Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὸν ὅσιον Ἀρσένιον (Νόθος)

Θεόδωρος ὁ Στουδίτης

Ασκητικοί αγώνες και ακτημοσύνη

Περιγραφή των έντονων πνευματικών αγώνων του αγίου, όπως το χάρισμα των δακρύων, η ολονύκτια αγρυπνία, η σκληραγωγία και η απόλυτη πενία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 5 από 7

ιεʹ. Πρὸς δὲ τὴν ταπεινοφροσύνην καὶ εὐκατάνυκτος ἦν ὁ ἅγιος, προχέων ἀενάως τὸ ἱερὸν ἐκείνου δάκρυον· ὅλον γὰρ τὸν χρόνον τῆς ζωῆς αὐτοῦ καθεζόμενος εἰς τὸ «ἐρχόμενον», ῥάκος εἶχεν ἐν τῷ κόλπῳ χάριν τῶν δακρύων, τῶν πιπτόντων ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ. Προσῆν δὲ αὐτῷ καὶ τὸ τῆς ἀγρυπνίας χάρισμα ὑπερφυῶς.

Ποτὲ οὖν ἐκάλεσε τόν τε ἀββᾶν Ἀλέξανδρον καὶ Ζώϊλον, τοὺς μαθητὰς αὐτοῦ, καὶ ταπεινῶν ἑαυτόν, εἴρηκεν· Ἐπειδὴ οἱ δαίμονες πολεμοῦσί με, καὶ οὐκ οἶδα εἰ κλέπτουσί με ἐν ὕπνῳ, τὴν νύκτα ταύτην κοπιάσατε μετ’ ἐμοῦ, καὶ τηρήσατέ με, εἰ νυστάξω ἐν τῇ ἀγρυπνίᾳ.

Καὶ ἐκάθισαν εἷς ἐκ δεξιῶν αὐτοῦ, καὶ εἷς ἐξ εὐωνύμων αὐτοῦ ἀπὸ ὀψὲ σιωπήσαντες, καὶ εἶπον ἀμφότεροι, ὅτι, Ἡμεῖς ἐκοιμήθημεν καὶ ἀνέστημεν, καὶ οὐκ ᾐσθάνθημεν αὐτὸν νυστάξαντα, καὶ ἐπὶ τῷ πρωί, ὁ Θεὸς οἶδεν ἢ ὅτι ἀφ’ ἑαυτοῦ ἐποίησεν, ἵνα νοήσωμεν ὅτι ἐνύσταξεν, ἢ ὅτι κατ’ ἀλήθειαν ἡ φύσις τοῦ ὕπνου ἦλθεν, ἐφύσησε τρεῖς πνοάς, καὶ εὐθὺς ἀνέστη, λέγων·

Ἐνύσταξα, ναί. Καὶ ἀπεκρίθημεν· Ἡμεῖς οὐκ οἴδαμεν. Πλὴν ὅλην τὴν νύκτα διετέλει ἀγρυπνῶν, καὶ ὅτε ἦλθε τῷ πρωὶ διὰ τὴν φύσιν καθευδῆσαι, ἔλεγεν τῷ ὕπνῳ· Δεῦρο, κακὲ δοῦλε, ὑπούργησον· καὶ ἥρπαξε μικρὸν καθεζόμενος, καὶ εὐθέως ἠγείρετο.

Ὀψὲ Σαββάτων, ἐπιφωσκούσης Κυριακῆς, ἤφιε τὸν ἥλιον ὀπίσω αὐτοῦ, καὶ ἔτεινε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν εὐχόμενος, ἕως οὗ πάλιν ὁ ἥλιος ἔλαμψεν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ οὕτω λοιπὸν ἐκαθέζετο. ιϛʹ. Φέρων δὲ ἦν διὰ γλώσσης ὁ μακάριος καὶ τοῦτο· ὅτι, Ἀρκετὸν τῷ μοναχῷ, ἵνα κοιμᾶται μίαν ὥραν, ἐάν ἐστιν ἀγωνιστής.

