Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὸν Θεοφάνην Ὁμολογητήν

Θεόδωρος ὁ Στουδίτης

Εικονομαχικοί διωγμοί, θεολογική αναίρεση και ομολογία πίστεως

Η στάση του αγίου απέναντι στους διωγμούς των εικονομάχων, η σύλληψη, η ανάκριση, η δογματική υπεράσπιση της ορθόδοξης πίστης και η καρτερία του κατά τον διετή εγκλεισμό στη φυλακή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 3 από 4

Δόξειε δ’ ἄν τις μὴ ἔξω αἰτίας τιθέναι τὸν ἄνδρα ὡς ἐν καιρῷ διωγμοῦ —τοῦ κατὰ τὴν μοιχείαν λέγω τοῦ δευτέρου Ἡρώδου ἀναφθέντος—μὴ ἑλέσθαι ὑπὲρ τοῦ ἀγαθοῦ τληπαθεῖν, συναπαχθῆναι δὲ τοῖς ἄλλοις, ὡς ἔτυχε· καὶ θαυμαστὸν οὐδέν, εἰ καὶ ἥλιος πρὸς βραχὺ νεφούμενος ἀκτῖνας οὐκ ἀφίησι καὶ ἄνθρωπος, τρεπτῆς ὢν φύσεως, κἂν τῶν δοκίμων τις εἶναι δοκοίη, ἐλάχιστα ἁμαρτάνειν φαίνοιτο, ὡς μόνου Θεοῦ εἶναι τὸ παντελῶς ἄπταιστον καὶ ἀνάλωτον πάθεσιν, καθάπερ τις ἔφη τῶν ἱερῶν θεολόγων. Ἐγὼ δὲ ἐκεῖνο εἴποιμι καί γε συνίημι καλῶς ὄτι, καθάπερ τις θηρευτὴς ἀβουλίᾳ διαμαρτὼν τοῦ πρώτου θηράματος πρὸς δευτέραν πεῖραν δοκιμώτερος γίνοιτο ἑλεῖν τὸ καταδιωκόμενον, οὕτω κἀνταῦθα ἐκ τῆς πρώτης ἥττης παρασκευασθεὶς ὁ γενναιότατος πρὸς τὸν δεύτερον καὶ χαλεπώτατον διωγμὸν ἄριστος ὅτι μάλιστα ἀναδέδεικται. Τίς δὲ οὗτος φράσων ἔρχομαι.

Ἐβασίλευσαν ἐφ’ ἑαυτούς, κατὰ τὸ πάλαι ᾀδόμενον, οἱ ἐθνόφρονες εἰκονομάχοι τὸν υἱὸν τοῦ Ταβεήλ, εἴπερ Κωνσταντίνου τοῦ παλαμναίου σπέρμα κατ’ ἀσέβειαν Λέων ὁ μετὰ Μιχαὴλ τὸν κλεινὸν βασιλέα ἀναρρηθεὶς τύραννος, ὁ ὄφις ὁ σκολιός, ὁ ἀντικείμενος νοῦς, ὁ ὑπεραιρόμενος αὐχήν, ὁ ἄνθρωπος τῆς ἀπωλείας, ὁ υἱὸς τῆς ἀνομίας, τὸ σκεῦος τῆς ὀργῆς, τὸ ἀρμενογενὲς ἔκτρωμα, ὁ λειτουργὸς τοῦ διαβόλου, ὁ διάκονος καὶ συνεργὸς τοῦ σατανᾶ· ὃς τὴν πατρῴαν μανίαν ἐμπνευσθεὶς συναθροίζει κατὰ συνόδου ἱερᾶς πονηρὸν συνέδριον, ἐπὶ βεβαιώσει δηλαδὴ τοῦ πάλαι ψευδοσυλλόγου. Διὰ τοῦτο καὶ αὖθις ἡ εἰκὼν τοῦ Χριστοῦ καθυβρίσθη, τῆς αὐτοῦ ἁγίας μητρός, τῶν ἁπάντων αὐτοῦ θεραπόντων, ὥσπερ τινὰ βδελύγματα, ὃ καὶ φρίττω λέγειν, ἀφαιρεθεῖσαι ἐκ μέσου τάχει· διὰ τοῦτο ναοὶ ἀμαυρούμενοι καὶ θυσιαστήρια κατασκαπτόμενα καὶ ἱερὰ βεβηλούμενά τε καὶ ἀφανιζόμενα. Διὰ τοῦτο αἵματα χεόμενα καὶ ἄνδρες ὅσιοι ἀποκτεινόμενοι καὶ φυλακαὶ πληρούμεναι καὶ φυγαδεῖαι ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἐξευρισκόμεναι· διὰ τοῦτο ἱερεῖς ἀφρονευόμενοι καὶ ἱεράρχαι ἀνοσιούμενοι καὶ ἄρχοντες Τάνεως καὶ βέβηλοι κυριεύοντες καὶ παρθένοι γυμνούμενοι καὶ δέους τὰ πάντα πληρούμενα, οὕτω φιλονεικοῦντος τοῦ πονηροῦ κράτους πᾶσαν ψυχὴν ἐπ’ ἀπωλείᾳ χειρώσασθαι καὶ μηδένα εἶναι τὸν διασωζόμενον.

