Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἐπιτάφιος εἰς Πλάτωνα

Θεόδωρος ὁ Στουδίτης

Παραίτηση από την ηγουμενία και αγώνας κατά του παράνομου γάμου

Η παράδοση της πνευματικής ηγεσίας λόγω ασθένειας, η αντίδραση στον παράνομο γάμο του αυτοκράτορα, ο διωγμός των μοναχών, η φυλάκιση του Πλάτωνα και η μετέπειτα δικαίωσή του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 7 από 10

κεʹ. Ἐπειδὴ δὲ ταῦτα οὕτω καὶ τὸ τῆς Ὀρθοδοξίας τρόπαιον ἐκρατύνθη, ἐπανῆκεν ὁ πατὴρ εἰς τὸ οἰκεῖον φροντιστήριον, ἐχόμενος τῆς προστασίας· καὶ βληθεὶς νόσῳ, ἀπόγνωσιν ζωῆς ὑποδηλούσῃ τῷ ἑρμαίῳ τῆς ἐπιθυμίας, μετατίθεται τὴν ἀρχὴν ἐφ’ ἡμᾶς, τοὺς μηδὲ τοῦ ἄρχεσθαι ἀξίους. Εὑρίσκει οὖν τὴν ποθουμένην ταπείνωσιν, λαμβάνει ἀνακωχὴν τῶν λυπηρῶν, λύεται τῶν συνεχόντων ἐπηρειῶν, ὀφθεὶς οἷος ἦν τὸ πρότερον, ἀφιλάργυρος, ἀφιλοκτήμων, ἀφιλοπράγμων, τῆς δυσμενείας οὐκ ἐχούσης χώραν ἔτι συννεφεῖν τῆς ἐκείνου ἀρετῆς τὴν ἀκτῖνα. Πειράζονται γὰρ καὶ δίκαιοι, ὡς ἂν τῇ πυρώσει τῶν λυπηρῶν χρυσοειδέστεροι τὰς ψυχὰς γένοιντ’ ἂν καὶ μὴ ὑπολισθαίνουσιν εὐθυποροῦντες, ὡς ἂν μάθοιεν παρὰ Θεοῦ αὐτοῖς εἶναι πᾶν τὸ κατορθούμενον.

ΚΕΦΑΛΑΙΟΝ Εʹ κϛʹ. Ὁ μὲν οὖν τῆς καθηγήσεως τρόπος ἤδη πεπέρασται, τρέψομαι δὲ τὸν λόγον ἐπὶ τὸ διαβοητότερον. Ἀλλ’ οἴμοι! στένειν πάρεστιν, ὁρμωμένῳ μὲν τ’ ἀληθῇ φρᾶσαι, ἀναινομένῳ δὲ τὴν διήγησιν φειδοῖ τῶν δεδρακότων. Ὅμως, ἐπεὶ μὴ οἷόν τε ἄλλως φανερῶσαι τὰ κρυβῆναι μὴ ὀφείλοντα, καίπερ πανταχοῦ διαθρυλλούμενα, ἐπὶ τὴν δήλωσιν ἐλεύσομαι· οὐ θριαμβεύειν τοὺς δράσαντας βουλόμενος, ὅσον στηλογραφῆσαι τὴν ἀρετὴν τοῦ ἀειμάκαρος. «Οὐαί σοι, πόλις», φησίν, «ἧς ὁ βασιλεύς σου νεώτερός ἐστιν», τῆς Γραφῆς πάλαι μὲν ἀκήκοα, νῦν δὲ ἐν πείρᾳ γεγένημαι. Κωνσταντῖνος, ὁ τῆς Εἰρήνης ῥάδαμνος, οὗ ἡ πίστις μὲν ὀρθὴ ἐκ μητρικῆς εὐσεβείας ἐσφραγισμένη, ὁ βίος δὲ σκαμβὸς ἐξ αὐτοκρατορικῆς ἀκολασίας οἰστρηλατημένος· ἄρτι γὰρ κρατήσας ἐν νεαζούσῃ ἡλικίᾳ, ὁμοῦ μὲν τῆς μητρῴας αἰδοῦς καὶ φυλακῆς ἀφηνιάσας, ὁμοῦ δὲ τῶν τοῦ Θεοῦ νόμων ὑπερφρονήσας, ἐκβαλὼν τὴν νομίμως αὐτῷ συναφθεῖσαν γυναῖκα, μοιχεύει κατὰ τὸν Ἡρώδην. Ἀλλὰ τίνος ἕνεκεν ἡ ἱστορία; Ὅτι τοῦ Προδρόμου ὁμόζηλος καὶ ὁ ἡμέτερος καθηγητὴς πεφανέρωταί πως, πάντων σχεδὸν συνελθόντων τῇ παρανομίᾳ, μόνος, ὡς εἰπεῖν, οὗτος σὺν τοῖς ἑαυτοῦ παισίν, εἴτ’ οὖν φοιτηταῖς, ἀκλόνητος διαμένων, ὑπὲρ οὗ ὅσα καὶ ἡλίκα δι’ ὅλου ἔτους τὰ ἀγωνίσματα, ἀκοαὶ ἐπ’ ἀκοαῖς, ἀπειλαὶ ἐπ’ ἀπειλαῖς, μαστίγων, ἐξοριῶν, ἀκρωτηριασμῶν.