Καὶ πάλιν, ὅτι, Ξένος μοναχὸς εἰς ἀλλοτρίαν χώραν μηδὲν μεσαζέτω, καὶ ἀναπαύεται. Καὶ πάλιν εἶπεν· Ἐὰν τὸν Θεὸν ζητήσωμεν, φανήσεται ἡμῖν, καὶ ἐὰν αὐτὸν κατάσχωμεν, παραμένει ἡμῖν. Εἰργάζετο δὲ καὶ ταῖς χερσὶν ὁ Ἀρσένιος, ἀποστολικῷ καυχήματι σεμνυνόμενος· ἔπλεκε γὰρ τὴν σειράν, καὶ ἔρραπτεν ἕως ὥρας ἕκτης, καὶ τὸ δὴ θαυμαστόν, ὅτι, εἰ μὴ ἅπαξ τοῦ ἐνιαυτοῦ οὐκ ἤλασε τῶν βαΐων τὸ ὕδωρ, μᾶλλον δὲ προσετίθη. Καὶ παρεκάλουν αὐτόν τινες τῶν Πατέρων, λέγοντες·

Διὰ τί οὐκ ἀλλάσσεις τῶν βαΐων τὸ ὕδωρ; ὅτι ὄζει. Καὶ ἔλεγεν αὐτοῖς· Ἀντὶ τῶν θυμιαμάτων καὶ τῶν μύρων, ὧν ἀπήλαυσα ἐν τῷ κόσμῳ, χρεία ἀπολαύειν με τῆς δυσωδίας ταύτης. Οὐ μὴ παρῇ καὶ τὸ ἐγκρατὲς ἐν τῷ τοιούτῳ σκοπῷ, ἀλλ’ ὑποπιάζων τὸ σῶμα, ἐδουλαγώγει ἑαυτόν, ὡς ἄριστος πωλοδάμνης, φεύγων μὲν τὸν κόρον, ὡς ὑβριστὴν πῶλον. Τῆς ὀπώρας δὲ πάντα ἀπεχόμενος ἦν. Μόνον ὡς ἤκουσεν, ὅτι ἐτέλεσεν πᾶν γέννημα ὀπώρας, ἔλεγεν ἀφ’ ἑαυτοῦ·

Φέρετέ μοι· Καὶ ἐγεύετο ἅπαξ ἀπὸ πάντων μικρόν, εὐχαριστῶν τῷ Θεῷ. Ἔλεγε δὲ ὁ ἀββᾶς Δανιὴλ περὶ αὐτοῦ, ὅτι· Τοσαῦτα ἔτη ἔμεινε μεθ’ ἡμῖν, μόνον θαλλὶν σίτου ἐποιοῦμεν αὐτῷ τοῦ ἐνιαυτοῦ, καὶ ὅτε παρεβάλομεν πρὸς αὐτόν, ἐξ αὐτοῦ ἠσθίομεν.

ιζʹ. Ἀλλὰ γὰρ καὶ ἀκτήμων ἦν ὁ Ἀρσένιος, ὁ ὄντως ἐν ἀγαθοῖς πλούσιος. Ἔχρῃζον οὖν πράγματος ἕως ἑνὸς λικνοῦ, καὶ μὴ ἔχων, πόθεν ἀγοράσαι, ἔλαβε παρά τινος ἀγάπην, καὶ εἶπεν· Εὐχαριστῶ σοι, Κύριε, ὅτι ἠξίωσάς με λαβεῖν ἀγάπην διὰ τὸ ὄνομά σου.

Οἷον δὲ καὶ τὸ παρὸν ἀπαθείας ὢν ἀκροτάτης λεκτέον. Ἦλθε οὖν ποτε πρὸς αὐτὸν μαγιστριανός, φέρων αὐτῷ διαθήκην συγκλητικοῦ αὐτοῦ, ὃς κατέλιπεν αὐτῷ κληρονομίαν πολλὴν σφόδρα, καὶ λαβὼν αὐτὴν ἤθελε σχίσαι. Ἔπεσε δὲ ὁ μαγιστριανὸς εἰς τοὺς πόδας αὐτοῦ λέγων·