Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὸν ὅσιον Ἀρσένιον (Νόθος)

Θεόδωρος ὁ Στουδίτης

Τα τελευταία έτη, νουθεσίες και κοίμηση

Η αναχώρηση από το κελλί, η ασθένεια, οι τελικές διδασκαλίες περί σιωπής, οι παραγγελίες για τον ενταφιασμό και η τελευτή του οσίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 6 από 7

Δέομαί σου, μὴ σχίσῃς αὐτήν, μὴ δεξάμενος. Πρὸς τούτοις καὶ διακριτικὸς ὑπῆρχεν, εἴ ποτε ἤρετό τις. Πυθομένου οὖν τοῦ ἀββᾶ Μάρκου καὶ λέγοντος· Καλὸν τὸ μὴ ἔχειν τινὰ παράκλησιν ἐν τῷ κελλίῳ αὐτοῦ; καὶ γὰρ εἶδον ἀδελφὸν ἔχοντα μικρὰ λάχανα καὶ ἐκριζοῦντα αὐτά.

Εἶπεν ὁ γέρων· Καλὸν μέν ἐστιν· ἀλλὰ πρὸς τὴν ἕξιν τοῦ ἀνθρώπου· ἐὰν γὰρ μὴ ἔχῃ ἰσχὺν ἐν τῷ τοιούτῳ τρόπῳ, πάλιν φυτεύει ἄλλα. Ἄλλοτε πάλιν εἶπεν ὁ γέρων τῷ ἀββᾷ Ἀλεξάνδρῳ· Ὅτ’ ἂν ἀποσχίσῃς τὰ θαλλία σου, δεῦρο γεῦσαι μετ’ ἐμοῦ.

Ὁ οὖν ἀββᾶς Ἀλέξανδρος ὁμαλῶς εἰργάζετο καὶ ἐπιεικῶς, καὶ ὡς γεγόνασιν ἡ ὥρα, ἀκμὴν εἶχε θαλλία, καὶ θέλων τηρῆσαι τὸν λόγον τοῦ γέροντος, ἀνέμεινε πληρῶσαι αὐτά. Ὁ οὖν ἀββᾶς Ἀρσένιος ὡς εἶδεν ὅτι ἐχρόνισε, λογισάμενος μήποτε ξένους ἔσχεν, ἐγεύσατο. Ὁ δὲ Ἀλέξανδρος, ὡς ἐτέλεσεν, ὀψὲ ἀπῆλθε· καὶ λέγει αὐτῷ ὁ γέρων·

Ξένους ἔσχες; Καὶ λέγει· Οὐχί. Εἶπον οὖν αὐτῷ· Πῶς οὐκ ἦλθες; Ὁ δὲ λέγει· Ὅτι εἶπές μοι· Ὅτ’ ἂν ἀποσχίσῃς τὰ θαλλία σου, ἐλθέ, καὶ τηρῶν σου τὸν λόγον, οὐκ ἦλθον, ὅτι ἄρτι ἐπλήρωσα. Καὶ ἐθαύμαζεν ὁ γέρων τὴν ἀκρίβειαν αὐτοῦ, καὶ λέγει αὐτῷ·

Ταχυτέρως κατάλυε, ἵνα καὶ τὴν σύναξίν σου βάλῃς, καὶ τοῦ ὕδατός σου μεταλαμβάνῃς· εἰ δὲ μή γε, ταχέως ἔχει τὸ σῶμά σου ἀσθενῆσαι. ιηʹ. Οὐκ ἐδεῖτο δὲ ταπεινοῦσθαι καιρῷ τινι τοῖς ἑαυτοῦ μαθηταῖς ὁ μακάριος. Καθεζομένου αὐτοῦ ποτε ἐν τοῖς κάτω μέρεσι καὶ ὀχλουμένου, ἔδοξεν αὐτῷ καταλιπεῖν τὸ κελλίον, μηδὲν ἐξ αὐτοῦ λαβών. Καὶ ἐπορεύθη πρὸς τοὺς ἑαυτοῦ μαθητάς, τοὺς Φαρανίτας, Ἀλέξανδρον καὶ Ζώϊλον. Εἶπεν οὖν Ἀλεξάνδρῳ·

