Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἰάμβοι περὶ διαφόρων ὑποθέσεων

Θεόδωρος ὁ Στουδίτης

Επιγράμματα για τη μοναχική πολιτεία και τα διακονήματα της μονής

Ποιητικές νουθεσίες και προτροπές προς την ηγεσία της μονής, τους υπευθύνους της λειτουργικής τάξεως, καθώς και προς τους αδελφούς που επιτελούν διάφορα πρακτικά διακονήματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 1 από 9

Τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Θεοδώρου, ἡγουμένου τῶν Στουδίου, ἴαμβοι εἰς διαφόρους ὑποθέσεις Εἰς τὰ λείψανα τῶν ἁγίων μαρτύρων Χάριν βρύουσαν θείαν ἐν τοῖς λειψάνοις πᾶς τις συλήσει πίστιν αἱμόρρου φέρων· ψαύων γὰρ αὐτῶν, ὡς ἐκείνη κρασπέδου, ῥώσειε σῶμα καὶ ψυχὴν ἁγιάσει.

Εἰς τὴν κέλλαν τοῦ πατρὸς ἡμῶν Θρήνει με, κέλλα, σχοῦσα νωθρὸν ἐργάτην, μόνον κάκιστον, ὧνπερ ἔσχες κτητόρων. Οὐ λαμπρύνω σε τῶν προσευχῶν τῷ φάει· οὐ δὴ πιαίνω τῇ ῥοῇ τῶν δακρύων· οὐδ᾽ αὖ καθαίρω τῆς ἁγνείας τοῖς τρόποις.

Ἀλλ᾽ οὖν σύ, Σῶτερ, Κτίστα, Φωστὴρ τῶν ὅλων, ἔγειρον, ἐξύπνισον εἰς τὸν σὸν φόβον, πρόσγευσον εἰς ἔρωτα τῆς σῆς ἀγάπης, πτέρωσον ἀρθῆναί με τῶν παθῶν ἄνω, ἕως πάρεστι καιρὸς εἰς εὐπραξίαν, ἵνα προσοίσω δόξαν, εὐχαριστίαν σοὶ τῷ θέλοντι πᾶσι τὴν σωτηρίαν.

Εἰς ἀποτασσομένους Ἄνδρες βροτοί, φύγωμεν ἐκ κόσμου πλάνου. Χριστὸς καλεῖ, δράμωμεν· εὔπλους γὰρ βίος ζάλης, μεριμνῶν καὶ στροφῶν ὑπερπλέων. Φροντὶς γὰρ αὕτη τῷ μοναστῇ καὶ μόνον τυχεῖν ἐκείνου τοῦ γαληνοῦ λιμένος, ἐν ᾧ πέπαυται τῶν λυπηρῶν πᾶς πόνος.

Ὢ πῶς πάνυμνος ὁ ξένος τούτων βίος! Καὶ τίς φρόνιμος πραγματευτὴς κερδάνων; Ὃς πάντ᾽ ἀφεὶς ἕλοιτο τὸν σταυρὸν φέρειν.

Εἰς ἡγούμενον Οἷόνπερ ὕψος τῆς προεδρίας βλέπων κατ᾽ ἀξίαν πρόσβαινε τῷ βαθμῷ τρέμων· εἵλου γὰρ ἔργον κινδύνων πολλῶν γέμον, πολλῆς μερίμνης οὐδὲ μικρᾶς φροντίδος. Σκόπει, προμηθοῦ γρηγόρως οὓς ἐξάγεις· μή σου συληθῇ θρέμμα πως ἀπειρίᾳ.

Σαυτὸν τεθεικὼς εἰς τύπον καλῶν τρόπων εἴσῃ γὰρ εἰδώς, ὡς ὑφέξεις τὸν λόγον, ὅτ᾽ ἂν καθεσθῇ Χριστὸς εἰς πάντων κρίσιν.