κζʹ. Ὡς δὲ οὐδὲν ἐντεῦθεν ἠνύετο τῶν σπουδαζομένων τῷ Καίσαρι, ἐφ’ ἕτερον μέτεισι τρόπον· καὶ ἦν τὸ μὲν δρᾶμα κατὰ τὸ ἀδόμενον ἑτέρων, ἡ δὲ χεὶρ Ἀβεσσαλὼμ ἡ τοῦτο πρακτεύουσα. Ἴστε τοὺς παραπεμφθέντας μονάζοντας καὶ τὰ σταλέντα γράμματα. Καὶ τέλος ἐπειδὴ καὶ ταῦτα ἕωλα καὶ ἀβέβαια, τοῦ Πατρὸς τὰ δέοντα ἀντεπιφέροντος καὶ ἀντεπιστέλλοντος, ἡ ἀνακάλυψις τῆς βασιλικῆς μορφῆς, οὐκέτι χώραν ἔχοντος τοῦ προσωπείου, φαίνεσθαι.

Ἀβάλε τὰ τότε γεγενημένα παρὰ τῶν σταλέντων δύο στρατηγῶν, ὡς ἐπὶ πολεμίων τινῶν πρὸς τὸν ἄοπλον μοναστὴν τοῦ Χριστοῦ, καὶ μόνῳ τῷ θείῳ νόμῳ φραττόμενον. Ἤρθη ποιμὴν ἐκ μέσου, καὶ διεσκορπίσθη τὰ πρόβατα ἀπὸ τῆς ποίμνης· οἱ μὲν ἐτύφθησαν, ἄλλοι ὑπερωρίσθησαν, ἕτεροι ἐδιώχθησαν, καὶ τό γε ἐλεεινότερον, θέσπισμα βασιλικὸν ἀπροσδέκτους εἶναι πανταχοῦ τοὺς διὰ Κύριον δεδιωγμένους· καὶ ὑπήκουσάν γε οἱ τῶν σεμνίων προϊστάμενοι, καὶ σπάνιος ὁ ἀποτολμῶν εἰσδέξασθαι· καὶ Χριστὸς ἐκάθευδεν, δι’ οὓς οἶδεν τρόπους, δοκιμάζων τὰ γιγνόμενα, τῶν μὲν βασανίζων τὸν πρὸς αὐτὸν πόθον εἰ ἐπιμένοιεν, τῶν δὲ τὸ ἀπάνθρωπον οἰκτιζόμενος ἐνεγκεῖν εἰς μετάμελον.