Ἀνάστα, ἀνάπλευσον. Καὶ ἐποίησεν οὕτως. Καὶ τῷ Ζωΐλῳ εἶπεν· Δεῦρο μετ’ ἐμοῦ ἕως τοῦ ποταμοῦ, καὶ ζήτησόν μοι πλοῖον ἐπὶ τὴν Ἀλεξάνδρειαν ἀναπλέον, καὶ οὕτω καὶ σὺ ἀνάπλευσον πρὸς τὸν ἀδελφόν σου. Ὁ δὲ Ζώϊλος ἐπὶ τῷ λόγῳ ταραχθείς, ἐσιώπησε, καὶ οὕτως ἐχωρίσθησαν ἀπ’ ἀλλήλων. Κατῆλθεν οὖν ὁ γέρων ἐπὶ τὰ μέρη Θηβαΐδος, καὶ ἠσθένησεν ἀρρωστίαν μεγάλην. Οἱ δὲ τούτου διακονηταὶ εἶπον πρὸς ἀλλήλους·

Μὴ ἄρα τις ἡμῶν ἐλύπησε τὸν γέροντα, καὶ διὰ τοῦτο ἐχωρίσθη ἀφ’ ἡμῶν; Καὶ οὐχ εὗρον ἐν ἑαυτοῖς οὐδέν. Ὑγιάνας δὲ ὁ γέρων εἶπεν· Πορεύσομαι πρὸς τοὺς πατέρας μου. Καὶ οὕτως ἀναπλεύσας ἦλθεν εἰς τὴν Πέτραν, ὅπου ἦσαν οἱ μαθηταὶ αὐτοῦ. Ὄντος δὲ αὐτοῦ πλησίον τοῦ ποταμοῦ, παιδίσκη τις Αἰθιόπισσα ἐλθοῦσα, ἥψατο μηλωτῆς αὐτοῦ. Ὁ δὲ γέρων ἐπετίμησεν αὐτῇ. Ἡ οὖν παιδίσκη λέγει αὐτῷ·

Εἰ μοναχὸς εἶ, πορεύου εἰς τὸ ὄρος. Ὁ δὲ γέρων ἐπὶ τῷ λόγῳ κατανυγείς, ἔλεγεν ἐν ἑαυτῷ· Ἀρσένιε, εἰ μοναχὸς εἶ, πορεύου εἰς τὸ ὄρος. Καὶ ἐπὶ τοῦτο ἀπήντησαν αὐτῷ ὅ τε Ἀλέξανδρος καὶ Ζώϊλος, καὶ ἐπιπεσόντων αὐτῶν τοῖς ποσὶ αὐτοῦ, ἔρριψεν ἑαυτὸν ὁ Γέρων, καὶ ἔκλαυσαν ἀμφότεροι. Εἶπε δὲ ὁ γέρων·

Οὐκ ἠκούσατε, ὅτι ἀσθενῶ; Καὶ εἶπον αὐτῷ· Ναί. Καὶ λέγει ὁ γέρων· Καὶ διὰ τί οὐκ ἤλθετε ἰδεῖν με; Καὶ λέγει ὁ ἀββᾶς Ἀλέξανδρος· Ὅτι ὁ χωρισμός σου ἀφ’ ἡμῶν οὐ γέγονε πιθανός, καὶ πολλοὶ οὐκ ὠφελήθησαν, λέγοντες ὅτι, Εἰ μὴ παρήκουσαν τοῦ γέροντος, οὐκ ἂν ἐχωρίσθη ἀπ’ αὐτῶν.

Καὶ λέγει αὐτοῖς· Κἀγὼ ἔγνων· πάλιν οὖν μέλλουσιν λέγειν οἱ ἄνθρωποι· Ὅτι μὴ εὑροῦσα ἡ περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὑτῆς, ἀνέστρεψε πρὸς Νῶς εἰς τὴν κιβωτόν. Καὶ οὕτως ἐθεραπεύθησαν, καὶ ἔμειναν μετ’ αὐτοῦ ἕως τῆς τελευτῆς αὐτοῦ.