Ἀλλὰ γὰρ οὐχ, ὡς ᾤετο, ὁ δράκων εἷλεν ἅπαντας εἰς τὸ τῆς ἀσεβείας πέταυρον. Κατὰ γὰρ τὸν Ἠλιοῦ χρηματισμὸν κἀνταῦθα ἡ θεία φωνὴ λέγουσα «κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ». Τίνες δὴ οὗτοι; Τῶν πατριαρχῶν ὁ κράτιστος, ἱεράρχαι τε καὶ ἱερεῖς, μοναδικοί τε καὶ μιγάδες, καὶ ὁ νῦν ἐπᾳδόμενος· ὅς, ἐπειδὴ κλινήρης ὢν ἐκ νεφριτικοῦ πάθους καὶ χρονίου μαρασμοῦ οὐχ οἷός τε ἦν κατὰ τὴν ἐπιθυμίαν ἐπιδημεῖν τοῖς ἐν ἄστει καὶ συνδιαφέρειν τοὺς ἀγῶνας, τί ποιεῖ; Γράμμασι μὲν ἀντιβολεῖ ὡς ἕνα τῶν διαγωνιζομένων καὶ αὐτὸν λελογίσθαι διὰ τῆς συμψύχου διαθέσεως, συναγαγὼν δὲ πρὸς ἑαυτὸν τοὺς ἐγγὺς καὶ μακρὰν καὶ κατὰ τὸ Βιθυνικὸν ἔθνος καθηγεμόνας, ἐπείπερ ἦν διὰ τὸ τῆς ἀρετῆς αἰδέσιμον ὑπακουόμενος, ἐπιφθέγγεται τὰ τῆς ἐνστάσεως ἄξια, ὡς ὄντως ἀρχαΐζων τῷ ζήλῳ τοῦ πνεύματος, λαμβάνει καὶ δίδωσι δεξιᾶς συναθλήσεως ὁμογνώμονας· καὶ ὡς ταῦτα.

Ἦν δὲ τοῦ μεγίστου Προδρόμου τὸ ἱερὸν γενέσιον καὶ ἡ χεὶρ τοῦ διώκοντος συλλαμβάνουσα· ὢ τῆς ἀθεότητος, εἴσω τοῦ θείου τεμένους ὁ λαὸς μυσταγωγούμενος καὶ ἐκτὸς ὁ βασιλικὸς τὰς πύλας τοῦ ναοῦ περιοριζόμενος!

Τίς ἡ τοῦ Θεοῦ καταφρόνησις, τίς ἡ τῆς ἱερᾶς λειτουργίας καθύβρισις! Οὕτω χριστιανῶν ἡ καθαρὰ καὶ ἀμίαντος θρησκεία; Ἀλλὰ πῶς ἂν ἄλλως ὁ ἀνομῶν καὶ ἀθετῶν ἐπιγνωσθήσεται, ἢ ἐξ ὧν ἐστι δρῶν τε καὶ λέγων; Τοὺς μὲν ἄλλους ἕλκει κατ’ ὄψιν, οὓς καὶ ὑφείλετο μετὰ πεῖραν φρουρητικὴν οὐκ ἐρηρεισμένους ἐπὶ τὴν εὐαγγελικὴν πέτραν, ἀλλὰ ἐν ἄμμῳ, τὰ ἱερὰ λόγια φαίη, ἐφευρεθέντας, τὸν δὲ μικρὸν ἐάσας, ὡς ἂν τῷ ὑποδείγματι δεδιττόμενος κατασείσειεν, ἔλαθεν μᾶλλον στομώσας τὸν ἄνδρα ἢ χαυνώσας. Εἰ γὰρ καὶ ἀσεβῶν καταπιπτόντων ὁ δίκαιος ἔμφοβος γίνεται, ἀλλ’ οὖν καὶ ἀσφαλέστερος τῇ ἐκείνων ὑποπτώσει, τὸ σταθερὸν ἑαυτῷ διαπραγματευόμενος.

