Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἐπιτάφιος εἰς Πλάτωνα

Θεόδωρος ὁ Στουδίτης

Προοίμιο και σκοπός του εγκωμίου

Ο συγγραφέας εκθέτει τους λόγους συγγραφής του επιταφίου, αντιπαραβάλλοντας την εκκλησιαστική αλήθεια με την κοσμική ρητορεία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 1 από 10

ΕΠΙΤΑΦΙΟΣ ΕΙΣ ΠΛΑΤΩΝΑ ΤΟΝ ΕΑΥΤΟΥ ΠΝΕΥΜΑΤΙΚΟΝ ΠΑΤΕΡΑ αʹ. Ῥήτορσι μὲν καὶ σοφισταῖς ἡ πᾶσα σπουδή, οὐ τοῦ ἀληθοῦς ἐπιτυχεῖν καθιοῦσιν ἑαυτοὺς ἐπὶ τὸ γράφειν, ἀλλ’ ὥστε λαμπρῦναι τὴν φράσιν καὶ συντεμεῖν τὸ ἔπος, κἀντεῦθεν ἐπᾶραι τὸ διήγημα πρὸς γαργαλισμὸν τῶν ἀκουόντων. Θέλγουσι γὰρ ταῖς εὐεπίαις, καὶ παραλογίζονται ταῖς πιθανότησιν, ὀλίγα τοῦ ἀψευδοῦς φροντίζοντες, ἅτε δοξήθηρες ὄντες καὶ ἀνθρωπαρεσκείᾳ δουλούμενοι· οἷς δὲ ἀληθείας ἔρως, τὸ ὂν εἰπεῖν καὶ τὸ ἀληθὲς πρεσβεῦσαι, κἂν μὴ τὸ γλαφυρὸν καὶ εὐφραδὲς ἔχοιεν ὁ λόγος· ἐπειδὴ γὰρ κάλλους ἀληθείας ἐφίενται, παραπετάσμασιν ἐοικόσι ταῖς φράσεσι χαίρειν φαίουσιν, ὅπερ ἐστὶν σοφίας τῆς ὄντως εὕρεμα. Οὕτω δήπουθεν κἀγώ, ὁ βραχὺς καὶ νῷ καὶ λόγῳ καὶ πνεύματι, τὸν ἐμὸν Πατέρα ἐπαινέσομαι, οὐκ ἐκείνῳ χαριζόμενος τὴν εὐφημίαν· τίς γὰρ καὶ χάρις τῷ μηδενὶ τερπομένῳ τῶν τῇδε, ἤδη τὴν ὑπερκόσμιον λαχόντι λῆξιν, ἧς πᾶς ἐπιτυχὼν διαγελᾷ τὰ παρόντα, ὡς μηδενὸς ἐν αὐτοῖς ὄντος στασίμου τε καὶ μακαρίου, ἀλλ’ ἴσα σκιαῖς παρατρέχοντος, καὶ ἄνθεσιν ἠρινοῖς ἀπομαραινομένου;

Ἄλλως τε, εἰ ἔτι ὑπὲρ γῆν ὤν, ἀνάξιον ἑαυτὸν ἡγεῖτο καὶ τοῖς ἁπλῶς μονασταῖς ἐγκατατάττεσθαι, ὅπερ ἦν ἄκρας ταπεινοφροσύνης δεῖγμα καὶ τῆς ἁγίας ἐκείνης ψυχῆς προτέρημα, πῶς ἂν μετελθὼν τῶν ἐνθένδε καὶ ἐν τοῖς ἀκηράτοις γενόμενος, ἔνθα κενῆς δόξης οὐδεμία ἔφεσις, ταύτης ἐκζητήσειεν παρ’ ἡμῶν διὰ τῶν ἐπαίνων ἐπιτεύξασθαι;

βʹ. Ἀλλ’ ὅτι χρέος ἐμοὶ εἴπερ τινὶ ἄλλῳ δικαιότατον, ὀφείλοντι μετὰ τῶν ἄλλων, καὶ ὑπὲρ αὐτοῦ τοῦ ὅπως οὖν, καὶ ὑπ’ ἐκείνου πόνων τε καὶ ἐπιμελειῶν προσόντος μοι λόγου, οἷά τινα ἀμοιβήν, τῷ Πατρὶ τὸν λόγον ἀναθήσειν, καίτοι συννοῶν ὅτιπερ ὁ πατρικὸς ἔπαινος εἰς υἱοῦ δόξαν ἀναφέρεται, κατὰ εἰπόντα σοφόν, «ἡ δόξα ἀνθρώπου ἐκ τιμῆς τοῦ πατρὸς αὐτοῦ», οὐ μὴν διὰ τοῦτο, ὡς ἄν τις οἰηθείη ἐπαινέσων, εἰδὼς πάλιν, ὡς ἕκαστος, εἰ οἴκοθεν καὶ παρ’ ἑαυτοῦ τὸ εὐκλεὲς ἔχοι, εὐκλεέστερος ἂν εἴη καὶ πατρόθεν δόξαν ἐρανιζόμενος· εἰ δὲ μή, οὐδὲν ὀνίνησιν τὸ πατρικὸν γέρας τὸν ἀκλεῆ τε καὶ ἀγέραστον, οἷος ἐγὼ φαίνομαι. Ἀλλ’ ὅτι οὐχ ὅσιον, ὑπὸ τὸν τῆς σιγῆς μόδιον θεῖναι, καθάπερ τινὰ λύχνον ἀείφωτον, μαρμαρύσσοντα, θαρρῶ λέγειν, οὐ τῷ δεῖνι καὶ δεῖνι, ἀλλὰ σχεδὸν εἰπεῖν πᾶσι τοῖς ἐν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ. Ἐπεὶ οὖν λυσιτελὴς ἡμῖν καὶ ὑπόχρεος κατὰ τοῦ ἐδείχθη ὁ λόγος, ἔχων μετὰ ἀληθοῦς καὶ τὸ χρήσιμον ἡλίκον, φέρε ἐκεῖθεν ἀπαρξώμεθα τῶν ἐγκωμίων, ὅθεν καὶ πρεπωδέστατον.