Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὸν ὅσιον Ἀρσένιον (Νόθος)

Θεόδωρος ὁ Στουδίτης

Πνευματική διάκριση στις συναναστροφές

Περιστατικά συναντήσεων με αδελφούς και επισκέπτες, καθώς και η αντιπαραβολή της διαγωγής του με τη στάση άλλων πατέρων της ερήμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 4 από 7

Μέτρον οὖν ἡμῖν ὑποδείκνυται ἐνταῦθα τῆς πρὸς τοὺς ἀδελφοὺς ἀπαντήσεως· οὐ γὰρ πάντοτε πάντως, ἵνα μὴ τὸ πάρεργον τοῦ ἔργου προτιμώμενοι ζημιοῦμεν ἑαυτοὺς μὴ αἰσθανόμενοι· ἀλλ’ οἷον καὶ τοῦτο, ἐνταῦθα ὄφελον παραζευχθῆναι.

ιαʹ. Ἀδελφός τις ἐλθὼν εἰς Σκῆτιν, παρεκάλει τοὺς κληρικούς, λέγων· Συντυχεῖν θέλω τῷ ἀββᾷ Ἀρσενίῳ. Εἶπον οὖν αὐτῷ· Ἀναπαύου μικρόν, καὶ βλέπεις αὐτόν. Ὁ δὲ ἔφη· Οὐ γεύομαί τινος, ἐὰν μὴ αὐτῷ ἀπαντήσω.

Ἔπεμψαν οὖν μετὰ τοῦ ἀδελφοῦ καταστῆσαι αὐτόν, ὅτι μακρὰν ἦν ἡ κέλλα αὐτοῦ· καὶ κρούσαντες τὴν θύραν, εἰσῆλθον, καὶ ἀσπασάμενοι τὸν γέροντα ἐκάθισαν σιωπῶντες. Εἶπεν οὖν ὁ ἀδελφὸς ὁ τῆς ἐκκλησίας· Ἐγείρομαι, ὑπάγω, εὔξασθε ὑπὲρ ἐμοῦ.

Ὁ δὲ ξένος ἀδελφός, μὴ εὑρὼν παρρησίαν πρὸς τὸν γέροντα, εἶπεν τῷ ἀδελφῷ· Ἔρχομαι κἀγὼ μετὰ σοῦ. Καὶ ἐξῆλθον ὁμοῦ. Παρεκάλεσεν οὖν αὐτόν, λέγων· Λάβε με καὶ πρὸς τὸν ἀββᾶν Μωσῆν τὸν ἀπὸ λῃστῶν. Καὶ ἐλθόντων αὐτῶν πρὸς αὐτόν, ἐδέξατο αὐτὸν μετὰ χαρᾶς, καὶ φιλοξενίσας ἀπέλυσεν.

Καὶ λέγει ὁ ἐνεγκὼν τὸν ἕτερον ἀδελφός· Ἰδοὺ ἀπήνεγκά σε πρὸς τὸν ξενικὸν μοναχὸν καὶ πρὸς τὸν Αἰγύπτιον· τίς ἐκ τῶν δύο ἤρεσέ σοι; Λέγει ὁ ἀδελφός· Ὁ Αἰγύπτιος ἤρεσέ μοι. Ἀκούσας δέ τις τῶν Πατέρων ταῦτα, ηὔξατο τῷ Θεῷ, λέγων·

Κύριε, δεῖξόν μοι τὸ πρᾶγμα τοῦτο· ὅτι ὃς μὲν φεύγει διὰ τὸ ὄνομά σου, ὃς δὲ ἐναγκαλίζεται διὰ τὸ ὄνομά σου. Καὶ ἐδείχθη αὐτῷ δύο πλοῖα μεγάλα· καὶ θεωρεῖ τὸν ἀββᾶν Ἀρσένιον καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ πλέοντες ἐν ἡσυχίᾳ εἰς ἓν καὶ ὁ ἀββᾶς Μωσῆς καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ πλέοντες εἰς ἕν, καὶ ἐψώμιζον μελικηρίδας· οὕτω δὲ ὑποχωρῶν τὰς τῶν ἀνδρῶν ὁμιλίας ἐνεδίδου, τὰς τῶν γυναικῶν ὁτιοῦν οὐδαμῶς· δριμὺς γὰρ ἦν ὅλος καὶ ἀπαρρησίαστος, ἐρωτικῶς πρὸς Θεὸν διακείμενος.

