Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἐπιτάφιος εἰς Πλάτωνα

Θεόδωρος ὁ Στουδίτης

Δράση κατά την εικονομαχία και ποιμαντική προσφορά

Η διαφύλαξη της πίστης κατά την περίοδο των διωγμών, η άρνηση ανάληψης ανώτερων εκκλησιαστικών αξιωμάτων και η έμπρακτη φιλανθρωπία στην Κωνσταντινούπολη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 5 από 10

ιζʹ. Ἤκμαζε τηνικαῦτα ὁ χειμὼν τῆς ἀσεβείας, Κωνσταντῖνος ὁ δυσσεβὴς λογισμός, τὸ τῆς κακίας δοχεῖον, ὁ πολυκέφαλος δράκων, ὁ τῆς εἰκονομαχικῆς αἱρέσεως τριστάτης, ὁ τοῦ μοναδικοῦ τάγματος πικρὸς διώκτης, ὃς τίνα μὲν τῶν καθ’ ἡμᾶς Ναζιραίων οὐκ ἐξηφάνισεν; τίνα δὲ κρυπτόμενον οὐκ εἰς μέσον ἤγαγεν; ποῖον δὲ ἀντιφερόμενον οὐ κατέσπασεν εἰς τὸ καὶ ἀσεβείας βάραθρον, ὡς, εἴ πού τινα ἐναπολειφθέντα τῶν ἐπιφανῶν, ὥσπερ τινὰ σπινθῆρα ἐν ἀποβύστῳ τόπῳ κείμενον, ἐν νεκροῖς λελογέναι, παρὰ τῶν ἔτι ὑπὲρ γῆν ὄντων. Τοιοῦτος ὁ ἡμέτερος Ἠλίας, ὑπὸ Κυρίου φυλαττόμενος ἐν οἷς ἠσκεῖτο τόποις, καὶ μὴ εἰς χεῖρας ἁλοὺς τοῦ νέου Ἀχαάβ, μηδὲ μετασχὼν τῆς ἐκείνου ἀσεβείας, ἵν’ ἀναφανῇ μετὰ παρέλευσιν τῆς νυκτομαχίας, ἀστὴρ ἑωθινὸς ἡμῖν, ὅπερ καὶ γέγονεν. Ἐντεῦθεν διά τινα ἀναγκαῖα εἴσεισιν εἰς τὸ Βυζάντιον, ἄρτι ὥσπερ τινῶν φωστήρων ἐπιφαινομένων τῶν ἐπιλελειμμένων μοναστῶν τοῖς ἐν ἄστει.

ιηʹ. Καὶ ἐπείπερ ὡς ἐκ νεκρῶν ζῶν ἀνεγνωρίσθη ὁ μακαρίτης (οὐδὲ γὰρ ὅτι ὑπῆν ἡμῶν τῆς τεκούσης ὁμαίμων ἐγνωρίζετο), γίνεται περιβόητος οὐ μόνον συγγενεῦσιν, ἀλλὰ γὰρ καὶ πάσῃ τῇ Βυζαντίδι, ἄλλων ἀλλαχοῦ ἑλκόντων αὐτόν, περιχαρῶς τε ἀσπαζομένων, καὶ φιλοφρόνως δεξιουμένων, καὶ ἀπολαυόντων διδασκαλίας προσηκούσης. Ἦν γὰρ ὅτι μάλιστα ὁ ἀνὴρ ἡδὺς τὸν λόγον, ἡδύτερος τὸν τρόπον, ἀσκητικὸς τὸ εἶδος, πολυειδὴς τὴν διδασκαλίαν, τοῖς πᾶσι τὰ πάντα, ἀποστολικῶς εἰπεῖν, γιγνόμενος, τῶν ἐν συζυγίαις σωφρονιστής, τῶν παρθενευόντων συνασπιστής, τῶν ἐν ἐξουσίαις παρακλητικός, τῶν ἀσθενούντων εἰς ψυχὴν ἰατρός, πατράσι τέκνα συμβιβάζων, πατέρας τέκνοις καταλλάσσων, δεσπόταις δούλους εὐνοεῖν ἀντιβολῶν, καὶ τούτους ἐκείνοις εὐεργέτας καθιστῶν.

Τἄλλα ὅσα ὁ τοῦ Θεοῦ ἄνθρωπος ποιῶν τε καὶ λέγων γνωρίζεται, ἓν εἰπὼν εἰς σύστασιν τῶν εἰρημένων, πιστώσω τὸν λόγον. Ὅτιπερ ἀφ’ οὗ ἐπεδήμησε τοῖς ἐν ἄστει, ὅλους οἴκους μετέπλασε καὶ μετεστοιχείωσεν εἰς βίον ἐνάρετον. Τί δὴ τοῦτο; Ὅρκον ἐκκόψας τῇ παραινετικῇ αὑτοῦ γλώττῃ, καλλωπισμοὺς συστείλας τῇ εὐκόσμῳ διδασκαλίᾳ, φιλοπτωχίαν ἐμποιήσας τῇ ἠθικῇ ὑφηγήσει, ἐξ ἧς κένωσις χρημάτων καὶ διανομαὶ ἐφ’ οὓς ἠσκεῖτο τόπους δημόσιοι.

