ΚΕΦΑΛΑΙΟΝ Εʹ
κϛʹ. Ὁ μὲν οὖν τῆς καθηγήσεως τρόπος ἤδη πεπέρασται, τρέψομαι δὲ τὸν λόγον ἐπὶ τὸ διαβοητότερον. Ἀλλ’ οἴμοι! στένειν πάρεστιν, ὁρμωμένῳ μὲν τ’ ἀληθῇ φρᾶσαι, ἀναινομένῳ δὲ τὴν διήγησιν φειδοῖ τῶν δεδρακότων. Ὅμως, ἐπεὶ μὴ οἷόν τε ἄλλως φανερῶσαι τὰ κρυβῆναι μὴ ὀφείλοντα, καίπερ πανταχοῦ διαθρυλλούμενα, ἐπὶ τὴν δήλωσιν ἐλεύσομαι· οὐ θριαμβεύειν τοὺς δράσαντας βουλόμενος, ὅσον στηλογραφῆσαι τὴν ἀρετὴν τοῦ ἀειμάκαρος. «Οὐαί σοι, πόλις», φησίν, «ἧς ὁ βασιλεύς σου νεώτερός ἐστιν», τῆς Γραφῆς πάλαι μὲν ἀκήκοα, νῦν δὲ ἐν πείρᾳ γεγένημαι. Κωνσταντῖνος, ὁ τῆς Εἰρήνης ῥάδαμνος, οὗ ἡ πίστις μὲν ὀρθὴ ἐκ μητρικῆς εὐσεβείας ἐσφραγισμένη, ὁ βίος δὲ σκαμβὸς ἐξ αὐτοκρατορικῆς ἀκολασίας οἰστρηλατημένος· ἄρτι γὰρ κρατήσας ἐν νεαζούσῃ ἡλικίᾳ, ὁμοῦ μὲν τῆς μητρῴας αἰδοῦς καὶ φυλακῆς ἀφηνιάσας, ὁμοῦ δὲ τῶν τοῦ Θεοῦ νόμων ὑπερφρονήσας, ἐκβαλὼν τὴν νομίμως αὐτῷ συναφθεῖσαν γυναῖκα, μοιχεύει κατὰ τὸν Ἡρώδην. Ἀλλὰ τίνος ἕνεκεν ἡ ἱστορία; Ὅτι τοῦ Προδρόμου ὁμόζηλος καὶ ὁ ἡμέτερος καθηγητὴς πεφανέρωταί πως, πάντων σχεδὸν συνελθόντων τῇ παρανομίᾳ, μόνος, ὡς εἰπεῖν, οὗτος σὺν τοῖς ἑαυτοῦ παισίν, εἴτ’ οὖν φοιτηταῖς, ἀκλόνητος διαμένων, ὑπὲρ οὗ ὅσα καὶ ἡλίκα δι’ ὅλου ἔτους τὰ ἀγωνίσματα, ἀκοαὶ ἐπ’ ἀκοαῖς, ἀπειλαὶ ἐπ’ ἀπειλαῖς, μαστίγων, ἐξοριῶν, ἀκρωτηριασμῶν.