Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἐπιτάφιος εἰς Πλάτωνα

Θεόδωρος ὁ Στουδίτης

Γήρας, κοίμηση και επιτάφιος θρήνος

Η σωματική εξασθένηση του αγίου, η πνευματική του διαθήκη, η οσιακή κοίμηση, ο ορφανικός θρήνος του συγγραφέα και η τελική προσευχητική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 10 από 10

ΚΕΦΑΛΑΙΟΝ Ζʹ μαʹ. Τί τὰ μετὰ ταῦτα; Οὐκέτι ὁ Πατὴρ ἐγκεκλεισμένος, ὅτι μηδὲ ἰσχὺς αὐτῷ καὶ τὴν τοῦ σώματος ἀναγκαίαν χρείαν κἀξ αὐτοῦ ποιεῖσθαι· ἀλλὰ πῇ μὲν ἐπὶ κλίνης κατακείμενος, ἀναδόσεσι τῶν προλαβόντων ἀσκητικῶν καὶ ἀθλητικῶν αὐτοῦ πόνων, πῇ δὲ ἐπὶ καθισματίου ἀναπαυόμενος, καὶ διὰ γλώσσης τὰ τοῦ Δαυῒδ φθεγγόμενος, καὶ κατὰ νοῦν τῷ Θεῷ προσευχόμενος, ὅσα τε ἄλλα εἰς βοήθειαν τῆς ἀδελφότητος συνεισφέρων, συμβουλίαις, ὑπομνήσεσι, νουθεσίαις, παρακλήσεσιν, κατὰ τὴν προλαβοῦσαν αὐτῷ πατρικὴν καὶ εὐνοϊκὴν συνήθειαν, οὔπω ἰσχύων ἔτι ἐργάζεσθαι, οὐδ’ οὐ μὴν γόνυ κλῖναι, οὔτ’ αὖ ἐπισκήπτειν ἀναγνώσεσιν, ἢ ὅσον ἐκ τοῦ παραναγινώσκοντος ὑπηρέτου. Καὶ ἦν ἐν τούτοις συλλυπούμενος καὶ σκυθρωπάζων, ὡς ἤδη ἀπολωλεκὼς τὴν ψυχήν, διά τε τὴν ἀδράνειαν τῶν πνευματικῶν λειτουργιῶν, καὶ τὴν ἀπραξίαν τῶν σωματικῶν ἐργασιῶν· εἴ πού τι καὶ μετελάμβανε βρῶμα κατάλληλον τῇ νόσῳ, ἢ καὶ λουτρῷ καθ’ ὑπακοὴν κεχρημένος, ηὐχαρίστει μὲν τῷ Κυρίῳ, ἠνιᾶτο δὲ διὰ τὴν ἄνεσιν. Ἀλλ’ ὄντως καλὸν δίαυλον καὶ ἡλιακὸν δρόμον ὁ πανεύφημος τετέλεκεν, τὸ δὴ λεγόμενον, ἐξ ὑπακοῆς ἀνατείλας καὶ εἰς ὑπακοὴν καταλήξας· τῇ δωδεκαταίᾳ γὰρ τῶν ὡρῶν ἡμερινῇ περιόδῳ ἰσάριθμον τὸν τῶν ἐτῶν κύκλον ἐφ’ ἑκάστῳ ἀγῶνι διηνυκώς, εἰς ζωὴν αἰώνιον ἀδιαδόχῳ φωτὶ ἀναβεβίωκεν.

Ἀρίθμει τοὺς ἀγῶνας, καὶ εὑρήσεις τοὺς χρόνους, ὀκτὼ πρὸς τεσσαράκοντα· πρόσθες τοὺς πρὸ τῆς ἀποταγῆς δισδυοκαίδεκα, πρὸς ἄλλοις τέσσαρσι τῶν διωγμῶν, καὶ τρισὶ τῆς ἀσθενείας, καὶ εὑρήσεις τῷ ὀγδοηκοστῷ ἔτει πλὴν ἑνὸς τελειούμενον τὸν ἀοίδιμον.

