Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἐπιτάφιος εἰς Πλάτωνα

Θεόδωρος ὁ Στουδίτης

Κοινοβιακή μεταρρύθμιση και συμμετοχή στη Ζ' Οικουμενική Σύνοδο

Η αυστηρή αναδιοργάνωση της μονής με βάση τους κανόνες του Μεγάλου Βασιλείου και η σθεναρή υπεράσπιση της Ορθοδοξίας υπέρ των ιερών εικόνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 6 από 10

ΚΕΦΑΛΑΙΟΝ Δʹ καʹ. Ἀλλ’ ἧκεν ἡμῖν ἡ χριστοφόρος Εἰρήνη, ἡ φερωνύμως βασιλεύσασα, ἐν ᾗ μετὰ τῶν ἄλλων καλῶν καὶ ἡ τοῦ μονάζειν παντὶ τῷ βουλομένῳ ἠνέῳκτο θύρα, πάλαι ὑπὸ ἀσεβοῦς βασιλείας κεκλεισμένη, καθάπερ ὑπὸ ἑλληνιζούσης τὸ χριστιανίζειν. Ἐντεῦθεν ἡ περὶ ἡμᾶς μὲν πανέστιος ἀποταγή, τοῦ δὲ πανευφήμου Πατρὸς ἡ μετὰ τὴν ἡσυχίαν ἡγεμονία, οὐ βουλομένου μέν, οὐδὲ ὀρεγομένου ἄρχειν (πῶς γὰρ ἂν ὁ τὰς μεγίστας φυγὼν ἀρχὰς ἐφέσει τῶν ὑφειμένων ἡλίσκετο), ἀλλὰ τὸ μὲν κατακλασθεὶς ὑπὸ τοῦ αἵματος (εἰρήσεται γὰρ τ’ ἀληθές, εἰ καὶ τραχύτερος ὁ λόγος), τὸ δὲ καὶ ἐλπίσας τὴν αὐτὴν ἴσχειν ἡσυχίαν, κἂν τῇ ἡγεμονείᾳ, ὅπερ οὐχ οἷόν τε. Οὐδὲ γὰρ ζητήσας εὗρε τὸ ἐλπιζόμενον· κἀντεῦθεν αὐτῷ οἱ πολλοὶ πνεύσαντες πειρασμοί, τὸ δὲ ὑφ’ ὧν καὶ δι’ οὕς, ἀφίημι λέγειν, αἰδοῖ τῶν προσώπων, πλὴν ἕλκει βίον ὀδυνηρόν τε καὶ ἀνώμαλον, καὶ τῆς οἰκείας ἕξεως ἀναρμόδιον.

κβʹ. Ἀλλὰ τί ποιεῖ ὁ γενναῖος ἐκεῖνος ὄντως καὶ εὐθύβουλος; Ἐπειδὴ ἑώρα ἑαυτὸν ἑαλωκότα τῇ προστασίᾳ, καὶ φυγεῖν ταύτην οὐκ ἀκίνδυνον, καίπερ πολλάκις βουλευσάμενος, οἷά τις οἰακοστρόφος, ἐν μέσῳ κλύδωνος περιζέοντος, τὸ τῆς ψυχῆς ὀκνῶδες ἀποσεισάμενος, καὶ τὸ τῆς διανοίας ὄμμα ὑψιφρόνως ἀνατείνας, ἰχνηλατεῖ λοιπὸν τοὺς τῶν μακαρίων ἀνδρῶν βίους· οὐ πρὸς τὰ προσεχῆ παραδείγματα βλέπων, ἐπεὶ λοξὰ καὶ συγκεχυμένα, πρὸς δὲ τὴν ἀρχέτυπον εἰκόνα τῆς ἀποστολικῆς ζωῆς ἀποσκοπῶν (ὃ δεῖ πάντας τοὺς τῆς ἀρετῆς γραφέας ποιεῖν, εἴ γε μέλλοιεν πατροείκελον καὶ σωτήριον τὸν ἑαυτῶν βίον ἀπεργάζεσθαι), πρῶτον τοῦτο ποιεῖ, καὶ λίαν νεανικῶς.

