Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὸν Θεοφάνην Ὁμολογητήν

Θεόδωρος ὁ Στουδίτης

Προοίμιο και υποδοχή των ιερών λειψάνων

Εισαγωγικός έπαινος για την ομολογία του αγίου Θεοφάνους με αφορμή την ανακομιδή του σκηνώματός του και πρόσκληση της εκκλησιαστικής σύναξης για τον εγκωμιασμό του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 1 από 4

Τοῦ αὐτοῦ (sc. Θεοδώρου ἡγουμένου τῶν Στουδίου) εἰς τὴν ἀπὸ Σαμοθρᾴκης ἐπὶ Σιγριανὴν ἀνακομιδὴν τοῦ ἱεροῦ λειψάνου Θεοφάνους τοῦ ὁσιωτάτου καὶ σημειοφόρου πατρὸς ἡμῶν. Ἱερὸν τὸ ἄθροισμα καὶ θεοτελὴς ἡ πανήγυρις, ἡ ἡμέρα χαρμόσυνος καὶ ξενοπρεπὲς τὸ ἀπάντημα· ἀλλὰ τίς ὁ συναγηγερκὼς τοῦτο τὸ θέατρον; Τίς οὗτος ὁ ἀναβαίνων, μᾶλλον δὲ μετακομιζόμενος ἐς ἀλλοδαπῆς εἰς τὰ οἴκοι, καθάπερ τις σελασφόρος ἡλιοβολῶν τὴν ὁμολογητικὴν ἔνστασιν, ὅλος ἐστεμμένος ἐν χάρισι καὶ ὅλος τεθυμιαμένος ἐν θαύμασι καὶ ταῦτα ἐν σκοτομήνῃ αἱρέσεως; Θεοφάνης δηλαδή, Θεοφάνης—διπλασιαζέσθω γὰρ ἡ προσηγορία ὡς θεώνυμος, καὶ ἵνα μᾶλλόν γε τρισσευομένη ὁδοποιήσοι τὸ ἐγκώμιον—Θεοφάνης, ὁ τῆς ὁσιότητος ἐραστὴς καὶ τῆς ματαιότητος μισητής, ὁ τῆς ἀληθείας προασπιστὴς καὶ τῆς Χριστοῦ εἰκόνος προσκυνητής, ὁ τῆς ὑπομονῆς ἀθλητὴς καὶ τῆς εἰκονομαχικῆς αἱρέσεως νικητής, οὗ κατὰ τοὔνομα καὶ τὸ δρᾶμα σεβάσμιον θεοφανείας ὡς ἀληθῶς ἀστράπτον ἰνδάλματα καὶ θεοσημίας ἀψευδῶς ἀκουτίζον ἠχήματα.

Ὁ γὰρ τὸ κατ’ εἰκόνα Θεοῦ φυλάξας ἐν τῇ κατ’ ἀρετὴν λαμπρότητι καὶ τὸ ὑπὲρ τῆς εἰκόνος Χριστοῦ τηρήσας ἐν τῇ ὁμολογητικῇ σταθερότητι εὖγε καὶ πάνυ εἰκότως ὡς μίμημα Θεοῦ ἀπαράγραπτον καὶ μὴ θατέρῳ θάτερον λυμηνάμενος ἀπολάμπει τὰ θαύματα καὶ προβάλλει τὰ ἰάματα εἰς ἔπαινον δόξης Χριστοῦ, εἰς καύχημα τῶν ὀρθοφρόνων, εἰς θρίαμβον αἰσχύνης τῶν ἀσεβούντων.

Δεῦρο δὴ ἀπὸ Λιβάνου, ὦ μάκαρ, κεκλημένος τοῖς ἀπὸ τῶν ᾀσμάτων ῥήμασι, δεῦρο ἀπὸ Λιβάνου—τοῦ ὕψους δὴ λέγω τῆς ὁμολογητικῆς περιωπῆς —ἐλεύσῃ καὶ διελεύσῃ τὴν ὑγρὰν κέλευθον ὡς ἂν καὶ θάλασσα ἁγιασθῇ ἀπ’ ἀρχῆς πίστεως ἀπὸ κεφαλῆς Σενναὰρ καὶ Ἀερμών, ὡς ὁ λόγος. Ἄγε δὴ φράσον ἡμῖν τῷ τοῦ σοῦ διὰ ἀναδοχῆς τοῦ μοναχικοῦ ἐπαγγέλματος υἱέος στόματι χρώμενος, —ὅτι καὶ παιδὶ προσῆκον τὰ πατρὸς ἀναγγέλλειν καὶ δόξῃ δόξαν ἐρανίζεσθαι—, ὁποῖός σου τοῦ βίου ὁ καλλωπισμός, καί, ἵνα μᾶλλον ὡς ἐξ ἄνθους εὐωδία προαχθῇ—ὅτι καὶ τὸ θεώρημα ὑπάλληλον—πηλίκος σου ὁ τῆς ὁμολογίας ἄεθλος· οὕτω γὰρ εὖ μάλα ἐπιρρώσειας τῶν ἐναρέτων τὰ σπουδάσματα ζήλῳ νυττομένων πρὸς τὴν τῶν κρειττόνων διάπραξιν, τήν τε πανήγυριν πρὸς δοξολογίαν Θεοῦ ἐπιστρέψειας ἀκουτισθεῖσαν τὰ αἰνέσεως ἄξια.