μβʹ. Ἀλλ’ ὤ! πῶς ἀδακρυτὶ τὸ τούτου διηγήσαιμι τέλος; Ἔκειτο ὁ γέρων, ὥσπερ τι γέρας τίμιον, ἡτοιμασμένος τὴν ψυχὴν πρὸς τὴν ἔξοδον, καὶ κύκλῳ ἡ ἀδελφότης περιχυθεῖσα ἐξῄτει τῶν ἱερῶν προσευχῶν αὐτοῦ λαβεῖν τὸ δῶρον· καὶ ἐπείπερ ἕνα ἕκαστον ηὐλόγησε καὶ κατησπάσατο, ἄπεισιν καὶ πρὸς τὸν τάφον, ὃν ἐκ πόθου ἐζήτει πάλαι θεάσασθαι, εἰ καὶ οὐκ ἐπετύγχανε τοῦ καταθυμίου, κοπῇ τοῦ θελήματος, ὃν ἰδών, ἐχάρη λίαν, ἀνθωμολογήσατο τῷ Κυρίῳ, ἐπειπών· «Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος»· μεθηρμόσατο καὶ τὴν φωνὴν ἐκείνην· «Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει Κύριος». Ἐκίνησε καὶ τῶν ἔξω οὐκ ὀλίγους, οἳ καὶ μὴ εὐλαβηθέντες τὸν καιρὸν (ἦν γὰρ τῶν ἱερῶν νηστειῶν περίοδος), συνέδραμον μοναδικοί τε καὶ μιγάδες, ηὐλογήθησαν, ὑπέστρεψεν, ἐφοδιασθέντες καλὸν ἐφόδιον τὴν ἐκείνου ἁγίαν παράθεσιν. Καί γε αὐτὸς ὁ ἁγιώτατος πατριάρχης παρεὶς ἐξῃτήσατο εὐχήν, καὶ λαβὼν ἠσπάσατο. Γέγονέ τε ἡ ὥρα ἐκείνη πάσης ὑπονοουμένης διαφορᾶς ἀλεξητήριον, τῶν πρὶν λυπηρῶν ἐκποδὼν γεγενημένων. Πάντων οὖν ὑπεμνημάτισε, πᾶσιν ὑπερηύξατο, ἅπασιν ἀφίησιν, ἐχθράνασι, διώξασι, λυπήσασιν, ὁ ὡς ἀληθῶς τοῦ Θεοῦ ἄνθρωπος καὶ Χριστὸν κἀν τῷ θανάτῳ μιμούμενος.

μγʹ. Ἐπειδὴ δὲ καὶ διαθήκην ἔδει διαθέσθαι, τίς αὕτη; Ἡ ὀρθόδοξος πίστις καὶ ἡ νόμιμος πολιτεία, αἷς συνέζησε καὶ μεθ’ ὧν ἀπεδήμησεν· τοῦτο δὲ κἀκεῖνο διανέμειν, οὐ πρὸς αὐτοῦ (ὅτι μηδ’ αὐτῆς τῆς ἐπωμίδος ἦν κύριος) διατάττεσθαι. Ἀμέλει ἐρωτηθεὶς πρὸς ἐμοῦ τοῦ ἐλεεινοῦ, μή τι ἔχοιεν παριστάμενον, τῇ μὲν χειρὶ ἁψάμενος τοῦ ἱματίου, τοῦτο κατέσεισεν, ὡς σύμβολον ὑπακοῆς παντελευθέρου, φωνὴν δὲ ἀφίησιν λίαν ἀμυδρὰν μηδ’ ὁτιοῦν ἔχειν, διὰ τὸ πάντα ἀναθέσθαι τῇ ταπεινώσει μου.

Καὶ μὴν οὐδ’ ἐκεῖνο παραλείψομαι, προρρήσεως ἔχον ἔμφασιν, ὅτι αὐτὸς ἑαυτῷ ἐπιτάφιον ᾠδὴν πρὸ θανάτου μεμελῴδηκεν. Συνεχόμενος γὰρ ὑπὸ τοῦ θώρακος καὶ ἀσθμαίνων ἐπάλληλα, ἐκίνει μὲν τὰ χείλη ἐκ τῆς συνήθους αὐτῷ τῶν θείων μελέτης, ὑπέψαλλε δὲ μάλιστα τὸ τῆς ᾠδῆς ἐκείνης μέρος, «Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ», συνᾴδειν αὐτῷ προτρεπόμενος συνεχέστερον τὸν αὐτὸν ἤδη στίχον τοὺς παρισταμένους, ἕως ἂν ἠδύνατο σθένειν καὶ μικρὰν ἀφιέναι φωνήν. Καί γε ἐπηκολούθησε τῇ ὠδῇ ἡ κοίμησις, τότε φθάσασα, ἡνίκα ἡ τοῦ δικαίου Λαζάρου μνήμη ἐπέστη, πρὸς ὃν ἡ ἀναφορὰ τῆς ᾠδῆς, καὶ μεθ’ οὗ ἡ μερὶς τοῦ οὗπερ ὁ λόγος.

