Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἐπιτάφιος εἰς Πλάτωνα

Θεόδωρος ὁ Στουδίτης

Αναχώρηση από τον κόσμο και πνευματική άσκηση μέσω της υπακοής

Η απάρνηση του κοσμικού βίου, η κουρά, η απόλυτη υποταγή στον πνευματικό πατέρα και η ενάσκηση στις ταπεινές διακονίες του μοναστηριού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 3 από 10

ζʹ. Τί τὸ ἐντεῦθεν; Τοσοῦτος γέγονε πολλοστὸς τῇ συνέσει, καὶ πυκτικὸς ταῖς ἀφορμαῖς τοῦ βίου (ὃ φιλεῖται παρὰ τῶν ἐν κόσμῳ, καὶ σπουδάζεται παρὰ ἐκδιδούντων ἀνδρὶ θυγατέρα), ὡς ἕλκειν αὐτὸν ἄλλον ἄλλοθεν, καὶ τῶν ἄγαν εὐπατριδῶν τε καὶ εὐπόρων, εἰς κοινωνίαν βίου. Ἀλλ’ οὐ γὰρ ἀφῆκεν αὐτὸν ὁ θεῖος πόθος, ὃν ἀνῆψεν ἑαυτῷ διὰ κρείττονος ἐπιλογισμοῦ, ἐμπαγῆναι τοῖς βίου τέλμασιν· καὶ γὰρ ἦν ἀναγνώσεσι προσέχων ἀντὶ παιγνίων, ἔν τε ἐκκλησίαις προσεδρεύων ἀντὶ θεάτρων, καὶ ἐν σεμνίοις ἀναστρεφόμενος ἀντὶ ἀσέμνων καταγωγίων, καί γε τὸ ἀξιεπαινετώτερον, ἐξαγορεύσεις ποιούμενος τῶν κρυφίων τοῦ νοῦ κινημάτων τε καὶ δραμάτων τινὶ τῶν καθηγουμένων, ὃ τῆς μὲν ἐκείνου φιλοθεΐας ὑπῆρχε σύμβολον, τοῦ δὲ τὴν ἐξαγόρευσιν δεχομένου κατέπληττε τὴν διάνοιαν, τελειωτικῶς γινόμενον.

ηʹ. Ὅθεν ἐπάρας τὸ τῆς διανοίας ὄμμα ἐπὶ τὰς τῶν ἀϊδίων θεωρίας, καὶ τῷ ἐκεῖθεν πτερωθεὶς ἔρωτι, σβέννυσι τὸν κάτω πόθον, καὶ ποιεῖ τὸ τοῦ θείου Ἀντωνίου ὁ θαυμάσιος. Πάντα γὰρ διαπιπράσας σὺν αὐτῇ τῇ πατρικῇ ἑστίᾳ, καὶ πτωχοῖς διανείμας, τούς τε οἰκέτας ἐλευθερώσας, καὶ ταῖς δυσὶν ἀδελφαῖς βραχέα τινὰ καταλείψας, ἔξεισιν· Ἀβραμιαίᾳ προθέσει, οὐκ εἰς τὰς ἐγγύθεν κώμας ἀσκήσων, ἀλλ’ ὧδέ που μακρὰν ἀποδραμῶν, ἐν τοῖς Ὀλύμπου μέρεσι, κατὰ τὸν ὑποδειχθέντα αὐτῷ παρά τινι τῶν ἐν ἄστει ἀρχιμανδριτῶν τόπον καὶ ἄνδρα, τοῦ μὲν Συμβόλους ἐπικεκλημένου, τοῦ δὲ Θεοκτίστου ἐπονομαζομένου, οὗ ὁ τρόπος ἀγαθός, τό τε γένος περίβλεπτον, καὶ τὸ τέλος ὅσιον. Ἀλλ’ οἵα καὶ ἡ ἀναχώρησις; Μνήμης ὅτι μάλιστα ἐμοὶ ἀξία, ἀκούουσί τε κατανύξεως ἔχουσα φάρμακον· ἀπὸ γὰρ τῆς πατρίδος ἀπάρας μεθ’ ἑνὸς θυμηρεστάτου οἰκέτου, καὶ κατὰ τοὺς λεγομένους Βασιλεῖς ἐφθακώς, ὑπό τε λόχμην τινὰ εἰσδύς, κείρει μὲν τὴν κόμην τῷ χεῖρε τοῦ ἑπομένου, μετενδιδύσκεται δὲ τὴν φαιὰν ἐσθῆτα, ὥς τινα πορφυρίδα. Καὶ τὸ ὅραμα ἡλίκον; Τοῦ μὲν χωριζομένου καὶ οἴκαδε ἐπανιέναι μετὰ τῶν ἀπαμφιασμάτων παρεγγυωμένου, κἀν τούτῳ θρήνοις, ὡς τὸ εἰκός, βαλλομένου διὰ τὴν δεσποτικὴν στέρησιν, τοῦδε μονωτάτου μετὰ Θεοῦ ἐγκαταλειφθέντος, ὑπὲρ οὗ καὶ δι’ ὃν τὸ δρᾶμα.