κγʹ. Εἰς τὰς τοῦ μεγάλου καὶ θεοφόρου Βασιλείου νομοθεσίας εἰσελθών, ὡς ἐν παραδείσῳ, καὶ εὑρὼν ἐναντιουμένην τῇ μοναδικῇ πολιτείᾳ τὴν ἀνθρωπίνην συνήθειαν, πρὸς τῷ τοῦ θήλεως ζώῳ δούλοις τὰ κοινόβια διοικούμενα, κἀντεῦθεν πολλὰς τὰς ἀτοπίας τικτομένας, μείζους δὲ τὰς ψυχικὰς ζημίας ὑφισταμένας, ὅρα τί ἐργάζεται.

Ἐπερωτήσεσι πρότερον χρησάμενος παρὰ τῶν εὖ εἰδότων, ὡς ἂν μηδὲ αὐτὸ τὸ καλὸν ἀβασάνιστον εἴη (τῆς γὰρ αὐταρεσκείας πόρρω νεύων, οὐκ ἦν τι, ὃ μὴ συμβουλίαις διεπράττετο), καινοτομεῖ τὰς ἐκνόμους παραδόσεις ὡς φιλοκάκους αἱρέσεις, καὶ καθιστᾷ τὸ ἑαυτοῦ μοναστήριον ἄτερ δούλων, ἔξω τοῦ θήλεως ζώου δίχα ἐμπορικῆς ἄλλης προσόδου, ἅτινα καπιλικὰ κέρδη ὁ αὐτὸς θεῖος Βασίλειος ὀνομάζων, φευκταῖα εἴρηκεν. Γίνεται δὲ ἡ κατόρθωσις οὐκ ἀμογητί, ἀλλὰ γὰρ καὶ λίαν περιστατικῶς ἐκ τῶν συνασκουμένων ἀηθῶν ὄντων, καὶ ἐκ τῶν ἔξωθεν ἀντιπραττόντων τῷ ἀγαθῷ σκοπῷ, οὐκ ὀλίγων ὑπαρχόντων. Καὶ οὐ θαυμαστόν· ἐπεὶ μηδὲ συνήθειαν περικόψαι τῶν ῥάστων καὶ εὐπετῶν, μηδέ τι ἀνεπίφθονον τῶν ἐπαινετῶς ἑλουμένων. Ἄρ’ οὖν οὐχ ὑπερανεστώσης διανοίας ἀπορραγῆναι ἐπιβλαβοῦς παραδόσεως, καὶ τοιοῦτον προθεῖναι ἑαυτὸν ὑπόδειγμα καλὸν τοῖς βουλομένοις μὴ μόνον ὀνόματι, ἀλλὰ καὶ πράγματι μονάζειν, καὶ οἰκεῖον τῷ βίῳ καὶ τὸ ἔργον ἔχειν. Πῶς γὰρ ἂν μοναστὴς ἀληθινός, ὁ δεσποτείας φόβον δούλοις ἐπανατεινόμενος; ἢ πῶς ἀγοήτευτος τὴν ὅρασιν ὁ ἐκ θεωρίας τοῦ συνόντος αὐτῷ ὑπουργικοῦ θήλεως ἀσκητὴς καθυπηρετούμενος, ὅπου γε καὶ τούτου ἐκτὸς ὑπάρχων, τῷ ἐμφυλίῳ πολέμῳ συμβέβηκεν ἁλίσκεσθαι;

Ἥψατο τοιγαροῦν ὁ ζῆλον τῶν ἐγγύθεν, καὶ μετέλαβον τοῦ ἀγαθοῦ οἱ φιλόθεοι πόρρωθεν, κἀκεῖνος τὸ κλέος διαιωνίζον ἀπηνέγκατο. Εἰ δὲ καὶ ἄλλον ἔσχε συναγωνιστήν τε καὶ συλλήπτορα, φημὶ δὴ τὸν ταῦτα λέγοντα καὶ γράφοντα, τῷ πατρὶ τὴν χάριν ἀνεκτέον, παιδὶ γὰρ προσήκει τὸ πάντα πατρώζειν, καὶ ὅλον ἑαυτὸν ἐμπαρέχειν τῷ γεννήτορι.

