ΚΕΦΑΛΑΙΟΝ Γʹ
ιεʹ. Ἐπειδὴ δὲ οὐκ ἤρκει τὸ καθ’ ἑαυτὸν μόνον σκοπεῖν, ζητούσης τῆς ἀγάπης, καὶ τὸ τῶν ἄλλων συμφέρον, τέθειται γοῦν καὶ ἐν τάξει Πατρός, μᾶλλον δὲ φωστῆρος δίκην τῇ μνημονευθείσῃ ἀδελφότητι, κατὰ διαδοχὴν τοῦ μακαρίτου Θεοκτίστου, ἐχούσῃ ἴδιον τὸν καθηγεμόνα, ἣν καὶ ἀμφότεροι πνευματικῶς τε καὶ σωματικῶς ὅτι μάλιστα εἰς τὸ εἶναί τε καὶ ὀνομάζεσθαι μονὴν εὐαγεστάτην προήγαγον. Γίνεται δὲ καὶ δυοῖν φοιτητῶν καθηγητὴς ἰδιοτρόπως, ὑφ’ ὧν ἐξυπηρετεῖτο καὶ οὓς εἶχε συνεστίους, ἀλλ’ οὐχὶ συσσίτους, ὧν ὁ εἷς ἔτι περίεστι τοὔνομα Ἀντώνιος, ὁ μεθ’ ἡμῶν καὶ σὺν ἡμῖν μέχρι γήρους ὑποταττόμενος· αὐτὸς ἡμῖν ὑφηγητὴς εἴη ἐνταῦθα τῶν ἐπιζητουμένων. Ἄρτος, φασί, τῷ Πατρὶ καὶ κύαμος πρὸς λαχάνοις καὶ ἀκροδρύοις, ἡ καθ’ ἡμέραν εὐανθίζουσα ἀνέλαιος διατροφή, πλὴν Κυριακῆς τε καὶ ἑορτῆς, καθ’ ἃς εἰώθει ὁμοτράπεζος εἶναι τῇ κοινῇ ἀδελφότητι. Ποτόν, ὃ βλύζουσι κρῆναι, καὶ ᾧ συνάγεται νοῦς, οὐ χεόμενος οἰνοφλυγίας ῥεύματι, οὐδ’ αὐτὸ ἡμερήσιον ἀεί, ἀλλὰ πῇ μὲν ὑπερημερήσιον, πῇ δὲ δυσσευόμενον τῇ ἑβδομάδι, ἢ καὶ δεκαήμερον λαμβανόμενον τῆς βραδυποσίας, ἵν’ οὕτως εἴπω, καὶ ἀποσίας, μετὰ τῆς ἐγχρατοῦς ἐφέσεως, καὶ ἐκ φυσικῆς κράσεως, εἰς ἕξιν αὐτῷ καθεστώσης.