Πρός τε ἀνάγνωσιν ῥυθμίσας, καὶ πρὸς ὁτιοῦν τῶν καλῶν εὖ ἐπανάγων, καὶ ταῦτα ἐν κόπῳ καὶ μόχθῳ νυκτὸς καὶ ἡμέρας, τληπαθῶν, ἀγρυπνῶν, πεζοπορῶν, ταῖς παρὰ τῶν φύλων καὶ συγγενῶν δεξιώσεσιν, ἀνταλλάσσων τὰς παρ’ ἑαυτοῦ κακοπαθείας, ἔργῳ τὸ τοῦ Ἀποστόλου φθεγγόμενος· «Ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι».

ιθʹ. Ἦρε τοιγαροῦν σύσσημον τῇ βασιλιζούσῃ, τὸν λόγον ὑπὸ τοῦ βίου μαρτυρούμενον ἔχων, κἀξ αὐτοῦ τοῦ εὐτελοῦς καὶ ἀπερίττου σχήματος, παράκλησις εἰς ἀρετὴν τοῖς ὁρῶσι γινόμενος· εἰ δὲ ὅτι πολιτικὸς ἦν ἔν τισι γλυκαίνων τὴν φράσιν πρὸς τὸ τῶν ἀκουόντων ἰδιότροπον, ὁράτω τις τὸν καρπόν, καὶ μὴ μεμφέσθω τὸν τρόπον.

Τίς δὲ οὗτος; Ὁ τῶν ἁμαρτανόντων μετάμελος καὶ ὁ τῶν ἀποτασσομένων τοῦ βίου ὅμιλος· πρῶτος γὰρ καὶ μόνος σχεδὸν εἰπεῖν πτερωτὴς τῶν τοῦ γένους καὶ τῶν ἔξω γένους, ὁ τῆς ὁσιότητος ἐραστὴς ἡμῶν δέδεικται. Διὰ ταῦτα καὶ προστατεῖν μοναστηρίου ἀστικοῦ ἀναγκάζεται μέν, οὐ καταπείθεται δέ· καὶ ἄρχειν τῆς Νικομηδέων Ἐκκλησίας ὑπὸ τοῦ τηνικαῦτα προέδρου προτρέπεται μέν, οὐ συνέρχεται δέ, φεύγων τὸν κλῆρον ὁ τούτου ἄξιος, καὶ τὸ τῆς ἱεραρχίας ὕψος δεδιὼς ὁ τὴν ἀρετὴν μετέωρος. Διὸ καὶ πρὸς τὴν φίλην αὐτῷ ἡσυχίαν ἐπάνεισιν, κἀκεῖ καθιστᾷ μνήμης ἄξια, πτωχῶν προϊστάμενος, ἀδικουμένων ὑπερασπιζόμενος, θλιβομένους παραμυθούμενος, καὶ θλῖψιν οἷαν βούλῃ πιεζομένους θεραπεύων, τοῦτο μὲν διὰ γλώσσης καὶ μέλανος, ἐπεὶ μὴ εἶχεν ἄλλῳ τινὶ φαρμάκῳ ἐπαμύναι τῷ προσιόντι, καὶ ἴσχυέ γε τὸ γράμμα ὡς δῶρον αἰδοῖ τοῦ ἀνδρός, κάμπτων πρὸς οἶκτον τὸν ἐλεεῖν δυνάμενον.

κʹ. Τοῦτο δὲ καὶ ἐξ ὧν εὐπορεῖτο ἡ χεὶρ ἐπιδιδόναι, πληρούντων αὐτὴν τῶν καλῶς τὰ ἐνόντα κενούντων ἐπὶ μεθέξει τῶν ἀκενώτων καὶ αἰωνίων. Εἰ δὴ μηδ’ ἑτέρῳ, παρακλήσει ἐξαίρων τὸ ἄλγος, καὶ μακροτέρᾳ διερωτήσει ἁπαλύνων τὴν τραχυνομένην καρδίαν τοῦ κάμνοντος. Τί θαυμαστὸν πρὸς ταῦτα καὶ αὐτὸν μετὰ τοῦ ἀοιδίμου Ἰὼβ ἐκεῖνα λέγειν, «Διέσωσα πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ ὀρφανῷ οὗ οὐκ ἦν βοηθὸς ἐβοήθησα, στόμα δὲ χήρας με ηὐλόγησεν, δίκην δὲ ἣν οὐκ ᾔδειν ἐξιχνίασα», ὧν ἕνεκεν καὶ ὡς πατὴρ ἐγνωρίζετο, καὶ ὡς προστάτης ἐμεγαλύνετο, καὶ ὡς κηδεμὼν ἐμακαρίζετο, ὁρώμενος, ἀπαντώμενος, ξενιζόμενος, παρὰ μονασταῖς, παρὰ μιγάσιν, εἰς τὰ ὑπερέκεινα ὧν ἠσκεῖτο τόπων τῆς περὶ αὐτοῦ φήμης διαδραμούσης, καὶ πάντων τὸν Πλάτωνα ἐν ταῖς ἑαυτῶν γλώσσαις, ὡς μέγα τι καὶ ἀξιάγαστον χρῆμα, ἐπιφερόντων, ὃν καὶ ὁ μέλλων χρόνος εὖ οἶδ’ ὅτι οὐ σιγήσειεν, εἴπερ ἀρετὴ πρᾶγμα ἀθάνατον.