ιβʹ. Ἐλθοῦσα τοιγαροῦν εἰς τὸν Κάνωπον Ἀλεξανδρείας μιὰ συγκλητικὴ ἀπὸ Ῥώμης πλουσία σφόδρα, καὶ φοβουμένη τὸν Θεόν, ποθοῦσα ἰδεῖν αὐτόν, ὑπεδέξατο αὐτὴν ὁ Θεόφιλος ὁ ἀρχιεπίσκοπος, καὶ παρεκάλεσεν αὐτὸν ἵνα πείσῃ τὸν γέροντα δέξασθαι αὐτήν. Καὶ ἐλθὼν ὁ ἀρχιεπίσκοπος πρὸς αὐτόν, παρεκάλει δέξασθαι αὐτήν. Ὁ δὲ γέρων οὐ κατεδέξατο ἀπαντῆσαι. Ὡς οὖν ἀνηγγέλη αὐτῇ ταῦτα, κελεύει στρωθῆναι τὰ κτήνη αὐτῆς, λέγουσα·

Πιστεύω τῷ Θεῷ ἰδεῖν αὐτόν· οὐ γὰρ ἄνθρωπον ἦλθον ἰδεῖν· εἰσὶ γὰρ καὶ ἐν τῇ πόλει ἡμῶν πολλοὶ ἄνθρωποι· ἀλλὰ προφήτην ἦλθον ἰδεῖν. Καὶ ὡς ἔφθασε περὶ τὴ κέλλαν τοῦ γέροντος, κατ’ οἰκονομίαν Θεοῦ ηὐκαίρησεν ἔξω τῆς κέλλης ὁ γέρων· καὶ ἰδοῦσα αὐτόν, προσέπεσε τοῖς ποσὶν αὐτοῦ, καὶ ἤγειρεν αὐτὴν μετ’ ὀργῆς, καὶ προσέσχεν αὐτῇ λέγων·

Εἰ τὸ πρόσωπόν μου θέλεις ἰδεῖν, ἰδού, βλέπε. Ἡ δὲ ἀπὸ αἰσχύνης οὐ κατενόησε τὸ πρόσωπον αὐτοῦ. Καὶ λέγει αὐτῇ· Οὐκ ἤκουσας τὰ ἔργα μου; Ταῦτα βλέπειν ἀναγκαῖον; Πῶς δὲ καὶ ἐτόλμησας ποιῆσαι τοσοῦτον πλοῦν; Οὐκ οἶδας, ὅτι γυνὴ εἶ, καὶ οὐκ ὀφείλεις προσέρχεσθαι πώποτε; Ἢ ἵνα ἀπέλθῃς εἰς Ῥώμην καὶ εἴπῃς ταῖς γυναιξίν, ὅτι Ἑώρακα Ἀρσένιον, καὶ ποιήσουσι τὴν θάλασσαν ὁδὸν γυναικῶν ἐρχομένων πρός με;

Ἡ δὲ εἶπεν· Ἐὰν θέλῃ Κύριος, οὐκ ἀφῶ τινα ἐλθεῖν ὧδε· ἀλλ’ εὔχου ὑπὲρ ἐμοῦ, καὶ μνημόνευέ μου διαπαντός. Ὁ δὲ ἀποκριθείς, εἶπεν αὐτῇ· Εὔχομαι τῷ Θεῷ, ἵνα ἐξαλειφθῇ τὸ μνημόσυνόν σου ἐκ τῆς διανοίας μου.

Ταῦτα ἀκούσασα, ἐξῆλθεν τεταραγμένη. Καὶ ὡς ἦλθεν εἰς τὴν πόλιν, ἀπὸ λύπης ἔβαλε πυρέττειν. Καὶ ἀνηγγέλη τῷ πάπᾳ, ὅτι ἀσθενεῖ. Καὶ ἐλθὼν πρὸς αὐτήν, παρεκάλει μαθεῖν τί ἐστιν, ὃ ἔχει. Ἡ δὲ εἶπεν αὐτῷ·

Εἴθε μὴ ἀπήντησα ὧδε· εἶπα γὰρ τῷ γέροντι, Μνημόνευέ μου, καὶ εἶπέ μοι, ὅτι Εὔχομαι τῷ Θεῷ, ἵνα ἐξαλειφθῇ τὸ μνημόσυνόν σου ἐκ τῆς διανοίας μου. Καὶ ἰδοὺ ἐγὼ ἀποθνῄσκω ἐκ τῆς λύπης. Καὶ λέγει αὐτῇ ὁ ἀρχιεπίσκοπος.

Οὐκ οἶδας ὅτι γυνὴ εἶ, καὶ ὁ ἐχθρὸς διάβολος διὰ τῶν γυναικῶν πολεμεῖ τοὺς ἁγίους; Καὶ διὰ τοῦτο εἶπεν ὁ γέρων· περὶ γὰρ τῆς ψυχῆς σου εὔχεται διαπαντός. Καὶ οὕτως ἐθεραπεύθη ὁ λογισμὸς αὐτῆς, καὶ ἀπῆλθε μετὰ χαρᾶς εἰς τὰ ἴδια. Ἡ μὲν οὖν ἡσυχία καὶ ἡ ἀπάντησις τοιαύτη τοῦ Ἀρσενίου.

