέ, διὰ τὸν Κύριον, καὶ εἰπὲ ἡμῖν, ποῖον λογισμὸν ἔσχες ἐσθίων τὸν παξαμάν; Καὶ λέγει αὐτοῖς· Ἐλογισάμην πρὸς ἐμαυτόν, ὅτι ὡς κυνί σοι ἔρριψαν τὸν ἄρτον, ὡς κύων φάγε αὐτόν.

Καὶ ἐδόξασαν τὸν Θεόν. Χρόνον οὖν ὀλίγον μείνας μετὰ τοῦ ἀββᾶ Ἰωάννου ὁ Ἀρσένιος, καὶ μαθὼν πᾶσαν τὴν μοναχικὴν κατάστασιν, ἀπελύθη παρ’ αὐτοῦ ἀπελθεῖν καὶ καθίσαι κατὰ μόνας· καὶ ἔμεινεν ἀγωνιζόμενος ἐν Κυρίῳ, ὥστε πολλοὺς τῶν κατὰ τὸν καιρὸν ἐκεῖνον μεγάλων γερόντων ὑπερβῆναι τοῖς πόνοις, τῇ τε καρτερίᾳ καὶ τῇ ὑπομονῇ τῶν ἀσκητικῶν ἀγώνων. Ἀναχωρήσας οὖν ἐν τῷ ἡσυχαστικῷ βίῳ, πάλιν ηὔξατο τῷ Θεῷ λέγων·

Κύριε, ὁδήγησόν με, πῶς σωθῶ. Καὶ ἤκουσε φωνῆς λεγούσης· Ἀρσένιε, φεῦγε, σιώπα, ἡσύχαζε· αὐταὶ γάρ εἰσιν αἱ ῥίζαι τῆς ἀναμαρτησίας. ζʹ. Θεόθεν οὖν δεξάμενος τὸ τοιοῦτον πρόσταγμα, μετατίθησιν ὅλην τὴν διάθεσιν πρὸς οὐρανὸν ὁ Ἀρσένιος, ἐν γῇ μὲν διατρίβων τῷ σώματι, τῇ δὲ καρδίᾳ ταῖς ἄνω δυνάμεσι συμπεριπολῶν· ἐφ’ ὃ ἀγόμενον αὐτόν τις τῶν Πατέρων, τοὔνομα Μάρκος, οὕτω φιλησυχοῦντα, φησὶ πρὸς αὐτόν·

Ὁ Θεὸς οἶδεν, ὅτι ἀγαπῶ ὑμᾶς· ἀλλ’ οὐ δύναμαι εἶναι μετὰ τοῦ Θεοῦ, καὶ μετὰ τῶν ἀνθρώπων· αἱ ἄνω χιλιάδες καὶ μυριάδες ἓν θέλημα ἔχουσιν, οἱ δὲ ἄνθρωποι πολλὰ θελήματα ἔχουσιν. Οὐ δύναμαι οὖν ἀφεῖναι τὸν Θεόν, καὶ σχολάζειν ἀνθρώποις.

Καὶ γοῦν πρὸς σαφεστέραν αὐτοῦ δήλωσιν τῆς ἡσυχίας, καὶ τοῦτο ῥητέον ἀξιομνημόνευτον ὄν. ηʹ. Παραβαλόντος οὖν αὐτοῦ εἰς τόπον τινά, ἐπείπερ ἦσαν ἐκεῖ κάλαμοι, κινούμενοι ὑπὸ ἀνέμου, εἶπεν τοῖς ἀδελφοῖς ὁ Ἀρσένιος·

Τί ἐστιν ὁ σεισμὸς οὗτος; Οἱ δέ φασι· Κάλαμοί εἰσι, πάτερ. Λέγει οὖν αὐτοῖς ὁ γέρων· Φύσει ἐὰν κάθηταί τις ἐν ἡσυχίᾳ, ἀκούσει δὲ φωνὴν στρουθίου, οὐκ ἔχει ἡ καρδία τὴν αὐτοῦ ἡσυχίαν· πόσῳ γε μᾶλλον ὑμεῖς, ἔχοντες τὸν σεισμὸν τοῦτον;

Πῶς δὲ οὐκ ἔμελλεν ὁ οὕτως ἠρεμῶν, καὶ τὴν ἔκστασιν τῆς ἐκ τῶν κάτω θορύβων περιδονήσεως ἀκλόνητον ἔχων πρὸς Θεόν, μὴ οὐχὶ καὶ τὸ ἀσύμφυρτον φιλεῖν τῆς ἀνθρωπίνης διατριβῆς, ἀπρόοδόν τε ἔχειν τὴν ἀπὸ γλώσσης ὁμιλίαν, ὅτι μὴ πάσῃ ἀνάγκῃ, δηλώσει δὲ ὁ λόγος.