ΚΕΦΑΛΑΙΟΝ Γʹ ιθʹ. Πάλιν ἄλλου πυθομένου καὶ λέγοντος τῷ Ἀρσενίῳ· Οἱ λογισμοί μου θλίβουσί με, λέγοντες· Οὐ δύνασαι νηστεῦσαι, οὐδὲ ἐργάζεσθαι, κἂν ἐπισκέπτου ἀσθενοῦντας, καὶ τοῦτο δὲ ἀγάπη ἐστίν. Εἰδὼς δὲ ὁ γέρων τὰς πονηρίας καὶ τοὺς δόλους τῶν δαιμόνων, λέγει τῷ ἀδελφῷ·

Ὕπαγε, φάγε πίε, κοιμῶ, καὶ μὴ ἐργάσῃ· μόνον τοῦ κελλίου σου μὴ ἀποστῇς ἤδη γὰρ ὅτι ἡ ὑπομονὴ τοῦ κελλίου φέρει τὸν μοναχὸν εἰς τὴν τάξιν αὐτοῦ. Οὐκ ἀπελιμπάνετο δὲ τοῦ διορατικοῦ χαρίσματος, ἔμπλεως ὢν ὁ ἀοίδιμος θείας χάριτος. Καθημένου οὖν αὐτοῦ εἰς τὸ κελλίον, ἦλθε φωνή, λέγουσα αὐτῷ·

Δεῦρο, δείξω σοι τὰ ἔργα τῶν ἀνθρώπων. Καὶ ἀναστὰς ἐξῆλθε, καὶ ἀπήνεγκεν αὐτὸν εἰς τόπον τινά, καὶ ἔδειξεν αὐτῷ Αἰθίοπα, κόπτοντα ξύλα καὶ ποιοῦντα φορτίον μέγα· ἐπείραζε δὲ βαστάσαι αὐτό, καὶ οὐκ ἠδύνατο, καὶ ἀντὶ τοῦ ἆραι ἐξ αὐτοῦ, ἀπελθὼν πάλιν ἔκοπτε ξύλα καὶ προσετίθη τῷ φορτίῳ. Καὶ προβὰς ὀλίγον, ἔδειξεν αὐτῷ τινα ἱστάμενον ἐπὶ λάκκου, καὶ ἀντλοῦντα ὕδωρ ἐξ αὐτοῦ καὶ μεταβάλλοντα εἰς δεξαμένην τετρυπημένην καὶ τὸ αὐτὸ ὕδωρ ἐκχέουσαν. Καὶ πάλιν λέγει αὐτῷ·

Δεῦρο, δείξω σοι. Καὶ θωρεῖ ἱερὸν καὶ δύο ἄνδρας καθημένους ἵπποις, καὶ βαστάζοντας ξύλον πλαγίως ἕνα κατὰ τοῦ ἑνός. Ἤθελον δὲ διὰ τῆς πύλης τοῦ ἱεροῦ εἰσελθεῖν, καὶ οὐκ ἠδύναντο, διὰ τὸ εἶναι τὸ ξύλον αὐτῶν πλάγιον· οὐκ ἐταπείνωσε δὲ αὐτὸν ὁ εἷς ὀπίσω τοῦ ἄλλου ἐνέγκαι τὸ ξύλον ἐπ’ εὐθείας καὶ διὰ τοῦτο ἔμειναν ἔξω τῆς πύλης. Ἐπύθετο οὖν ὁ Ἀρσένιος τί ᾖ ταῦτα. Καὶ ἐρρέθη αὐτῷ·

Οὗτοί εἰσι, φησίν, βαστάζοντες ξύλον δικαιοσύνης μετὰ ὑπερηφανίας, καὶ οὐκ ἐταπεινώθησαν τοῦ πορευθῆναι τῇ ταπεινῇ ὁδῷ τοῦ Χριστοῦ, διὸ μένουσιν ἔξω τῆς βασιλείας τοῦ Θεοῦ· ὁ δὲ τὰ ξύλα κόπτων, ἄνθρωπός ἐστι ἐν ἁμαρτίαις πεφορτισμένος, καὶ ἀντὶ τοῦ μετανοῆσαι, ἕτερα προστιθῶν οὐ παύεται. Καὶ ὁ τὸ ὕδωρ ἀντλῶν, ἄνθρωπός ἐστι καλὰ μὲν ἔργα ποιῶν, ἀλλ’ ἐπειδὴ σὺν αὐτοῖς ἔχει τινὰ πονηρά, ἐν τούτῳ ἀπώλεσε καὶ τὰ χρηστά.

