Ἰεζεκιὴλ δὲ πάλιν, ὁ πρὸς θεοπτίας, εἰ καί τις ἄλλος, τὸν νοῦν ἐπιτηδείως ἔχων, οὐ μόνον δίς, ἀλλὰ τετράμορφα ζῶα τοὺς ἀνωτάτω τῶν ἀσωμάτων ἀγγέλων τεθεώρηκε νόας, προδιατυποῦντας, οἶμαι, σαφῶς καὶ ἐν αὐτοῖς ἐνανθρωπήσεως τοῦ Ἐμμανουὴλ ἐκ Παρθένου μυστήριον· περιείχετο γὰρ ἐν τοῖς ζῴοις εἶδος ἀνθρώπου καὶ σχῆμα βοὸς καὶ τὸ τρίτον λέοντος, τὸ δ’ ἀνώτερον τούτοις, ἀετοῦ· ὡς γὰρ ἄνθρωπος, ἀληθῶς ἐφάνη ἐπὶ γῆς Χριστός, ὁ ὄντως ὁμοῦ Θεός τε καὶ ἄνθρωπος· ὡς βοῦς εἰς σφαγὴν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας· ὡς λέων, δυνάμει ἐκ νεκρῶν ἐξεγερθεὶς ἀνέστη· ὡς ἀετός, εἰς οὐρανοὺς ὑψωθεὶς ἀνελήφθη· ἢ καὶ οὕτω πάλιν ἐπὶ Χριστοῦ ἐκληπτέον τὰ ζῶα· ἄνθρωπος, ὡς λόγος λογικὸς καὶ εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, διὰ τὸ τῆς ψυχῆς καὶ τοῦ νοῦ νοερὸν καὶ ἀόρατον· βοῦς, ὡς δυνατὸς ἀρχιερεὺς καὶ τὸν ζυγὸν τοῦ σταυροῦ ἐπὶ τὸν ὦμον φέρων, καὶ ἡμῖν τοῖς ἀλόγοις ἐν τῷ τόκῳ συμφατνιάσας ἐν Βηθλεέμ, καὶ τὸν σπόρον τοῦ εὐαγγελικοῦ λόγου πάσῃ τῇ γῇ κατασπείρας· λέων ὡς βασιλεὺς ἡμῶν τῶν ποτε ἀγρίων καὶ ἀνημέρων καὶ αἱμοβόρων καὶ σαρκοβόρων ἀκαθάρτων ἐθνῶν· «Ἐβασίλευσε γάρ», φησίν, «ὁ Θεὸς ἐπὶ τὰ ἔθνη»· οὐ μόνον δὲ λέων ὁ Χριστός, ἀλλὰ καὶ σκύμνος λέοντος, ὥς φησι περὶ αὐτοῦ Ἰακώβ, τουτέστι βασιλέως υἱός, ἐκ βασιλικοῦ πατρὸς προελθών· διὸ καὶ ἀετὸς ὡς βασιλεὺς τῶν οὐρανίων πετεινῶν πτερωτῶν, νοερῶν ἀγγελικῶν ἁγίων δυνάμεων· πτερωτῶν, ὡς ἡμῶν τῶν τοῦ Χριστοῦ νεοττῶν σκεπαστικῶν οὐσῶν καὶ φρουρητικῶν· πτερωτῶν, ὡς εὐκινήτων καὶ τῶν γηΐνων πάντων ὑψηλοτέρως ἐχόντων· πτερωτῶν, ὡς τῷ θείῳ ἔρωτι ἀεικινήτως καὶ ἀκορέστως ἐχόντων· πολυομμάτων, ὡς τῷ θείῳ φωτὶ πλουσίως ἐλλαμπομένων, καὶ ὑπό τινος ὕλης πρὸς θεωρίαν οὐκ ἀντισκοτουμένων· διὸ καὶ πνεύματα λέγονται, ὡς ἄϋλα καὶ ἀσώματα καὶ ἀόρατα καὶ ἀναψηλάφητα καὶ ἀθάνατα καὶ ἀπαχῆ καὶ ἀέρια, καὶ χάριτι ἄφθαρτά τε καὶ ἀνόλεθρα.