θʹ. Ποτὲ παραλαβὼν αὐτῷ Θεόφιλος, ὁ ἀρχιεπίσκοπος Ἀλεξανδρείας, μετὰ ἄρχοντός τινος, ἠρώτα τὸν γέροντα, ἀκοῦσαι παρὰ αὐτοῦ λόγον. Μικρὸν δὲ σιωπήσας ὁ γέρων, ἀπεκρίνατο πρὸς αὐτόν· Καὶ ἐὰν ὑμῖν εἴπω, φυλάσσετε;

Οἱ δὲ συνέθεντο. Εἶπεν οὖν αὐτοῖς ὁ γέρων· Ὅπου ἐὰν ἀκούσητε Ἀρσένιον, μὴ πλησιάσητε. Ἄλλοτε πάλιν βουληθεὶς ὁ ἀρχιεπίσκοπος παραβαλεῖν αὐτῷ, ἀπέστειλε πρῶτον εἰδέναι, εἰ ἀνοίγοι ὁ γέρων. Καὶ δηλοῖ αὐτῷ λέγων·

Ἐὰν ἔλθῃς, ἀνοίγω, καὶ ἐάν σοι ἀνοίξω, πᾶσιν ἀνοίγω, καὶ τότε οὐκ ἔτι καθέζομαι ὧδε. Ταῦτα ἀκούσας ὁ ἀρχιεπίσκοπος, εἶπεν· Εἰ διῶξαι αὐτὸν ἀπέρχομαι, οὐκ ἔτι ἀπέρχομαι πρὸς αὐτόν. Καὶ μὴν καί τινος τῶν Πατέρων ἐλθόντος πρὸς αὐτόν, καὶ κρούσαντος τὴν θύραν, ἀνέῳξεν ὁ Ἀρσένιος, νομίζων ὅτι ὁ διακονητὴς αὐτοῦ ἐστι, καὶ ὡς εἶδεν αὐτὸν ἕτερον ὄντα, ἔπεσεν ἐπὶ πρόσωπον. Ὁ δὲ λέγει αὐτῷ·

Ἀνάστα, ἀββᾶ, ἵνα σε ἀσπάσωμαι. Ἔφη οὖν ὁ γέρων· Οὐκ ἐγείρομαι, ἐὰν μὴ ἀναχωρήσῃς. Καὶ ἐπὶ πολὺ παρακληθείς, οὐκ ἀνέστη, ἕως ἀνεχώρησεν ἐκεῖνος. Οὐχ, ὡς ἄν τις οἰηθείη, παραλύων τὸν δεσμὸν τῆς ἀγάπης, ἧς ὅτι καὶ μάλιστα ἐραστὴς εἴη, ἀλλ’ ἵνα μὴ διακοπείη τῆς κρείττονος.

ιʹ. Ἐπεὶ καί τινες ἀδελφοὶ μέλλοντες ὑπάγειν εἰς Θηβαΐδα διὰ μινάρια, λέγουσι πρὸς ἑαυτούς· Δι’ ἀφορμῆς εἴδωμεν καὶ τὸν ἀββᾶν Ἀρσένιον. Εἰσῆλθεν ὁ ἀββᾶς Ἀλέξανδρος, καὶ λέγει τῷ γέροντι· Ἀδελφοὶ ἀπὸ Ἀλεξανδρείας ἐλθόντες θέλουσί σε ἰδεῖν.

Ὁ δὲ γέρων ἔφη· Ἐπ’ αὐτὸ τοῦτο ἥκασι; Καὶ μαθὼν ὅτι εἰς Θηβαΐδα ὑπάγουσιν, λέγει ὁ γέρων· Φύσει οὐ βλέπουσι τὸ πρόσωπον Ἀρσενίου, ὅτι δι’ ἐμὲ οὐκ ἦλθον. Ἀνάπαυσον οὖν αὐτοὺς καὶ ἀπόλυσον ἐν εἰρήνῃ, εἰπὼν αὐτοῖς, ὅτι Ὁ γέρων οὐ δύναται ἀπαντῆσαι.

Ἄλλοτε πάλιν ἦλθον πρὸς αὐτὸν γέροντες, πολλὰ παρεκάλεσαν, ἵνα συντύχωσιν αὐτῷ· καὶ παρεκάλουν αὐτόν, εἰπεῖν αὐτοῖς λόγον ἐπὶ τῶν ἡσυχαζόντων καὶ μηδενὶ ἀπαντώντων. Λέγει οὖν αὐτοῖς ὁ γέρων· Ὅταν ἡ παρθένος ἐν τῷ οἴκῳ τοῦ πατρὸς ᾖ, πολλοὶ θέλουσιν αὐτὴν μνηστευθῆναι, ἐπὰν δὲ προέλθῃ, οὐχ οὕτως ἔχει τιμήν, ὅτε ἦν κεκρυμμένη. Οὕτω καὶ τὰ τῆς ψυχῆς· ἀφ’ ὅτε δημοσιεύεται, οὐ πᾶσιν ἀρέσκειν δύναται.