Χρεία οὖν νήψεως τῷ ἀνθρώπῳ εἰς τὰ ἔργα αὐτοῦ, ἵνα μὴ εἰς κενὸν κοπιάσῃ. κʹ. Διηγούμενον δέ ἐστι καὶ τοῦτο περὶ αὐτοῦ· ὅτι ἀσθενήσαντος αὐτοῦ ποτε εἰς Σκῆτιν, ἀπῆλθεν ὁ πρεσβύτερος καὶ ἤνεγκεν αὐτὸν πρὸς τὴν ἐκκλησίαν καὶ ἔθηκεν αὐτὸν εἰς χαλάδριον καὶ μικρὸν προσκεφάλαιον πρὸς τῇ κεφαλῇ αὐτοῦ. Καὶ εἷς τῶν γερόντων ἐλθὼν εἰς ἐπίσκεψιν αὐτοῦ, ἰδὼν αὐτὸν εἰς τὸ χαλάδριον, ἐσκανδαλίσθη, λέγων·

Οὗτός ἐστι ὁ ἀββᾶς Ἀρσένιος, καὶ εἰς ταῦτα ἀνάκειται; Λαβὼν δὲ αὐτὸν ὁ πρεσβύτερος, λέγει αὐτῷ· Τί ἦν τὸ ἔργον σου ἐν τῇ κώμῃ σου; Λέγει ὁ γέρων· Ποιμὴν προβάτων ἤμην. Καὶ λέγει ὁ πρεσβύτερος· Πῶς οὖν, φησί, διῆγες τὸν βίον σου;

Ὁ δέ φησιν· Ἐν κόπῳ πολλῷ καὶ μόχθῳ. Καὶ λέγει αὐτῷ· Καὶ πῶς διάγεις ἀρτίως ἐν τῷ κελλίῳ σου; Ὁ δὲ ἔφη· Καλῶς ἀναπαύομαι. Καὶ λέγει αὐτῷ ὁ πρεσβύτερος· Βλέπεις τοῦτον τὸν ἀββᾶν Ἀρσένιον; πατὴρ βασιλέως ὑπῆρχεν ἐν τῷ κόσμῳ, καὶ χίλιοι δοῦλοι σηρικοφόροι παρίσταντο αὐτῷ, πολύτιμα δὲ στρώματα ὑποκάτω αὐτοῦ ἦν· σὺ δὲ ποιμὴν ὤν, οὐκ εἶχες, ἣν νῦν ἔχεις, ἀνάπαυσιν· καὶ οὗτος τὴν τρυφήν, ἣν εἶχεν ἐν τῷ κόσμῳ, ὧδε οὐκ ἔχει. Ἰδοὺ οὖν, σὺ μὲν ἀναπαύῃ, κἀκεῖνος θλίβεται.

Ὁ δὲ ἀκούσας ταῦτα, κατηνύγη καὶ ἔβαλε μετάνοιαν, λέγων· Συγχώρησόν μοι, ἀββᾶ, ἡμάρτηκα, ὅτι οὗτος ἦλθεν εἰς κόπον, κἀγὼ εἰς ἀνάπαυσιν· Καὶ ὠφεληθεὶς ὁ γέρων ἀνεχώρησε. καʹ. Τούτῳ τῷ μακαρίῳ ἐπέστησαν οἱ δαίμονες ἐν τῷ κελλίῳ, θλίβοντες αὐτόν. Παραλαβόντες δὲ οἱ διακονοῦντες αὐτῷ καὶ στάντες ἔξω τῆς κέλλας, ἤκουσαν αὐτοῦ βοῶντος πρὸς τὸν Θεὸν καὶ λέγοντος·

Ὁ Θεός μου, μὴ ἐγκαταλίπῃς με· οὐδὲν ἐποίησα ἐνώπιόν σου ἀγαθόν· ἀλλὰ δός μοι κατὰ τὴν χρηστότητά σου βαλεῖν ἀρχήν. Πυθομένου δὲ αὐτὸν ἑτέρου ἀδελφοῦ ἀκοῦσαι λόγον ὠφελείας, εἶπεν αὐτῷ ὁ γέρων· Ὅση δύναμις, ἀγώνισαι, ἵνα ἡ ἔνδον σου ἐργασία κατὰ Θεὸν ᾖ, καὶ νικήσεις τὰ ἔξω πάθη.

Διηνεκῶς οὖν ἐν πολλοῖς ἔτεσιν ὁ Μακάριος τοὺς ἀσκητικοὺς αὐτοῦ ἀγῶνας, καὶ ἀνάπλεως ὢν παντὸς κατορθώματος, ἐπεὶ ἐνέστηκεν ὁ τῆς μεταστάσεως καιρός, παρῄνει τοῖς μαθηταῖς αὐτοῦ λέγων· Μὴ φροντίσητε ποιεῖν ἀγάπας ὑπὲρ ἐμοῦ· ἐγὼ γάρ, εἴ τι ἐποίησα ἐμαυτῷ, ταύτην ἔχω εὑρεῖν.

