Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Ἐπιτάφιος εἰς Πλάτωνα
Εγκατάσταση στο Βυζάντιο, εκούσια υποταγή και εγκλεισμός
Η μετάβαση της αδελφότητας στη νέα μονή, η ταπεινή υποταγή του αγίου στον πνευματικό του υιό και ο αυστηρός ασκητικός βίος στο κελί του.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εγκατάσταση στο Βυζάντιο, εκούσια υποταγή και εγκλεισμός
Η μετάβαση της αδελφότητας στη νέα μονή, η ταπεινή υποταγή του αγίου στον πνευματικό του υιό και ο αυστηρός ασκητικός βίος στο κελί του.
ΚΕΦΑΛΑΙΟΝ Ϛʹ. λβʹ. Ἀλλὰ τί τὰ μετὰ ταῦτα; Ἡ ἀπὸ τοῦ πρώτου φροντιστηρίου μετάβασις ἡμῶν διὰ τὸ ἔθνος εἰς τὸ Βυζάντιον, ἔνθα τὴν ἐγκλειστικὴν ζωήν, διὰ τὸ τὰς ἡνίας μὴ ὑπέχειν τῆς προστασίας, ὁ φιλάρετος ἡμῶν πατὴρ ἀσπάζεται. Ἀλλ’ ὅρα κἀνθάδε παραδόξου πράγματος ἐπιτήδευμα· ὅτι διὰ πλῆθος ταπεινώσεως, καὶ τὸ μὴ εἰς δύο ἀρχὰς διαβλέπεσθαι τὴν ἀδελφότητα, τῷ ζυγῷ τῆς ὑποταγῆς ἑαυτὸν ὑποτίθησιν ὁ θεομίμητος, καὶ τοῦτο ὑπὸ μάρτυσι, τοῖς εἰς αὐτὸ τοῦτο συνεληλυθόσιν. Ἆρ’ οὖν οὐ ξένον τέκνον χρηματίσαι τὸν πρὶν πατέρα τοῦ οὗπερ πνευματικῶς ἤνεγκεν, καὶ ὑποτακτικὸν τὸ ἀρχικὸν τοῦ οὗπερ ἦρξεν; μὴ ὅτι γε μετὰ τοσούτων προδιηνυσμένων ἄθλων, οἷς τὸ μετριάζειν μόνον ἀρκετὸν εἰς ἔπαινον. Ἀλλὰ τῷ γε ἀξιαγάστῳ εὐπετῶς κατώρθωται, οὐκ ἐπιπλάστως πως καὶ νενοθευμένως, ὡς ὄνομα μόνον παραχωρεῖν κρατοῦντι πράγματι, ἀλλὰ καὶ λίαν εἰλικρινῶς καὶ θεοφρόνως· οὗ γὰρ ἐξαγόρευσις, ἐκεῖ καὶ πεποίθησις, καὶ οὗ πεποίθησις, ἐκεῖ καὶ κοπὴ θελήματος, καὶ οὗ κοπὴ θελήματος, ἐκεῖ ὑποταγῆς τελείωσις. Μάρτυρες δὲ τῶν κατορθωμάτων, ὧν καὶ τὰ αἰτήματα· ἠντιβόλει ὑπὲρ τοῦ πέλας, καὶ ἐπιτυχὼν τοῦ αἰτήματος, ἔχαιρεν ἀντὶ τοῦ ἀπολαύοντος, ἐξαιτῶν οὐκ ἐπετύγχανεν, καὶ ἀπρακτήσας οὐκ ἐδυσχέραινεν· πρὸς ἓν μόνον ἀποβλέπων, τὸ τοῦ κάμνοντος ὠφέλιμον, οὐχ ὅπως ἐκτελέσειεν τὸ ἑαυτοῦ θέλημα. «
Οἴμοι», πάτερ, προφητικῇ φωνῇ, «ὡς τίνα με ἔτεκες», πατέρα καλεῖν μὴ αἰσχυνόμενος, τὸν μηδὲ υἱόν σου ὀνομάζεσθαι ἐπάξιον; Καὶ ἵνα τί με εἰς τόδε τὸ ἀξίωμα προήγαγες τὸν ἀδυνάτως καὶ τοῦ ἄρχεσθαι ἔχοντα; Οἶδεν Θεὸς καὶ ἡ σὴ ἁγία ψυχὴ τὸν περὶ τούτου λόγον, καὶ ὡς τὰ ὑπὲρ δύναμιν οἴσει φιλία, εἴτ’ οὖν ὑπακοή, ἵν’ ἐν βραχεῖ λόγῳ τὴν ἀπολογίαν ἐνταῦθα θείημι.