ΚΕΦΑΛΑΙΟΝ Βʹ ιγʹ. Εὐχῆς δὲ καὶ ταπεινοφροσύνης χάρισι τίς οὕτως ἐκεκόσμητο; Καί τις μὲν μάρτυς ὁ ἀδελφὸς ἐκεῖνος, ὁ παραβαλὼν ἐν τῷ κελλίῳ τοῦ γέροντος, ὅς, προσχὼν διὰ τῆς θυρίδος ἔνδον, θεωρεῖ τὸν γέροντα ὅλον ὡς πῦρ. Ἦν καὶ ἄξιος ὁ ἀδελφὸς τοῦ ἰδεῖν. Καὶ ὡς ἔκρουσεν, ἐξῆλθεν ὁ γέρων, καὶ ἰδὼν τὸν ἀδελφὸν ἔκθαμβον, λέγει αὐτῷ·

Ἔχεις πολλὴν ὥραν κρούων; Μὴ τί ποτε εἶδες ὧδε; Καὶ εἶπεν· Οὐχί. Καὶ λαλήσας αὐτῷ, ἀπέλυσεν. Τίς δὲ ὁ εἰπών, ὅτι ὥσπερ οὐδεὶς τοῦ παλατίου ἐφόρει βελτίονα αὐτοῦ ἐσθῆτα ἐν τοῖς βασιλείοις διάγων, οὕτως οὐδὲ ἐν τῇ ἐκκλησίᾳ τῆς Σκήτεως προσερχόμενος εὐτελεστέραν αὐτοῦ ἄλλος ἐφόρησεν. Ὅτε καὶ ἐδόθη ποτὲ εἰς Σκῆτιν πρὸς ὀλίγα ἰσχάδια, καὶ ὡς μηδὲν ὄντα οὐκ ἀπέστειλε τῷ Ἀρσενίῳ, ὡς ἵνα μὴ ὕβριν πάθῃ. Ὁ δὲ γέρων ἀκούσας, οὐκ ἦλθεν εἰς τὴν σύναξιν, λέγων·

Ἠφορίσατέ μοι τοῦ μὴ δοῦναί μοι τὴν εὐλογίαν, ἣν ἔπεμψεν ὁ Θεὸς τοῖς ἀδελφοῖς, ἣν οὔκ εἰμι ἄξιος λαβεῖν. Καὶ ἤκουσαν πάντες, καὶ ὠφελήθησαν εἰς τὴν ταπείνωσιν τοῦ γέροντος. Καὶ ἀπελθὼν ὁ πρεσβύτερος ἤγαγεν αὐτὸν εἰς τὴν σύναξιν μετὰ χαρᾶς.

ιδʹ. Τὸ δὲ διερωτᾷν αὐτόν, καὶ μὴ στοιχεῖν ἐν τῷ ἰδίῳ σκοπῷ, οὐ ταπεινώσεως ἔργον, καίπερ γνώσει καὶ συνέσει καὶ σοφίᾳ κατηγλαϊσμένος; Τοίνυν πυνθανόμενον αὐτόν ποτέ τινα Αἰγύπτιον περὶ τῶν ἰδίων λογισμῶν, ἰδὼν αὐτὸν ἕτερος τῶν ἀδελφῶν, εἶπεν·

Ἀββᾶ Ἀρσένιε, πῶς τοσαύτην παίδευσιν ῥωμαϊκὴν καὶ ἑλληνικὴν ἐπιστάμενος, τοῦτον τὸν ἀγροῖκον περὶ τῶν σῶν ἐρωτᾷς λογισμῶν; Καὶ ὁ μακάριος ἔφη· Τὴν μὲν ῥωμαϊκὴν καὶ ἑλληνικὴν παίδευσιν ἵσταμαι, τὸν δὲ ἀλφάβητον τοῦ ἀγροίκου τούτου οὔπω μεμάθηκα.

Τί δηλοῖ ὁ ἅγιος ἐν τούτῳ; Ὅτι, κἂν πᾶσαν παίδευσιν ᾖ τις ἐξησκηκώς, μὴ τὴν διὰ ταπεινώσεως ἀληθοῦς ἀλφάβητον ἐν πρώτοις μάθοι, ἐν δευτέρῳ τιθεὶς ὡς ἐν παρέργῳ πᾶσαν σοφίαν κοσμικήν, ἀπαίδευτός ἐστι τῷ ὄντι καὶ ἀμαθέστατος. Πάλιν οὖν ἐπηρώτησεν αὐτόν·

Πῶς ἡμεῖς ἀπὸ τοσαύτης παιδεύσεως καὶ σοφίας οὐδὲν ἔχομεν, οὗτοι δὲ οἱ Αἰγύπτιοι τοσαύτας ἀρετὰς κέκτηνται; Λέγει αὐτῷ ὁ Ἀρσένιος· Ἡμεῖς ἀπὸ τῆς τοῦ κόσμου παιδεύσεως οὐδὲν ἔχομεν· οὗτοι δὲ οἱ Αἰγύπτιοι καὶ ἰδιῶται ἀπὸ ἰδίων κόπων ἐκτήσαντο τὰς ἀρετάς.