μδʹ. Εἶτα τελευταῖον τὸ σῴζεσθαι ἐπιψιθυρίσας, ἐπὶ σχήματός τε εὐπρεποῦς κείμενος, τὴν κάραν δεξιόθεν ἐπικεκλικώς, οὑτωσὶ πρᾳείᾳ καὶ ἠρεμαίᾳ τῇ κινήσει τοῦ σώματος, ὡς εἰς τὰ ἴδια ἀπαίρειν προαιρούμενος, μύσας τοὺς ὀφθαλμοὺς ἐν ὥρᾳ δύσεως ἡλίου, παρέδωκε τὴν ἁγίαν ψυχὴν τοῖς ἀπάγουσιν αὐτὴν ἁγίοις ἀγγέλοις πρὸς τὸν Ἥλιον τῆς δικαιοσύνης. Καὶ νῦν ἐστιν ὁ μὲν ἐν οὐρανοῖς, οὐ μόνον ἀσκητικῆς τάξεώς τε καὶ παραστάσεως θαρρῶ λέγειν ἠξιωμένος, ἀλλὰ γὰρ καὶ ὁμολογητῶν χορείαις ἠριθμημένος· ὧν γὰρ τοὺς ἄθλους ἤνεγκεν, τούτων δῆλον ὅτι καὶ τῆς κληρουχίας μετείληφεν· εἰ βούλει δέ, μετὰ ὑποτακτικῶν ὑποτακτικὸς δόκιμος, μᾶλλον δὲ δὶς ὑπήκοος στεφανίτης, μεθ’ ἡσυχαστῶν ἡσυχαστὴς ἔννομος, μετὰ καθηγητῶν καθηγητὴς ἔνθεσμος, μετὰ ἐγκλείστων οὐ μόνον ἔγκλειστος, ἀλλὰ καὶ ὑποτακτήτης, ὃ καὶ σεβάσμιον, μετὰ ὁμολογητῶν ὁμολογητὴς ἀπαράγραπτος, μαρτυρούσης τῷ λόγῳ τῆς πράξεως. Ἐγὼ δὲ ὁ δύστηνος, ἀπορφανισθεὶς τοῦ καλοῦ πατρός, ποῦ χεῖρα ἀπερείσομαι κατὰ ψυχὴν σαλευόμενος; Τίνα ὑπομνηστὴν εὕροιμι παραλόγως φερόμενος; πῶς τοῦ Πονηροῦ τὴν ἔφοδον φύγοιμι, μὴ σὲ τὸν νουθετὴν καὶ παιδευτὴν εὐπορῶν οἴκοθεν;

μεʹ. Ἀλλ’, ὦ θεία μοι καὶ ἱερὰ κεφαλή, σύ με ἐποπτεύοις ἄνωθεν ἵλεως, καὶ ἀνορθοῖς καταπίπτοντα, καὶ διευθύνοις πορευόμενον, καὶ συντηροῖς ἀνεπηρέαστον, ἄγοις τε καὶ συμποιμαίνοις μοι, καὶ τήνδε τὴν ποίμνην, ἣν πολλοῖς πόνοις τε καὶ ἀγῶσι συνεστήσω, ἐν ἴχνεσι τοῖς σοῖς περιπατεῖν, ἐν τρίβοις τῶν θείων ἐντολῶν πορεύεσθαι, σκέπων, περιέπων, προπολεμῶν τῶν μεγάλων σου καὶ μικρῶν ποιμνίων, καθὼς καὶ ὑπέσχου ἐν καιρῷ σου τῆς ἐξόδου. Καὶ γάρ σου ποίμνια πάντα, ὧν εἰσιν καθηγεμόνες τὰ σὰ τέκνα καὶ ἐκ τέκνων ἔγγονα, ὡς ἂν ἔχοντές σε ἅπαντες εἰς Θεὸν καὶ πρὸς Θεὸν προασπιστήν, ἀπήμαντοι διαμένοιμεν ἀοράτων τε καὶ ὁρωμένων ἐχθρῶν, μηδὲν ὑφιέντες διὰ φόβον τῆς ὀρθοδόξου πίστεως, μηδ’ αὖ ἐκφερόμενοι τῶν θείων ἐντολῶν, μήτ’ αὖ θύραν ἀνοίγοντες ἀπροσεξίᾳ τοῖς ὀλεθρίοις πάθεσιν, μήτε μὴν κατολιγωροῦντες τῆς ἀσκήσεως, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ ἡ τιμὴ καὶ τὸ κράτος, σὺν τῷ παντοκράτορι Πατρὶ καὶ τῷ ζωοποιῷ καὶ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.