Εἰς ὑποτακτικόν Δεῦρ᾽ ἐλθέ, πύκτα, δεῦρό μοι, στῆθι ζέων, τοὺς αὐχένας σου κλίνων εὐεπηκόως, ὅλος ταπεινός, νεκρὸς ὢν ἐν τῷ θέλειν, πᾶν ἐνθύμημα φανερῶν τῆς καρδίας, ὡς ἂν τελείως ἐμμένῃς τῷ σταδίῳ. Μή σ᾽ ἐκφοβείτω μήτ᾽ ἔρημος, μὴ στύλος, μήτ᾽ ἄλλο τάγμα τῶν Θεοδρόμων βίων· προὔχεις ἁπάντων, ὡς Θεογράφως ἔχει· τοῦ μαρτύρων πρώτου γὰρ οὐδόν ἀνύεις.

Εἰς τὸν τὰ δεύτερα φέροντα Μωσῆς μὲν ἄρχων, Ναυΐδης δὲ συνθέων εὐθὺς μετ᾽ αὐτόν, ὡς παραστάτης ξένος. Καὶ σὺ πρόσωπον δεύτερον στάσει πέλων, πῶς τὴν ἀδελφότητα συγκρατεῖς, σκόπει· ἡγοῦ, καθηγοῦ καὶ συνασπίζου τόνῳ, εἰρηνικῶς τε συμπαθῶς καὶ πραέως, νόμους φυλάττων ἐκ Θεοῦ τοὺς κειμένους, κρίσεις δικαίας ἐκφέρων ἀπροσκόπως, νῦν μὲν συναλγῶν τοῖς κάμνουσιν ἐκ πάθους, νῦν δὲ προθυμῶν τοὺς τρέχοντας ἐκ πόθου, ἵν᾽ ἀξιωθῇς ἐννόμου δημαρχίας, ὡς αὐτὸς ἄξων τὸν λεὼν τοῦ Κυρίου.

Εἰς τὸν οἰκονόμον Ἔργον Στεφάνου, τοῦ στέφους τῶν μαρτύρων, λαχών, ἐπάρχειν εἰς τὸ τὰς χρείας νέμειν τῇ Χριστολέκτῳ τῶν ἀδελφῶν πληθύϊ, δίδου κόπους σου τῷ Θεῷ καθ᾽ ἡμέραν, τηρῶν ἕκαστον ὡς μέλος σὸν ἐμπόνως· οὐ γὰρ σχέσει τόν, τὸν δὲ μίσει καὶ φθόνῳ, πάντων δ᾽ ὁμοίως προβλέπων τὸ συμφέρον, ὡς μὴ κινεῖσθαι τὸν τινὰ πρὸς ἃ χρεών, ἀλλ᾽ ἐξ ἑαυτοῦ τὸ προσῆκον εἰσφέροις, ὡς ἂν πρεπόντως ἐκτελῶν σου τὸν δρόμον, ἀπροσκόπως τε πανσθενῶς, Θεοφρόνως, τὸν μισθὸν εὕροις ἧσπερ εἵλω φροντίδος.

Εἰς τοὺς ἐπιστημονάρχας Οἱ τῆς ἀδελφότητος ἐξειληφότες κρίσιν τε κρίνειν καὶ δίκαιον ἐξάγειν, μὴ δὴ κατ᾽ ὄψιν ἐξάγοιτε τὰς φάσεις, μὴ προσπαθείᾳ, μηδὲ μήνιδος χάριν, μὴ προσφιλεῖ τε μηδ᾽ ἀπεχθεῖ καρδίᾳ, ἀλλ᾽ ἠπίως τε συμπαθῶς, οἰκτιρμόνως, βουλευτικῶς τε μακροθύμως, εὐτόνως, τὸν νοῦν ἀκραιφνῶς ὀξύναντες, ὡς βέλος, κατὰ σκοπὸν βάλλοιτε τοὺς εὐθεῖς λόγους, ὅπως τ᾽ ἀληθὲς παντὶ θηρῶντες λόγῳ Θεῷ δικαίας προσφέροιτε τὰς κρίσεις· ᾧ γὰρ κρινεῖτε, καὶ κριθήσεσθε τρόπῳ.