Τοιοῦτος ὁ θεῖος ἔρως, πάντων ἐξιστῶν τὸν ἐραστήν, καὶ περὶ αὐτὸν μόνον συνάγων τὴν ἔφεσιν πυρπολουμένην.

ΚΕΦΑΛΑΙΟΝ Βʹ θʹ. Ἐπειδὴ δὲ φοιτήσας πρὸς τὸν παιδοτρίβην ἠρωτήθη, ὅστις εἴη, καὶ ὅθεν ὥρμηται, καὶ ὅτου χάριν ἡ ἐπιδημία, εὐαγεῖς πρὸς ἑκάστην τῶν ἐρωτήσεων τὰς ἀποκρίσεις ἐδίδου· τοῦ δὲ μεμαθηκότος τήν τε πατρίδα, τὸ γένος καὶ τὴν ἀνατροφήν, Οὔπω ἰσχύεις, φησίν, ἐν τῇδε τῇ θέσει τοῦ τόπου, σκληραγωγίαν οὐ τὴν τυχοῦσαν ἐχούσῃ, τὸν κόπον τοῦ μοναχοῦ ὑπομεμενηκέναι. Πρὸς ὃν ὁ τοῦ Χριστοῦ πύκτης· Πάντα σοι, ὦ Πάτερ, ἀποδίδωμι, καὶ νοῦν καὶ θέλημα καὶ σῶμα, χρῶ τῷ σῷ οἰκέτῃ ὡς ἂν βούλοι, εἴκοντί σοι κατὰ πάντα. Ὢ θαυμασίας προθέσεως ἀπόδειξις καὶ θαυμασιωτέρας ἀποταγῆς ὑπόθεσις! Τῆς μέν, ὅτι ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας, κατὰ ῥοῦν αὐτῷ χωρούντων τῶν πραγμάτων, τῶν ἐλπίδων χρηστοτέρων ὑποβαλλομένων, πλούτου προκειμένου, δόξης ὑπαστραπτούσης, σαρκὸς σφριγώσης, καὶ ταῦτα σὺν αὐτοκρατείᾳ, νικῶσαν ἔσχεν ἁπάντων τὴν εἰς Θεὸν ἐπιθυμίαν· τῆς δέ, ὅτι, καίπερ οὕτω ἄριστα βουλευσάμενος, οὐ κατὰ τοὺς πολλοὺς τῶν νῦν ἐπιπλάστως, οἰκειότερον δὲ εἰπεῖν, ἀναποτάκτως ἀποτασσομένων, τὴν ἀποταγὴν ἔθετο, ἀλλ’ ὡς ἀπέδειξεν ὁ ἀληθὴς λόγος.