Ἐταράχθησαν οὖν οἱ μαθηταί, ἀκούσαντες ταῦτα καὶ λέγει αὐτοῖς· Οὔπω ἦλθε ἡ ὥρα· ὅτε δὲ ἔρχεται, λέγω ὑμῖν· κριθῆναι δὲ ἔχω μεθ’ ὑμῶν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, ἐὰν δώσητε τὸ λείψανόν μού τινι. Τί οὖν, φησί, ποιήσομεν; ὅτι οὐκ οἴδαμεν ἐνταφιάσαι.

Καὶ λέγει αὐτοῖς ὁ Γέρων· Οὐκ οἴδατε βαλεῖν σχοινίον καὶ ἆραί με εἰς τὸ ὄρος; Οὗτος δὲ ἦν ὁ λόγος τοῦ Γέροντος· Ἀρσένιε, διὸ ἐξῆλθες, τοῦτο σημαῖνον. Ἐπείπερ, φησὶ Θεῷ συνεῖναι σαυτὸν προέθου, ἀκλόνητον τὸν νοῦν διατήρει, ἵνα μὴ διὰ τῆς λήθης κενὸς γένῃ τοῦ συναμιλλᾶσθαι Θεῷ.

κβʹ. Ἔλεγε δὲ καὶ τοῦτο· Λαλήσας γὰρ πολλάκις μετεμελήθην, σιωπήσας δὲ οὐδέποτε. Τούτῳ γὰρ ἐδήλωσεν ὁ ὅσιος, ὅτι ἐκ πολυλογίας πολλάκις, καὶ μὴ ἐστοχασμένος προσφέρειν τὰ ἁρμόζοντα, ἐκπίπτει ὁ ἄνθρωπος, καὶ ἐπὶ συμφορὰς ἴσως καὶ θανατηφόρους καὶ δικαιολογίας κρημνιζόμενος· ὁ ἄφρων μὴ αἰσθανόμενος, οὐ μετεμελήθη, ἀλλὰ μᾶλλον ἀναισχυντῶν ἐπὶ τὸ ἐναντίον εἰς τὸ λέγειν ἀνδρίζεται διὰ ἔριν κακίας· παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται ῥήμασιν ἰδίου στόματος. Ὁ δὲ εὔφρων, καὶ τὸν νοῦν κεκαθαρμένον ἐπέχων, λαλήσας παρὰ τὸ δέον, πολλάκις μετεμελήθη.

Εἶθε γάρ, φησί, μὴ τόνδε λόγον προεξήνεγκον. Ἐκ γὰρ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν. Διὰ τοῦτο καλὸν ἡ εὔκαιρος σιωπή. Ὡς δὲ ἐγγὺς ἦν τοῦ τελευτᾷν, εἶδον αὐτὸν οἱ ἀδελφοὶ κλαίοντα, καὶ λέγουσιν αὐτῷ·

Ἐν ἀληθείᾳ καὶ σὺ φοβῇ, πάτερ; Καὶ λέγει αὐτοῖς· Ἐν ἀληθείᾳ ὁ φόβος ὁ νῦν ὢν μετ’ ἐμοῦ ἐν τῇ ὥρᾳ ταύτῃ, μετ’ ἐμοῦ ἦν ἀφ’ οὗ γέγονα μοναχός. Καὶ οὕτως ἐκοιμήθη ἐν εἰρήνῃ. Ἀμέλει ὁ ἀββᾶς Ποιμὴν ἀκούσας ὅτι ἐκοιμήθη, δακρύσας εἶπεν·

Μακάριος εἶ, ἀββᾶ Ἀρσένιε, ὅτι ἔκλαυσας σαυτὸν ἐν τῷδε τῷ κόσμῳ· ὁ γὰρ μὴ κλαίων ἑαυτὸν ὧδε, αἰωνίως ἐκεῖ κλαύσεται. Εἴτε οὖν ὧδε ἑκόν, εἴτε ἐκεῖ ἀπὸ βασάνων ἀδύνατον μὴ κλαῦσαι. κγʹ. Διηγήσατο δὲ ἀββᾶς Δανιὴλ περὶ αὐτοῦ, ὅτι·