κηʹ. Τί οὖν ὁ τοῦ Χριστοῦ ἀθλητής; Ἀποτέμνεται τῶν οἰκείων μελῶν ἐθελοντής, καταλιμπάνεται μονώτατος τὴν ψυχὴν θεὶς ὑπὲρ τῶν προβάτων, κατὰ τὸ Εὐαγγέλιον, ὁ ὡς ἀληθῶς ποιμὴν ἀγαθός, ἄγεται ἐπὶ τὸν Καίσαρα ὑπὸ βριαροῦ χειρός, εἱστήκει κατὰ πρόσωπον, εἰ καὶ τολμηρὸν εἰπεῖν, οἷον Ἰωάννης ὁ Πρόδρομος τοῦ Κυρίου, πλὴν ὅσον ὁ μὲν αὐτοκίνητος, ὁ δὲ ἑτεροκίνητος. Ὢ τῆς ἀνδρικῆς καρδίας! οὐχ ὑπέπτηξεν τῷ κράτει, οὐκ ἐνέδωκεν ταῖς ἀπειλαῖς, οὐκ ἐχαυνώθη ταῖς πειθανότησι, καὶ ταῦτα οὔσης ἀφ’ αἵματος τῆς τῇ Ἡρωδιάδι ὁμογνώμονος, ἀλλ’ ἐφθέγξατο ἀτρέμας, ἀλλ’ ὡμολόγησεν ἀνεπαισχύντως τὸν λόγον τῆς ἀληθείας. Εἶπεν ὁ τοῦ Κυρίου Πρόδρομος· «Οὐκ ἔξεστίν σοι ἔχειν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου». Εἶπε καὶ ὁ τούτου μιμητὴς τὰ ἐφάμιλλα πρὸς τὸν Ἡρώδου ὅμοιον· καὶ τέμνεται μὲν τὴν κεφαλὴν οὐδαμῶς, ὅτι μηδὲ ἠβούλετο ὁ Καῖσαρ μάρτυρα τελέσαι τὸν τῇ προαιρέσει ἀθλήσαντα, ὡς προλαβὼν ἀπεφθέγξατο, ὁμολογητὴν δὲ Χριστοῦ καὶ μὴ βουλόμενος ἀπέδειξεν, καθείρξας ἐν οἰκίσκῳ τινὶ ὡς κακοῦργον τὸν θησαυρὸν τῆς ἀληθείας, κλεῖς ἐπὶ κλεισὶ θέμενος, καὶ δι’ ὀπῆς τὴν τροφὴν πορίζεσθαι κεκελευκώς, πρὸς τὸ ὑπ’ οὐδενὸς ὁρᾶσθαι τῶν ἄλλων ἁπάντων τὸν ὑπὸ Κυρίου ὁρώμενον.

κθʹ. Καὶ οἱ συναιρούμενοι τῷ Καίσαρι τῶν μοναστῶν οἱ προέχοντες, ὧν αἰσχυναίμην εἰπεῖν τὰ ὀνόματα, καὶ ἡ εἱρκτή, τὸ σχέτλιον μοναστήριον τῶν βασιλείων Ἐχέκολλα, καὶ ὁ θαυμαστὸς φρούραρχος, ὁ τοὺς μοιχωμένους καταστεψάμενος. Οἴμοι! μετὰ τοῦ προφήτου βοήσομαι, ὅτι «Ἀπόλωλεν ὁ εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐκ ἔστιν». Τί γὰρ καὶ εἴπω τὸν παραδώσαντα τὸν ἅγιον τῷ μοιχοζεύκτῃ εἰς τὸ φρουρηθῆναι, ἢ τὸν προανακρίναντα ἐξ ἀποστολῆς τοῦ βασιλέως τὸν ἀνεύθυνον, ἢ τοὺς μετὰ τὴν εἱρκτὴν παραπεμφθέντας πρὸς τοῦ Καίσαρος ἱεράρχας εἰς τὸ λόγῳ μόνον συνθέσθαι τὸν δίκαιον, τῆς τε φυλακῆς τοῦ χάριν ἀφεθῆναι, καὶ πάντων τῶν οἰκείων δεσπόζειν, ἢ τοὺς ἔξωθεν σκώπτοντάς τε καὶ διασύροντας, ὁμαίμονάς τε καὶ οὐχ ὁμαίμονας, ὁμοσχήμους τε καὶ ἑτεροσχήμους; Ὢ τῆς ἀτοπίας, μᾶλλον δὲ τῆς κατὰ τῆς ἀληθείας ἐξυβρίσεως! Ἔκστασιν κατηγόρουν τοῦ γενναίου οἱ μοιχαλλοίωτοι, κενοδοξεῖν ἐπεφήμιζον τὸν ὑπὲρ Χριστοῦ δόξης ἐναγωνιζόμενον οἱ διὰ τὸ τὰ πρὸς ἀρέσκειαν τοῦ Καίσαρος πράττειν τε καὶ λέγειν τῆς δεσποτείας Κυρίου ἐκπίπτοντες. Ἔφερε δὲ ὅμως τὴν ἀπάνθρωπον τοῦ καιροῦ φορὰν ὁ Χριστοῦ θεραπευτής, πρὸς ἓν μόνον σκοπῶν, τὴν ἀλήθειαν καὶ τὴν ὑπὲρ αὐτῆς ἀνταπόδοσιν· καί γε διῆλθε τὴν κάκωσιν ὡς ἐν ἀδύτοις ἀναπαυόμενος. Οὗ γὰρ Θεὸς τὸ σπουδαζόμενον, ἐκεῖ οὐδὲν τὸ νικῶν τὸν φιλόθεον.

