Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τοὺς ἀρχαγγέλους (Νόθος)

Θεόδωρος ὁ Στουδίτης

Η ουράνια ιεραρχία, η σωτηρία του ανθρώπου και καταληκτήρια δοξολογία

Θεολογική ερμηνεία των ονομάτων των αγγελικών ταγμάτων, η παραβολή της απολωλυίας δραχμής ως προτύπωση της σωτηρίας της ανθρώπινης φύσης και ο επίλογος του έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 4 από 4

Ἀλλὰ καὶ νεανίσκων προσώποις ὡραϊσμένοι ὁρῶνται, τῶν νεανίσκων καὶ ἀθραύστων καὶ ἀγηράτων καὶ ἀφθάρτων, καὶ τὸ εὐσταλὲς καὶ φιλάρετον τῆς ἑαυτῶν φύσεως πρὸς Θεὸν διὰ τῆς νεανισκοφανοῦς αἰνιττόμενοι ὥρας· ὅθεν καὶ ἐν ἐσθήσεσιν ἀστραπτούσαις, ὁμοῦ τε ἵνα δείξωσι τὸ λαμπρὸν καὶ ἄσπιλον καὶ ἐρωτικὸν τῆς Χριστοῦ ἀναστάσεως, καὶ τὸ ἄρρυπον καὶ ἀπαθὲς καὶ ἀκηλίδωτον χάριτι τῆς ἑαυτῶν φύσεως· ἐπεὶ γὰρ δεύτερον φῶς μετὰ τὸ πρῶτον, ὅ ἐστι τὸ φῶς τῶν φώτων, λέγεται ἄγγελος· τούτου χάριν καὶ ἐσθήσεσιν ἀστραπτούσαις, καὶ ὡς ἀστραπή, καὶ ὡς χιὼν οἱ πανίεροι οὗτοι φωστῆρες τοῖς ἀξίοις ἐμφαίνονται, ἐν οἷς οὐ πάρεστιν οὐ χρῶμα, οὐ σῶμα, οὐ πτέρυγες, οὐκ ἐνπηχεῖς βραχίονες, οὐ θριξοφόρος κορυφή, οὐκ ὄρθιον ἀνάστημα, οὐδ’ ὅλως τι τῶν κατὰ τὴν ἔνυλον ὁρωμένων ἢ κινουμένων φύσιν. Εἰ πολλάκις ἐν θείαις ὀπτασίαις ἀνθρωπομόρφως ἐπιφαίνεσθαι λέγονται, ἀλλ’ οὐδ’ αὐτὰς ταύτας ἃς περικείμενοι προσηγορίας, τῆς τούτων οὐσίας σημαντικὰς ὑπειλήφαμεν, ἀλλὰ πρὸς τὰς οἰκείας μᾶλλον ἐνεργείας ἐκ Θεοῦ καὶ τῶν θεολόγων ἀνδρῶν ἐκομίσαντο· καί γε ὤφελον· καὶ γὰρ ἐμοί γε σκόπευσον οὕτως. Ἄγγελοι, ὡς ἀγγέλλοντες ἀνθρώποις τὰ θεῖα βουλεύματα καὶ ἄλλοθεν ἄγοντες. Ἀρχάγγελοι, ἵνα σὺ μάθῃς καὶ ἐν ἀνθρώποις τάξιν καὶ κατάστασιν, ἧς τύπος καὶ ἡ Ἐκκλησία καθέστηκεν.

Ἀρχαὶ δὲ πάλιν λέγονται, ὡς ἐξάρχουσαι πρὸς διδασκαλίαν καὶ φωτισμὸν τῶν κατωτέρω προσταγμάτων. Ἐξουσίαι, ὡς βασιλικὰ καὶ δεσποτικὰ περικείμεναι ἀξιώματα. Δυνάμεις, ὡς χάριτι πάσης ἀσθενείας καὶ πάθους καὶ θανάτου ἀνώτεραι. Θρόνοι, ὡς ἐπαναπαυομένου τοῦ Θεοῦ τῇ τούτων πολιτείᾳ καὶ λειτουργίᾳ. Κυριότητες, ὡς ἐμπεπιστευμέναι ὑπὸ τοῦ Θεοῦ εἰς πρόνοιαν καὶ σωτηρίαν καὶ χειραγωγίαν τῷ ἀνθρωπίνῳ γένει, καὶ ὡς ἀδούλωτοι χάριτι πάσης λοιπὸν ἐμπαθοῦς κινήσεως καὶ ἐκπτώσεως. Σεραφίμ, ὅπερ τῇ Ἑβραίων φωνῇ πύρωσις ἑρμηνεύεται, ὡς ἑτέρων καθαρτικαὶ καὶ φωτιστικαὶ οὐσίαι τυγχάνουσι· τὰ δὲ ἀνώτατα πάντων καὶ πλησιόθεα Χερουβίμ, ὅπερ πάλιν πλῆθος ἑρμηνεύεται γνώσεως.

ιγʹ. Ταύτην ἡμῖν ὁ ἀρχιστράτηγος τῶν ἀγγέλων σήμερον περὶ ἀγγέλων εἰπεῖν ὑφηγήσατο· αὗταί τε τῶν ἀσωμάτων ἐννέα τάξεις, καὶ δεκάτη ὁ ἄνθρωπος· εἰσὶν οὖν δέκα τάξεις ἢ δραχμαί, περὶ ὧν φησιν ὁ Χριστός. «Εἴ τις γυνὴ ἔχουσα δραχμὰς δέκα, ἐὰν ἀπολέσῃ μίαν ἐξ αὐτῶν, οὐ δὲ ἅψασα λύχνον ἀναζητήσει ταύτην; Καὶ ἐὰν εὕρῃ, συγκαλεῖται τὰς φίλας καὶ τὰς γείτονας, λέγουσα· Συγχάρητέ μοι, ὅτι ηὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα»· ἥ τις ἦν καὶ τὸ πρόβατον τὸ ἀπολωλὸς ἐκ τῶν ἐννενηκονταεννέα τῶν μὴ ἀπολωλότων, ὅπερ ὁ ποιμὴν ὁ καλὸς καὶ ἀγαθὸς καὶ φιλάνθρωπος οὐχ ὑπερεῖδεν, ἀλλ’ ἀνεζήτησε, καὶ εὑρὼν ἐπὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς τοὺς ἑλληνικοὺς κακῶς πλανώμενον καὶ θυσιάζον ἐπέστρεψεν, καὶ βαστάσας τῇ ποίμνῃ τῇ ἀπλανεῖ τὸ πεπλανημένον, εἰς οὐρανοὺς ἀναγαγὼν συνηρίθμησε, καὶ τῆς βασιλείας τῆς αἰωνίου κατηξίωσεν, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ ὁμοουσίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.