Εἰς τοὺς ἐπιτηρητάς Τάξει τεθέντες ὀμμάτων τοῖς συγγόνοις ὁρᾶτε καὶ τηρεῖτε πάντας εὐσκόπως ἐν ἡμέραις, ἐν νυξίν, ἐν μεσημβρίαις, μήπου πρόσωπα τῶν νέων εἶεν δύο, μήπου γίνωνται φατρίαι, συσκηνίαι, παρρησιῶν ὄλεθρος, ἔργα τοῦ σκότους, στρῆνοι, γέλωτες, ὕβρεως ἀταξίαι καὶ πᾶν πονηρὸν τοῦ Θεοῦ πόρρω φέρον· ταῦτ᾽ ἐκλαλοῦντες πυκνὰ τοῖς πρωτοστάταις, ἀπροσπαθείᾳ, τῆς ἀληθείας λόγῳ, τύχοιτε θείας ἀτρεκῶς ἐποψίας τὴν ἀντάμειψιν τῶν καλῶν ἐσχηκότες.

Εἰς τὸν κανονάρχην Ἀρχηγὸς ἑστὼς τῆς λύρας τῶν ᾀσμάτων ψάλτιγξ φάνηθι τῇ μελουργίᾳ ξένῃ· σάλπιζε καιρῷ τὸ ξύλον, καθὼς δέοι, κίνει δέ σου τὴν γλῶσσαν ὡς πλῆκτρον φέρων, ἀεὶ πρεπόντως τὸν στοχὸν συνεισάγων ἀσύγχυτον, κάλληχον, ὀργάνου δίκην, τὸ τῆς ἀδελφότητος εὐρυθμῶν στόμα· τάσσοις ἅπαντα πᾶσιν ἀξιοχρέως, μὴ πρὸς χάριν, μὴ μῆνιν ἢ λύπης δόσιν, ἀλλ᾽ ἐν δικαίῳ τῷ λόγῳ καὶ τῷ τρόπῳ· πάντες γάρ εἰσι τοῦ Θεοῦ καὶ σοῦ μέλη.

Οὕτως φρονῶν γοῦν ἐκ Θεοῦ λήψῃ στέφος.

Εἰς τὸν ταξιάρχην Τοῦ ταξιαρχεῖν τὸν λόγον δεδεγμένος, ὡς ταξίαρχος τοῦ λεὼ τοῦ Κυρίου, τάξιν φύλαττε παντὶ καιρῷ καὶ τόπῳ, ἐν εἰσόδοις ὁμοῦ τε καὶ διεξόδοις, ἐν ταῖς ὑπανταῖς ὄψεων τῶν ἐξόχων, ἐν τοῖς ἀθροισμοῖς τοῦ ναοῦ τοῦ Δεσπότου, χοροστατῶν ἅπαντας εἱρμῷ καὶ λόγῳ, τηρῶν ἑκάστου τὴν τεταγμένην βάσιν, στολὴν ἀπαιτῶν καὶ βάδισμα τὸ πρέπον.

Εἰ ταῦτα ποιεῖς ἐμφρόνως καὶ συντόνως, Θεοπρεπῶς τε πραέως, κεκριμένως, ἕξεις χάριν καὶ μισθὸν ἐκ Θεοῦ μέγαν.

Εἰς τὸν κελλαρίτην Τίς ὡς σύ, τέκνον, ἐργάτης Θεοῦ πέλει; Ἔχεις γὰρ ἔργον σφόδρα τῶν ἄλλων πλέον, τῶν τῆς ἀδελφότητος ἄρχων βρωμάτων. Ὅλος πρόσελθε πανσθενῶς τῇ φροντίδι, διδοὺς ἑκάστῳ τὸ προσῆκον ἐν κρίσει.

Πυρὰς δέχοιο τῆς πολυζητησίας, ἐκεῖνον οὕτως, ἄλλον ἀλλοίως φέρων, πράως, γαληνῶς, συμπαθῶς, οἰκτιρμόνως. Οὕτως γὰρ ἕξεις σὺν Στεφάνῳ τὸ στέφος.