λʹ. Βραχὺ τὸ ἐμμέσῳ καὶ ἡ μοιχικὴ βασιλεία, μὴ βουληθεῖσα συνιέναι τοῦ ἀγαθῦναι, ἐκ μέσου γίνεται, ὡς ἂν μάθοιεν καὶ βασιλεῖς μὴ θείων νόμων ὑπεράλλεσθαι, μηδὲ παρανόμους διωγμοὺς καὶ φυλακὰς ἐξυφαίνειν, κἂν μέγα τῇ πορφυρίδι ὑπεραίρωνται. Καὶ ὁ πιστὸς τοῦ Κυρίου νομοφύλαξ, τὸ τῆς ὁμολογίας βραβεῖον ἀναδησάμενος, ἔξεισιν ἀπὸ τῆς φυλακῆς ὡς νικητής, πολλὰ τὰ ἐγκώμια παρὰ πολλῶν δεχόμενος, ὑμνούμενος, μακαριζόμενος, μαρτυρολογούμενος, καὶ παρ’ αὐτῶν τῶν πρότερον σκωπτόντων τε καὶ κωμῳδούντων.

Ἴσασιν γάρ, φησὶν ὁ Θεολόγος, θαυμάζειν ἀνδρὸς ἀρετὴν καὶ πολέμιοι, ὅτ’ ἄν, τοῦ θυμοῦ λήξαντος, ἐφ’ ἑαυτῆς ἡ πρᾶξις δοκιμάζηται, εἰ καὶ ἑτερολέκτως ἔχει δεῦρο. Τῆς γὰρ φερωνύμου Εἰρήνης πάλιν κρατησάσης, καὶ δι’ αἰδοῦς μαρτυρικοῦ ἐκβαλούσης τε καὶ ἐχούσης τὸν ἄνδρα, παλιρροίας δίκην καὶ εἴ τις ἐχθρὸς εἰς φίλον καὶ ἐπαινέτην μετελήλυθεν, ὡς καὶ αὐτὸ τὸν φρουρέα ἀντιβολεῖν τὴν συγχώρησιν κατὰ γῆς ἐρριμμένον, ἔπαθε δὲ πάθος μᾶλλον ὁ ἀναίσθητος λίθος, ἤ τι καινὸν ἐκεῖνος ἐν τοῖς ὁρωμένοις τε καὶ λεγομένοις.

λαʹ. Ἐπειδὴ δὲ ἐπανήκομεν ἐκ τῆς ὑπερορίας καὶ ἡμεῖς, ἄλλοι τε ἀλλαχόθεν, καθάπερ τινὲς ὑπόπτεροι συντρέχοντες, ἐθαυμάζετο μὲν τὸ δρᾶμα παρὰ τοῖς εὐσεβέσι, συνήπτετο δὲ τῇ κεφαλῇ τὰ μέλη, ἐφθέγγετο δὲ τάχα κἀνταῦθα, εἰ καὶ τολμηρόν, ὁ μεγαλοφωνότατος Ἠσαΐας· «Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου, ἥκουσιν πάντες οἱ υἱοί σου μακρόθεν»· τότε ὄψει καὶ χαρήσῃ καὶ φοβηθήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ Ὁ μὲν δὴ ταῦτα. Ἐγὼ δὲ ἐκεῖνο εἴποιμι, ὅτι καὶ ὁ ἱεράρχης ᾐδέσθη τὸν ἄνδρα, ἀπολογίαν ποιησάμενος καὶ πρὸς ἕνωσιν ἐκκαλεσάμενος, ἣ καὶ γέγονεν, ἐκβολῇ τοῦ στεφανώσαντος καὶ φειδοῖ τῆς διαστάσεως, ἣν ὅτι μάλιστα φεύγων ἦν ὁ μακάριος, κἂν νίκης ἔπαθλον πρὸς ἅπαντας τοὺς συνελθόντας ἀπηνέγκατο· τί γὰρ φιλαίτατον ἄλλο Θεῷ ὁμονοίας καὶ ἑνώσεως, ἡνίκα ἡ ἕνωσις μὴ ἐντολῆς Θεοῦ διίστησιν;