Οἱ μὲν γάρ, οὐκ οἶδ’ ὅπως, ἐπιλαθόμενοι τοῦ Κυρίου λέγοντος, «Ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής», καὶ ἀλλαχοῦ προστάσσοντος, «Πώλησόν σου πάντα τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι», ἐγείρουσιν ἑαυτοῖς ναούς τε καὶ μοναστήρια, εἶτα ἀσπασάμενοι τὸ ἐπάγγελμα, τῶν οἰκείων ἄρχουσί τε καὶ κυριεύουσι, δούλους καὶ ὕλας διαφόρους ἐπισυρόμενοι, χθὲς ἀμύητοι τοῦ ἐπαγγέλματος, καὶ σήμερον ὡς παλαιοὶ καθηγούμενοι· χθὲς μὴ εἰδότες χειραγωγεῖσθαι μετὰ συνέσεως, καὶ σήμερον χειραγωγεῖν ἄλλους ἀπαιδεύτως προαιρούμενοι, ὧν οὐχ ἡ ἀρετή, ἡ χρῆσις δὲ τῶν ὑπαρχόντων τὴν ἡγεμονίαν κατεπίστευσεν, οἳ πολλοῖς ἔτεσιν ὀφείλοντες ἐκμαθεῖν καλῶς τὸ ἄρχεσθαι, εἶθ’ οὕτως ἐπὶ τὸ ἄρχειν ἀνιέναι, πρὸ τῆς πείρας τοῦ προτέρου ἐπικινδύνως τοῦ δευτέρου ἐπελαμβάνοντες, τοιούτους ἀπεργαζόμενοι τοὺς ὑπὸ χεῖρας, οἷοι καί εἰσιν. Ὁ δὲ ἐπειδὴ ἀληθινὴν τὴν ἀποταγὴν ἐποιήσατο, ἀνόθευτον καὶ τὴν ὑποταγὴν δείκνυσιν· καὶ γὰρ προηγεῖται τοῦ δευτέρου τὸ πρότερον, ὡς ἀστραπὴ βροντῆς, καὶ ἑωσφόρος ἡλίου ἀνίσχοντος· ὁ γὰρ ἄριστα ἀποταξάμενος, ἄριστα δηλαδὴ καὶ ὑποταγήσεται, ὁ δὲ καθ’ ἑκάτερον σκολιώσας, καὶ ἐν θατέρῳ δηλονότι χωλανεῖται.

ιʹ. Πολλὰ μὲν οὖν τὰ κατ’ ἀρετὴν ἐπιτηδεύματα ἐγκρατείας κατάτηξις, ἀγρυπνίας νῆψις, δακρύων κένωσις, εὐχῆς πτέρωσις, χαμευνίας σύνθλιψις, ἐσθῆτος εὐτέλεια, χειρῶν ἐργασία, γονυκλισιῶν πυκνότης, μελέτη θανάτου, ψαλμῳδίας εὐτονία, στάσεως καρτερία· οὐδὲν δὲ τοιοῦτον τῷ ὑποτακτικῷ, οἷον τὸ κατ’ ἐξαγόρευσιν ἀγώνισμα, καὶ τὸ καθ’ ὑπακοὴν κατόρθωμα, δι’ ὧν ψυχὴ φωτίζεται καὶ νεκροῦται θέλημα καὶ ὁλοτελὴς εἰσοίκησις τοῦ πνευματικῶς γεγεννημένου πρὸς τὸν γεγεννηκότα ἐγγίνεται. Ὁ γὰρ μὴ ταῦτα τῶν ἄλλων προτιμήσας, σαθρὸς πρὸς ὑποταγὴν καθίσταται, καὶ δι’ ὧν δοκεῖ σωτηρίας ἔχεσθαι, ἀπάτης ὑφίσταται ὄλεθρον. Τὸ γὰρ ἐγκρατὲς καὶ ἄγρυπνον, καὶ ὁτιοῦν ἄλλο τῶν προειρημένων κατορθωμάτων, αὐτὸ μὲν καθ’ ἑαυτὸ ἐπαινετὸν δοίη τις εἶναι, οὐδ’ ἂν δὲ εἴη λυσιτελές, μᾶλλον μὲν οὖν καὶ πτώσεως αἴτιον τῷ ἰδιορύθμως πράττοντι, εἰ μὴ γνώμονι καὶ κανόνι τοῦ καθηγουμένου περαίνοιτο, ὥστε ὁ τὴν ἐξαγόρευσιν μεθ’ ὑπακοῆς ἐξασκῶν, τὰ δευτέρια τοῖς ἄλλοις δίδωσιν, ἐν τοῖς δυσὶ τὰ πάντα περικλείων.