Τί οὖν; Ἄγει καὶ αὐτὸν ἐπὶ σκίμποδος ἐνδεῶς ἀφ’ ἑαυτοῦ ἔχοντα ἐπὶ τῆς κλίνης στρέφεσθαι· καὶ εἰς μὲν ὄψιν οὐ φέρει δεδιὼς τοὺς ἐλέγχους καὶ ἄλλως δι’ αἰδοῦς ἔχων τὸν ἅγιον, τῶν δυσσεβῶν δὲ τῷ ἐξόχῳ Ἰωάννῃ τῷ ὀνόματι Ἰαννοῦ καὶ Ἰαμβροῦ συστοίχῳ ἀνθρώπῳ, κατεφθαρμένῳ τὸν νοῦν καὶ ὑπερμάχῳ τοῦ ψεύδους παραδίδωσιν, εἰς πειρατήριον προβάλλει, τῷ γενναίῳ ὁ ἀντίδοξος ἀποκρούεται, τῆς προσβολῆς σφοδρότερον ἐπιτωθάζει, αὐτονειδίζεται.

Ὢ τῆς ἀλογίας, εἰ συλήσειν ἤλπισε ὁ ψυχρολόγος τὸν θεολόγον, ὁ φρεναπάτης τὸν θεολάτρην, ὁ ἐσκοτισμένος τὸν πεφωτισμένον, ὁ νηπιώδης καὶ νῷ καὶ χρόνῳ τὸν πολιὸν καὶ φρόνησιν καὶ τρίχα. Καὶ ἵνα μίαν φωνὴν προσθεὶς ἀφοσιώσωμαι τὸ διήγημα, τόδε τὸ πύσμα τοῦ πειραστοῦ: «ἐν τῷ τάφῳ, ὅτε ἔκειτο τὸ σῶμα τοῦ Χριστοῦ, ποῦ ἦν ἡ θεότης;», ὡς ἂν ἡ ἀπορία περισταίη τῷ ἀκούοντι. Ὁ δέ φησι: «πανταχοῦ, ὦ θεομάχε, ἡ θεότης πλὴν τῆς σῆς καρδίας».

Καὶ ἡ ἀπόκρισις θεόπνευστος καὶ ὁ λόγος ἐπινίκιος· ταύτῃ δὴ οὖν τῇ βραχυλέκτῳ ἐνστάσει ἐντρέψας τὸν ἀλιτήριον, ἐπειδὴ ἐξέμηνε καὶ τὸν καίσαρα, παραδίδοται εἰς ἑτέραν φυλακὴν ἀσφαλέστερον. Εἶτα πάλιν ἀπειλεῖ καὶ πάλιν πειρᾷ, ὥσπερ τινὲς νιφάδες ὑποβρύχουσαι καὶ οὐδ’ ὁτιοῦν τὸν ὁμολογητὴν πτύρουσαι, οὐδαμῶς ὑποχαυνοῦσαι.

Ὢ τῆς εἰλικρινοῦς πίστεως, ὢ τῆς ἀδαμαντίνης καρδίας· καθ’ ἡμέραν ἀποθνήσκων καὶ τῇ δυσοίστῳ νόσῳ καὶ τῇ παρασκευῇ τῆς ὁμολογίας καὶ ταῦτα ἐν ὅλοις δυσὶν ἔτεσιν οὐ διενοήθη πονηρά, οὐκ ἔδωκεν ἀφροσύνην ἐν τοῖς χείλεσιν αὐτοῦ. Ἀλλὰ τί φησιν; «Ἴδε, ᾖ βουλητὸν ὑμῖν, ἐξέστω ποιεῖν· τῆς ὁμολογίας καὶ ἀγάπης τοῦ Κυρίου μου οὐδέν με τὸ χωρίζον». Ὢ φωνῆς μαρτυρικῆς! Καὶ μάρτυς ὁ μέγας καὶ περιβόητος Βασίλειος: «ἤδη τίς, φησιν, καὶ μόνον κατανεύσας τὴν κεφαλὴν ἐν τοῖς ὑπὲρ Χριστοῦ μαρτυρίοις, πάσης εὐσεβείας πληρωτὴς ἐκρίθη». Ἡμεῖς δὲ τί καὶ φῶμεν προφασιζόμενοι προφάσεις ἐν ἁμαρτίαις καὶ μήτε γήρει τυχὸν τρυχόμενοι μήτε νόσῳ πιεζόμενοι, ἀλλ’ ἢ μόνον διὰ τὰ κτήματα καὶ τὰ φιλήματα τῶν τῇδε προδιδόντες τὴν ἀλήθειαν;

Οὐ μεταμεληθῶμεν ἐπὶ τῇ ἀβουλίᾳ, οὐ θρηνήσωμεν μικρὸν ὕστερον ἀνόνητα, ἡνίκα τῆς μεταμελείας κέρδος οὐδέν; Φεῦ τῆς ἐκπτώσεως, πῶς εἴη ὁ ἀρνητὴς μετὰ τοῦ μάρτυρος αἰτῶν τοῦ διωγμοῦ μακαρισμὸν μὴ ἑλόμενος μετὰ τοῦ τὴν καλὴν φυγαδείαν προτιμήσαντος! Νηπίας ὄντως φρενός, οὕτως ὑπολαμβάνειν κἂν ἐνταῦθα ὡς ἐν κύβοις τὰ τοιαῦτα παίζητε.