κδʹ. Ἔπειτα περιστέλλει ἑαυτὸν ἐκ τῶν ἐν ἄστει προόδων, ἐκ συνουσίας ἀγχιστευόντων, ἐκ συνδιατριβῆς ἀρχόντων, εἴσω τῆς πνευματικῆς αὐλῆς ἐρηρισμένον ἔχων τὸν πόδα· ἐπιστατεῖ τοῖς λογικοῖς θρέμμασι, διατρέφων διδασκαλίας πόᾳ, καὶ ναματίζων κατηχήσεως ῥείθρῳ. Ἐξ οὗ τί γίνεται; Εὐθαλεῖ ἡ Λεία, αὔξει τὸ ποίμνιον, γίνεται περιβόητον, δοξάζεται ὁ ἅγιος Θεός, παρ’ οὗ πᾶν ἀνθρώποις τὸ κατορθούμενον. Ἀλλ’ οἷόν με ἐν μέσῳ τῶν εἰρημένων λαθὼν μικροῦ δεῖν παρέδραμεν! Ἤδη κρατησάσης τῆς εὐσεβοῦς Εἰρήνης, καὶ πολλῶν λόγων βαλλόντων καὶ βαλλομένων περὶ τῆς τῶν σεπτῶν εἰκόνων ὑποθέσεως, παρρησιάζεται πρὸ τῶν πολλῶν καὶ σὺν ὀλίγοις τὴν ἀλήθειαν, μάχεται τοῖς εἰκονομαχοῦσιν καθ’ ὅσον οἷόν τε, ἐπεὶ μηδὲ δογματικὸς ἦν, ἀλλ’ ἁπλοῦν μὲν τὸν λόγον, εὐρύχωρον δ’ ὅμως φερωνύμως καὶ πειθῆνον [πειθανὸν] ἔχων.

Ἀπόδειξις τῶν εἰρημένων, τὸ ἐν καθέδρᾳ μητροπόλεως τῶν ἐπιφανῶν, ἐν τῇ κατὰ τοὺς ἁγίους Ἀποστόλους συνόδῳ, παρὰ τοῦ τηνικάδε προεδρεύοντος κατ’ ἐκλογὴν τεθῆναι τὸν ἄνδρα, οὔτε πρότερον πτοηθέντα τὰς ἀπειλὰς τῶν αἱρετιζόντων, οὔτε τηνικαῦτα ὑποπτήξαντα τὴν ἀποτροπὴν καὶ ἐπιδρομὴν τοῦ στρατιωτικοῦ τάγματος, ἡνίκα ὥρμησε πρὸς τὸν μέγαν νεών, καταβοῶν τοῦ προέδρου καὶ ἀνευφημῶν τὸν κατὰ τῶν σεπτῶν εἰκόνων ψευδοσύλλογον.

Καὶ μικρὸν ὕστερον, ὁπότε διελύετο τὸ τῆς ἀληθείας ἄθροισμα, καὶ ὡς ἐκ μέσου λεόντων ἡ βασίλισσα ὑπεξῄει, ἄνευ αἵματος, ὡς εἰπεῖν, δειχθεῖσα μάρτυς, καὶ ὁ ἡμέτερος καθηγητὴς τῷ ἀρχιερεῖ συνεπόμενος, οὐδὲν ἐπὶ τοῖς τετολμημένοις ἐδεδοίκει· μικρὸν γάρ ἐστι τὸ ἐν τῇ Νικαέων συνόδῳ ἐκ δευτέρου εὑρεθῆναι, διὰ τὸ ἐκ μέσου τότε γεγονέναι τὸν ἀτίθασον λαὸν καὶ ἀτεράμονα.