Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἐπιτάφιος εἰς Πλάτωνα

Θεόδωρος ὁ Στουδίτης

Είσοδος στην ησυχία και ανάληψη της ηγουμενίας

Η μετάβαση του αγίου στον ησυχαστικό βίο και οι λεπτομέρειες του αυστηρού ασκητικού του κανόνα μετά τη διαδοχή του μακαριστού Θεοκτίστου στην ηγουμενία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 4 από 10

ιδʹ. Ἐπειδὴ δὲ παραπέμπει πρὸς τὸν ἐν οὐρανοῖς Δεσπότην τὸν καθηγεμόνα, καθίστησιν ἑαυτὸν εἰς τὸν ἐκείνου τόπον καὶ τρόπον, καὶ τὴν ἡσυχίαν ἀσπάζεται ἐννόμως τε καὶ ἐνθέσμως· οὐ κατὰ τοὺς πολλοὺς τῶν νῦν σφαλερῶς ἐπὶ ταύτην ἐρχομένων, καὶ πρὶν ὑποτάξαι τὴν σάρκα τῷ πνεύματι, τοῖς τῆς πονηρίας πνεύμασιν μονομαχήσειν τεθαρρηκότων, καὶ ἐν καιρῷ τῆς νίκης παλαίειν ἐκμελετώντων, ὁπότε καὶ πεῖραν οἰόντων δυστέκμαρτον τὴν νίκην σὺν Θεῷ ποιήσασθαι· ὃς γὰρ ἂν οὐκ ἐπαιδεύθη τὴν ὑποταγὴν πρότερον, πῶς οὗτος ὑποτάξειεν τὰ πολέμια πάθη; καὶ ὃς δ’ ἂν μὴ ἐφύλαξεν ἁγνὴν τὴν εὐπείθειαν, πῶς οὗτος προσβήσεται τῷ ὄρει τῆς ἡσυχίας; ἢ δηλονότι ὁ παρὰ καιρὸν αὐτῆς ἁψάμενος, λίθοις λιθοβολήσεται, ἢ βολίδι κατατοξευθήσεται, καὶ τελευτήσειεν τῷ κατὰ ψυχὴν θανάτῳ, καθώς πού φησι τὸ ἱερὸν Γράμμα; Ἀλλ’ οὐχ οὕτως ὁ περὶ οὗ ὁ λόγος· λόγῳ γὰρ καὶ τρόπῳ θεαρέστως ὑποταγείς, εὐλόγως καὶ εὐαφόρμως ἐπὶ ταύτην πρόσεισιν, καὶ τὸν νοῦν καθαίρεται ἐγγίζων Θεῷ, καὶ ταῖς πρὸς αὐτὸν θεωρίαις γλυκαίνεται μετεωροπορῶν τῷ νῷ· ἐπεὶ μηδὲ ἔνεστιν ἡδύτερόν τι τοῦ Θεὸν ἔχειν ἐν θεωρίᾳ, ὅς ἐστι γλυκασμὸς καὶ ὅλος ἐπιθυμία τοῖς γευομένοις αὐτοῦ τῆς ἀκορέστου ἀγάπης, ὡς λήθην λαμβάνειν καὶ αὐτῆς σχεδὸν τῆς ὀρεκτικῆς τροφῆς.

Ἐφ’ ἑαυτῷ μὲν οὖν ταῦτα καὶ ἐφέλκεται καὶ πορίζεται, καὶ δυνάμεως εἰς δύναμιν μετερχόμενος, καὶ ἀναβάσεις ἀρετῶν ἐν καρδίᾳ διατιθέμενος.