λγʹ. Ἀλλ’ ἐπανιτέον εἰς τὸ προκείμενον. Ἐγκέκλειστο ὁ πατήρ, καὶ ἡ κάθειρξις σμικροτάτη, καὶ τοσοῦτον ἐν θέρει θαλπομένη, ὡς ἄλλη εἶναι ταύτην κάμινον χαλδαϊκὴν ἐκ τῆς ἐκπυρώσεως τῆς μολιβδίνης στέγης· ὁ δὲ τοσοῦτον ἀπείχετο ἀνιᾶσθαι, ὡς εὐχὴν εὔχεσθαι, τηλικαύτην αὐτῷ ἀνάπαυσιν εἰς τὸ μέλλον ταμιεύεσθαι, τοῦ πόθου τὸν κόπον κουφίζοντος, καὶ τῆς ἐλπίδος εὐμαριζούσης τὴν δυσχέρειαν, ἐξ ὧν αἱ μεγάλαι ἀρεταὶ καὶ πολιτεῖαι τὸ κράτος ἔχουσιν.
Οὐδ’ οὕτω πάλιν ἀρκούμενος ὁ φιλόπονος, ἀλλὰ τόνῳ μὲν ταῖς χερσὶν ἐργαζόμενος, καὶ πολλῆς δυνάμεως παρ’ αὐταῖς ἐξερχομένης, εὐτονώτερον δὲ τῇ θείᾳ μελέτῃ ἐπειγόμενος, καὶ πυκτεύων πρὸς τὸν πολέμιον ἑκάστοτε, θερμότερον δὲ πρὸς τὴν τῶν ἀδελφῶν χρείαν παριστάμενος, καὶ τὸν μὲν θεραπεύων λυπούμενον, τὸν δὲ ψυχαγωγῶν ἐκλείποντα, καὶ ἄλλον ἐπανορθῶν καταπίπτοντα, καὶ ἕτερον γλυκαίνων πικραινόμενον, καὶ τῇ τοῦ πάσχοντος ἕξει συμμορφούμενος, ὁ πολυειδὴς ἐκεῖνος τῶν ψυχῶν ἰατρός, καὶ θεραπεύων ἄριστα τοὺς πάσχοντας. Οὐδὲ ἐκεῖνο παραλείψομαι ἀξιομνημόνευτον τυγχάνον, ὅτι ἅλυσιν σιδηραίαν, ἱκανὴν τῷ βάρει, τῷ ποδὶ περιθείς, ἐνεκαρτέρει τοῖς πόνοις (καὶ τὸ κοπῶδες ὅσον, τὸ μεθ’ ἑαυτῆς καθεύδειν, ὁμοῦ τε ἐγρηγορέναι καὶ ἐργάζεσθαι, συνορᾷν ἔξεστιν τῷ ἀρτίφρονι), οὐκ ἐπιδεικτιῶν τὴν κάθειρξιν, οὐδ’ οὐ μὴν αὐχῶν τὴν πρᾶξιν ὡς ἀρετῆς ἐργαστήριον, κατ’ ἐκεῖνόν που τὸν Χείρωνα τὸ θετταλικὸν ἄντρον οἰκοῦντα (πόρρω γὰρ ὁ ἀθλητὴς τοῦ πάθους), ἀλλὰ τὴν μὲν εὐτελίζων, ὡς οὐ θεραπεύων ἀξίως, τὴν δὲ κρύψας τέχνῃ ταπεινοφροσύνης, καὶ μικροῦ λαθὼν ἅπαντας, ἕως ὅτε προελθὼν τῆς κέλλης διὰ Κύριον, ἐγνώρισε καὶ μὴ βουλόμενος. Περὶ μὲν τούτων ἅλις, φιλοῦντος τοῦ ἀκροατοῦ τὸ μέτριον, καὶ οὐκ εὐποροῦντος τοῦ γράφοντος ἐξηγορεῖν πλουσιώτερον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.