Εἰς τὸν ἀριστητάριον Ἀριστοποιῶν τοῖς ἀδελφοῖς σου, τέκος, εὖ μοι στίβαζε τῶν τραπεζῶν τὰς θέσεις, σταθμῶ τὸν ἄρτον· εἴ τι δ᾽ ἂν βρωτὸν τύχῃ, ἴσως μερίζων, τοῖς δὲ μείζοσι πλέον· διπλῆς τιμῆς γὰρ ἀξιοῦν τούτους λόγος.

Φείδου δ᾽ ὁμοίως καὶ τὸν ὑστεροστάτην· ἅπας γάρ ἐστι σὸν μέλος, κἂν οὐκ ἴσως. Καὶ μὴν παρεστὼς ὡς τραπέζῃ Δεσπότου ἀποστόλοις νόμιζε δουλείαν φέρειν. Στρέφου, θεώρει, νηρὸν ἄλλο περ νέμων, ἵν᾽ εὖ γένηται καὶ χάρις σοι πλουσία.

Εἰς τὸν ὀψοποιόν Τὸν ὀψοποιὸν τίς σε, τέκνον, οὐ στέφει πολὺν φέροντα τὸν κόπον καθ᾽ ἡμέραν; Δουλευτικόν σοι χρῆμα, μισθὸς δ᾽ οὖν μέγας· χρῆσις ῥυπώδης, ἀλλὰ πλυτρὶς πταισμάτων· φλέγει σε νῦν πῦρ, οὐ τὸ μέλλον δὲ κρίνει.

Προσβὰς σταθηρὸς λοιπὸν εἰς τὴν ἑψίαν ἕωθεν εὐθὺς κλῶν δαλούς, χύτρας κλύε, βρώσεις προσεψῶν ὡς Θεοῦ τὰ τῶν τέκνων· εὐχαῖς ἁλίζοις ταῦτα, ὥσπερ ἀρτύσεις, ἵν᾽ εὐλογηθῇς ὡς Ἰακὼβ τῷ πάλαι, καὶ χαῖρε τούτοις ἐκτελῶν σου τὸν δρόμον.

Εἰς τοὺς ῥαφεῖς ἤτοι βεστηαρίους Ὑμεῖς ἔπαρχοι καὶ διαιτηταὶ μάλα τῶν τῆς ἀδελφότητος ἀμφιασμάτων, ἀγὼν ὑμῖν οὐ μικρὸς ἐν τούτῳ πέλει, φροντὶς δὲ πολλὴ καὶ μέριμνα καὶ κόπος· ῥάπτειν, νεουργεῖν, ἐκκαθαίρειν καὶ πλύνειν, νέμειν ἑκάστῳ τὸ προσαρμόζον λόγῳ, ἴσως μὲν οὔκ, ἴσως δὲ φίλτρῳ καὶ πόθῳ, ἄλλου γὰρ ἄλλος ἀξιώτερος πόνῳ.

Σκοπεῖτε λοιπὸν ταῦτα ποιεῖν σωφρόνως, ὅπως ἀμοιβῶν ἀντιλήψεσθε χρέος πρὸς τοῦ Θεοῦ διδοῦντος ἀξίας δόσεις.

Εἰς τοὺς ἀφυπνιστάς Πρὸς πᾶσιν ἄλλοις οὐδ᾽ ὑμῖν μικρὸς κόπος· διεξανιστᾶν τοὺς ὑπνώδεις συγγόνους, συνεισελαύνειν τοὺς γυρευτὰς εἰς μέσον. Τοίνυν ἐπειδ᾽ ἂν σαλπίσῃ τις τὸ ξύλον, ὡς ἄγγελοι παρευθὺ δεδραμηκότες εἰς πάντα κοιτωνίσκον, εἰς κρυπτὸν τόπον, ἐγείρετε πρὸς ὕμνον ἀχράντων λόγων, συνεισφέροντες εἰς νεὼν τοῦ Δεσπότου ἐν ἡμέραις, ἐν νυξίν, ἐν μεσημβρίαις, ἕκαστον αὐτῶν προσκαλοῦντες εὐθέτως, ὅπως ὑμῖν τὸν μισθὸν ἄξιον νέμῃ ὁ πάντα μετρῶν καὶ νέμων κατ᾽ ἀξίαν.