ΚΕΦΑΛΑΙΟΝ Γʹ ιεʹ. Ἐπειδὴ δὲ οὐκ ἤρκει τὸ καθ’ ἑαυτὸν μόνον σκοπεῖν, ζητούσης τῆς ἀγάπης, καὶ τὸ τῶν ἄλλων συμφέρον, τέθειται γοῦν καὶ ἐν τάξει Πατρός, μᾶλλον δὲ φωστῆρος δίκην τῇ μνημονευθείσῃ ἀδελφότητι, κατὰ διαδοχὴν τοῦ μακαρίτου Θεοκτίστου, ἐχούσῃ ἴδιον τὸν καθηγεμόνα, ἣν καὶ ἀμφότεροι πνευματικῶς τε καὶ σωματικῶς ὅτι μάλιστα εἰς τὸ εἶναί τε καὶ ὀνομάζεσθαι μονὴν εὐαγεστάτην προήγαγον. Γίνεται δὲ καὶ δυοῖν φοιτητῶν καθηγητὴς ἰδιοτρόπως, ὑφ’ ὧν ἐξυπηρετεῖτο καὶ οὓς εἶχε συνεστίους, ἀλλ’ οὐχὶ συσσίτους, ὧν ὁ εἷς ἔτι περίεστι τοὔνομα Ἀντώνιος, ὁ μεθ’ ἡμῶν καὶ σὺν ἡμῖν μέχρι γήρους ὑποταττόμενος· αὐτὸς ἡμῖν ὑφηγητὴς εἴη ἐνταῦθα τῶν ἐπιζητουμένων. Ἄρτος, φασί, τῷ Πατρὶ καὶ κύαμος πρὸς λαχάνοις καὶ ἀκροδρύοις, ἡ καθ’ ἡμέραν εὐανθίζουσα ἀνέλαιος διατροφή, πλὴν Κυριακῆς τε καὶ ἑορτῆς, καθ’ ἃς εἰώθει ὁμοτράπεζος εἶναι τῇ κοινῇ ἀδελφότητι. Ποτόν, ὃ βλύζουσι κρῆναι, καὶ ᾧ συνάγεται νοῦς, οὐ χεόμενος οἰνοφλυγίας ῥεύματι, οὐδ’ αὐτὸ ἡμερήσιον ἀεί, ἀλλὰ πῇ μὲν ὑπερημερήσιον, πῇ δὲ δυσσευόμενον τῇ ἑβδομάδι, ἢ καὶ δεκαήμερον λαμβανόμενον τῆς βραδυποσίας, ἵν’ οὕτως εἴπω, καὶ ἀποσίας, μετὰ τῆς ἐγχρατοῦς ἐφέσεως, καὶ ἐκ φυσικῆς κράσεως, εἰς ἕξιν αὐτῷ καθεστώσης.

ιϛʹ. Ἐσθὴς εὐτελὴς καὶ βραχύτιμος, καὶ πρὸς μόνην θάλψιν πεποιημένη, ἀλλ’ οὐχὶ λεπτοῖς ὑφάσμασιν ἐπιτετηδευμένη, οὐδὲ βαφικαῖς χροιαῖς ἐξηνθισμένη, ἣν οἱ καλλωπισταί, ἀλλ’ οὐ μονασταὶ θηρᾷν ἐφίενται. Προσευχὴ καὶ ἀνάγνωσις ἐπίπονος, ἀφοριζομένη κατὰ καιρόν, καὶ εἰς τροφὴν αὐτῷ ἀντὶ τρυφῆς καρυκευομένη. Γονυκλισιῶν πυκνότης, πατρόθεν ἠργμένη, ἐξ ἧς τύλοι χειρῶν τε καὶ γῆς ἐφ’ ἧς ἐβεβήκει, μέχρι τοῦ δεῦρο τὴν ἀρετὴν στηλιτεύοντες.

Στρωμνὴ οὐχ ἁπαλή τε καὶ διαρρέουσα, ἀλλ’ ὅση καὶ ὑποπιάζειν τὸ σῶμα δυναμένη, καὶ ἀταπείνωτον αὐτὸ πρὸς τὰς πνευματικὰς λειτουργίας διαφυλάττειν ἰσχύουσα. Χειρῶν ἐργασία διὰ σπουδῆς· τοῦτο γὰρ τῶν ἐκείνου κατορθωμάτων παρὰ τοὺς πολλούς, ἵνα μὴ λέγω τοὺς πάντας, τὸ ἐπίσημον, ἢ μᾶλλον, οἰκειότερον εἰπεῖν, σὺν τῷ ἱερῷ Ἀποστόλῳ φάναι, ἔχοντος, «ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται», ὅτι μηδὲ δωρεὰν ἄρτον ἔφαγεν. Ποία γὰρ χεὶρ τῆς ἐκείνου δεξιᾶς μουσικώτερον ἐσυρμαιογράφησεν, ἢ τίς ἐπιπονώτερον τῆς ἐκείνου προθυμίας ἐσπουδαιογράφησεν; καὶ πᾶν ὁτιοῦν προσπεσὸν ἔργον θερμῶς διεχειρίσατο.

Πῶς ἄν τις ἐξαριθμήσειεν τοὺς τὰ ἐκείνου πονήματα εἴτ’ οὖν βιβλιδάρια ἔχοντας, ἐκ διαφόρων θείων Πατέρων ἀνθολογηθέντα, καὶ ἱκανὴν ποριζόμενα τοῖς κεκτημένοις τὴν ὠφέλειαν; Ταῖς καθ’ ἡμᾶς δὲ μοναῖς πόθεν ἄλλοθεν ἡ τῶν δέλτων εὐπορία; ἢ οὐχὶ ἐκ τῶν ἐκείνου ἁγίων χειρῶν καὶ πόνων, ἃς οἱ μετιόντες καὶ τὴν ψυχὴν φωτιζόμεθα, καὶ τὴν γραφίδα θαυμάζομεν ὁποία τε καὶ ἡλίκη; Ἀλλὰ γάρ, παραδραμὼν ὁ λόγος ἀνιστόρητά τινα, πάλιν ὑπονοστήσας ἀπαγγελλέτω τὰ παραλειφθέντα.