ιαʹ. Ταῦτα ὁ μακάριος ὡς οὐκ οἶδ’ εἴ τις τῶν ἄλλων ἀφοσιωσάμενος, καλὴν τὴν βάσιν πήγνυσι, καὶ ἐπὶ ταύτῃ ἀσφαλῆ τὴν οἰκοδομὴν πεποίηται, πάντα λογισμὸν ἀνατιθέμενος, καὶ πάντα καθ’ ὑπακοὴν διαπραττόμενος, καὶ διὰ ταῦτα, Γραφικῶς εἰπεῖν, ἀγαπώμενος ἐν προσώπῳ Πατρὸς αὐτοῦ. Γίνεται οὖν ἀδάμας τῇ καρτερίᾳ, περιδέξιος τῇ διακονίᾳ, διαλάμπων μὲν ἐν πολλοῖς συνάθλοις, ὧν οὐ πόρρω ἀφίστατο κατὰ τὴν κοινοβιακὴν ζωήν, ἰδίᾳ δὲ μεθ’ ἑνὸς ὁμοτρόπου ὑποταττόμενος καθ’ ἡσυχίαν τῷ ἀειμνήστῳ Θεοκτίστῳ, καὶ πῇ μὲν οἴκοι σχολάζων, πῇ δὲ τῇ κοινότητι συνερχόμενος, ἔν τε ψαλμῳδίαις διατροφαῖς τε καὶ ἐργασίαις, καὶ οἷον εἰπεῖν κοινός τε καὶ ἐπίκοινος γινόμενος καὶ μέτριος κατὰ πάντα. Οὐ γάρ, ἐπειδὴ εὐγενὴς τὸ κατὰ σάρκα, ἀπετραχύνετο τοῖς ἀγροικοτέροις συνδιαιτώμενος, οὐδὲ ἐπειδὴ ἐξυπηρετεῖτο παρ’ οἰκετῶν πρότερον, τὰς ἀτιμοτέρας ἐγχειρίζεσθαι διακονίας ἐξενοπάθει. Τοιγαροῦν καὶ κόπρον ἐπὶ ὤμων ἐπεφέρετο, καὶ χῶρον ἀρδεύειν προσετάττετο, καὶ ἄλευρα φύρειν ἠνείχετο, καὶ ταῦτα μετὰ τοῦ γράφειν τόνῳ πολλῷ καὶ ἐπιμελείᾳ κρατίστῃ.

ιβʹ. Βούλει μαθεῖν καὶ ἕτερα ὑπακοῆς ἀριστεύματα ἐγγύθεν; Ὁ πράκτωρ τῶν κατορθωμάτων, ὠνειδίζετο παρὰ τοῦ Πατρὸς ἐπὶ παρουσίᾳ ξένων, καὶ ὡς εὐφημίαν δεχόμενος, ἀκλόνητος διέμενεν ὁ εὐκλεέστατος. Ὑπανεγίνωσκεν ἀξιολόγως ἐν ὠσὶν ἀδελφότητος, καὶ ὡς παρὰ λόγον ἀναγνοὺς ἐπιπληττόμενος ὑπέπτησσεν ὁ ἐμφρονέστατος· δουλογενὴς ἀκούων κατὰ ἀστειασμόν, τὴν κεφαλὴν κατένευε συνερῶν τῷ Πατρί, ὁ εὐγενὴς ὄντως σὺν τῇ ψυχῇ καὶ τῷ σώματι.

Πολύτλας ὢν ἐν τῷ ἐργοχείρῳ καὶ πολλὰ ποριζόμενος, ὡς μηδὲν εἰσφέρων· ἄτυφος ὅτι μάλιστα διείρχετο ὁ φιλομαθής τε καὶ φιλόθεος, ἀποπεμπόμενος μετὰ γονυπέτησιν παρὰ τοῦ Πατρός, ὡς ἐπὶ τὸ αὐτὸ ἐμπεπτωκὼς τῷ σφάλματι, οὐκ ἀπηυθαδίαζεν, ἀλλ’ ἐπέμενεν ἐξαιτῶν τὴν συγχώρησιν ὁ θαυμασιώτατος· ἠτόνει, τὸ δὴ λεγόμενον, ὁ κατὰ πεῖραν σκώπτων καὶ διασύρων, οὐκ ἐκορέννυτο τοῖς ὀνείδεσιν, ὁ διὰ τῆς ἐθελουσίου ἀτιμίας δόξαν ἑαυτῷ περιποιούμενος ἀΐδιον. Εἴπω τι καὶ τῶν οὐκ οἰκείων δοκούντων τῷ ἐπαγγέλματι, τὸν δὲ λόγον ἔχον κατευθὺ πραττόμενον, ὅτι ἔρωτι ταπεινώσεως βαλλόμενος, παρεκάλει, ἠντιβόλει, κοσσίζεσθαι, ῥαπίζεσθαι, καὶ μέντοι ἔπειθεν, καὶ πείθων ἐτετύφετο, καὶ τυπτόμενος παρά τινος κατ’ ἐπιταγὴν τοῦ Πατρός, ὡς δῶρον εἰληφὼς ἐγεγήθει· καὶ ἦν τὸ γινόμενον ὑπερφυές, τοῦ μὲν ἐκβιαζομένου διὰ τὸ δοκοῦν ἀνοίκειον, τοῦ δὲ χαίροντος διὰ τὸ κερδόμισθον· καὶ ἡ ὠφέλεια ὅση ὁρῶσί τε καὶ ἀκούουσιν, ὅστις εἴη ὁ ταῦτα ἑκουσίως ὑφιστάμενος καὶ Χριστὸν ἐντεῦθεν μιμούμενος.