Εἰς τὸν νοσοκόμον Τὸ χρῆμα θεῖον, ἀσθενῶν βάρη φέρειν· τούτου λαχὼν πύκτευσον, ὧ μοι τεκνίον, θερμῶς, προθύμως ἐκτελεῖν σου τὸν δρόμον. Ἕωθεν εὐθὺς τοὺς κλινήρεις σου βλέποις, ἄλλου πρὸ παντὸς φαρμακεύων τοῖς λόγοις· εἶτ᾽ αὖ πρεπόντως προσφέροις σιτῶν δόσεις, ὡς χρὴ δ᾽ ἑκάστῳ, συνδιακρίσει λόγου· μέλος γάρ ἐστι, μὴ παρέρχου τὸν πέλας.

Οὕτως ὑπηρετοῦντι μισθός σοι μέγας· φῶς ἀπρόσιτον, οὐρανῶν εὐκληρία.

Εἰς τοὺς νοσοῦντας Τὸ τῆς νόσου μοι δῶρον εὖ, τέκνον, δέχου· ἐπισκοπὴ γάρ ἐστι θείας φροντίδος. Φέροις ἀνεκτῶς τῆς καμίνου τὴν φλόγα ἐν τῷ δροσισμῷ τῆς ἀπευχαριστίας. Ἰὼβ γένοιο, τοὺς ἐκείνου φῶν λόγους, ἐφ᾽ οἷς ἁμαρτεῖν οὐκ ἀνῆκε κἀν λόγῳ.

Κἂν δ᾽ αὖ παρέλθῃ τίς σε μὴ βλέψας, σίγα, ἐν πᾶσιν αἰνῶν τῇ κατὰ χρείαν δόσει, ἵν᾽ εὐπαθήσῃς σώματι πρὸς καρδίαν.

Εἰς τοὺς σκοιτεῖς Πεδιλοποιῶν ὡς ἄριστος ἡ τέχνη· ἀποστόλου γάρ ἐστι Παύλου τοῦ πάνυ. Ζηλοῦντες αὐτοῦ τοὺς ἱδρῶτας τῶν κόπων δέξασθε θερμῶς τοὺς πόνους καθ᾽ ἡμέραν ὡς ἐργάται Χριστοῖο, τῆσδε φροντίδος, δέρρεις τε βύρσας, ὡς δέον, τετμηκότες, παλαιὰ καινουργοῦντες, εἶτα καὶ νέα, μὴ νωθρότητι πρὸς παράχρησιν λόγου ῥιπτοῦντες, εἴ τι τῶν ῥιφῆς οὐκ ἀξίων, ἢ τὴν τομὴν φέροντες ἐλλειπῶς ὕπερ.

Ἅπαντα γὰρ ποιοῦντες ἀξιοχρέως τῶν μαρτυρούντων ἐξανύσετε δρόμον.

Εἰς τὸ κοιμητήριον Ὁ δοὺς τὸν ὕπνον πᾶσιν εἰς λύτρον κόπων, ὧνπερ παρέσχεν ἡ διαυγὴς ἡμέρα, κἀμοὶ παράσχου, Χριστέ μου, Θεοῦ Λόγε, κοῦφον τὸν ὕπνον, ἡδὺ καὶ ταχυδρόμον, φαντασμάτων μὲν τῶν κακῶν ἐξωσμένον, ὀνειράτων δὲ τῶν καλῶν πεπλησμένον.

Καί μ᾽ ἐξέγειρον κρουσματοῦντος τοῦ ξύλου ἀνέκλυτον, σταθηρὸν εὐθύμως ἄδειν, ἱστῶν πόδας μου καρτερῶς ἐν αἰνέσει, φρουρῶν νόας μου δαιμόνων πανουργίας, γλῶσσαν τρανῶν μου πρὸς τὸ μέλπειν εὐτόνως, εἰς δόξαν, αἶνον τοῦ μεγίστου σου κράτους, ὅπως τέλειος νυκτερεύσας, ὀρθρίσας τὸ φῶς ἴδω σου τῶν ἐντολῶν πρωΐθεν.