ιγʹ. Τὸν οὖν τοιοῦτόν τε καὶ τηλικοῦτον ἦν ἄρα μὴ ἀγαπᾶσθαι καὶ στέργεσθαι; Καὶ πῶς ἂν ἔχοι λόγον, ὅλον ἑαυτὸν ἐμπαρέχοντα τὸν τῆς ὑπακοῆς υἱόν, ἀπόθητον καὶ οὐχ ὁλόστερνον εἶναι τῷ γεννήτορι; Διὰ τοῦτο καὶ ἀγαπᾶται λίαν, ὡς εἴρηται. Καὶ πανταχοῦ τῇ τῆς ἀρετῆς φανότητι διατεθρύλληται, ὡς πάντα τῷ Πατρὶ γινόμενος, οἷον, ὀφθαλμὸς δεξιὰ βλέπων, χεὶρ ἐργαζομένη, ποῦς βαδίζων, σύμβουλος ἀγαθός, παραστάτης καρτερός, συνόμιλος γλυκερὸς τῶν ἔνδον ὁ πιστότατος, τῶν ἐκτὸς ὁ φυλακτικώτατος, ὁμοῦ μὲν τὰ μαθητῶν, ὁμοῦ δὲ τὰ ἀδελφῶν ἐπιδεικνύμενος, προσθείην δ’ ἂν ὅτι καὶ τὰ Πατρὸς χαριζόμενος, καὶ τοσοῦτος ὢν ἐν ἀμφοτέροις, ὡς εἴ που κατά τινα χρείαν ἦν ἐκδημεῖν τὸν ἀοίδιμον Πλάτωνα, ἀδημονεῖν τὸν ἀείμνηστον Θεόκτιστον, καὶ μὴ ἔχειν ἄνεσιν, ἀποστολικῶς εἰπεῖν, τῷ πνεύματι διὰ τὸν ποθούμενον. Τίς γὰρ ἐκείνου τὸ μέλλον προβλέψαι στοχαστικώτερος; τίς δὲ τὸ λυποῦν μαλᾶξαί τε καὶ θεραπεῦσαι προσηνέστερος; τίς δ’ αὐτὸ χρειῶδες εἰσοῖσαι εὐμαρέστερος; τίς δὲ τιμὴν ἀνάψαι ποικιλώτερος; Τοιοῦτος μὲν πρὸς εὔνοιαν γνήσιος ὡς πάντων ἐξουσιάζειν τῶν πατρικῶν, τοσοῦτος δὲ ἀφιλόϋλος, ὡς οὐδὲ κύριος ὀβολοῦ. Ἀνθ’ ὧν τί τὸ πέρας καὶ τίς ἡ ἀμοιβή;

Ἡ πατρικὴ εὐλογία ἐπὶ τὸν κατὰ πνεῦμα Ἰακώβ, ἐξ οὗ πατριάρχαι, εἴτ’ οὖν ἱεράρχαι καὶ ποιμνιάρχαι, ἀφ’ ὧν πολλὰ τὰ κατὰ Θεὸν τέκνα πλήθουσί τε καὶ πληθυνθήσονται, εὖ οἶδα, τοῦ εὐλογημένου σπέρματος. Τοσοῦτος ὁ τῆς ὁσιότητος ἐραστὴς ὡς ἀληθῶς, καὶ τοιοῦτον αὐτῷ τὸ τέλος, ὡς ἐν σκιαγραφίᾳ προσεύχρουν χαρακτῆρα τῆς εὐμούσου ὑποταγῆς.