Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἰάμβοι περὶ διαφόρων ὑποθέσεων

Θεόδωρος ὁ Στουδίτης

Παραινέσεις προς κοσμικούς, οδοιπόρους και μοναχούς

Ηθικές συμβουλές για τη ματαιότητα των εγκοσμίων, προτροπές προς διερχομένους και οδοιπόρους, και περαιτέρω αναφορές σε γενικά μοναχικά διακονήματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 2 από 9

Εἰς πλουσίους καὶ πένητας Ἴσθι τίς ὤν, ἄνθρωπε, καὶ τί σοι μένει, ὅπῃ παροικεῖς καὶ †μετασταίην† ἔχοις. Ὅλος γίνοιο πρὸς τ᾽ἄνω τῇ φροντίδι· πλῆρες γ᾽ἐκεῖ φῶς, ἀλλὰ καὶ κρίσις ἄληξ. Τῷ τῇδ᾽ ὅτ᾽ εἴποις· αὖρα, ῥοῦς καὶ νυκτόναρ, χρυσὸς χοοῦται, δόξ᾽ ἀπανθεῖ, τ᾽ἄλλα ῥεῖ.

Πολύστονα, θρηνηρὰ πάντα τἀνθάδε. Ἔχε προσεκτῶς, μή σε κυλίσῃ χρόνος, οὗ μὴ παλινάγραιτον ἢ παικτὸν πέλει.

Εἰς κοσμικούς Χριστοῦ μαθηταί, τοῦ καλοῦ καὶ πραέος, μῆνιν φέροντες εἰς ἑαυτοὺς ταῖς μάχαις, πῶς εἰς τὸν αὐτοῦ βαίνετε φρικτὸν δόμον; Δώρων πανάγνων πῶς μεθέξετε ξένως; Καὶ μὴν Ἰούδας, ὁ προσελθὼν ἐν δόλῳ, φιλῶν μὲν ἔξω, μηνιῶν δὲ τοῖς ἔσω, ὤφθη μαθητὴς πεπρακὼς τὸν Δεσπότην.

Μηδεὶς παρίτω λοιπὸν ἐχθρωδῶς ἔχων, ξίφος κατ᾽ αὐτοῦ πηγνύων τῇ καρδίᾳ, αἰώνιον πῦρ ἀντίδωρον λαμβάνων. Γνόντες τὰ τῇδε προσφιλῶς σχῶμεν πάνυ.

Εἰς ὁδίτην Ἐλθὼν καθέζου πᾶς τις ὕβρεως δίχα· Θεοῦ γάρ ἐστιν οἶκος ἔνθάπερ, φίλε. Κρούσας δὲ λέξον αἰτίαν, καθ᾽ ἣν πάρει, πρὸς μικρὸν αὖτε μακροθυμῶν τὴν φάσιν. Εἴσω δὲ βαίνων σὺν φόβῳ τε καὶ πόθῳ τῷ Δεσπότῃ σου τὰς προσευχάς σου δίδου.

Μηδὲν δὲ φάσκε τῶν ματαίων τοῦ βίου, συντυγχάνων γε τοῖς φυγοῦσι τὸν βίον. Ἀλλ᾽ εἴ τι σεμνόν, εἴ τι τερπνὸν ἐν λόγοις, ἀποκρίθητι, φράζε πρὸς πᾶν, ὃ πρέπει, ἵν᾽ εὐαγῶς ἐνθένδε καὶ σωτηρίως παλινστροφήσῃς εἰς τὰ οἰκεῖα τρέχων.

Εἰς τοὺς παριόντας Πῶς σου πορεύῃ τὴν ὁδόν, φίλε, σκόπει· τὴν πρακτικὴν δὲ λεκτέον καὶ γνωστέον. Κρημνοί, λόχοι, θήρατρα πολλὰ τοῦ Πλάνου, τὰ δέ· φθόνοι, γέλωτες, ὕβρεως κόροι, πορνεία, δόξα, χρημάτων ἔρως, φόνοι, μέθη, κλοπή, μοιχεία καὶ πᾶν ἄλλό τι.

Μὴ προσπαρῇς που, μὴ πέσῃς πτῶμα ξένον· κἂν συμβέβηκεν, ἐξανάστα τῷ τάχει, ἐπεὶ πυρὸς δίκη σε παμφάγου μένει.

Ἐπίγραμμα εἰς τὴν μονήν Προαύλιον πέφηνα ποίμνης αἰσίας, τοῦ προταγοῦς γάρ εἰμι φωτοπροδρόμου, λείας λογικῶν θρεμμάτων πεπλησμένης, ὧν βίος ἄζυξ, ὧν πόλις ὕψους πόλος, ὧν πᾶς ἕκαστος καὶ καθ᾽ εἷς ἅπας πόθῳ, ὧν οὗτινός τι, τοῦδε πάντων κτημάτων· κλῆρος γὰρ αὐτοῖς ἡ Θεοῦ σχέσις μόνη.

Ὡς ἀσφαλής, ὡς ἐσθλὸς ἤνυσται δρόμος τῶν κοινοβικῶς πανταχῶς ἐζηκότων.

Εἰς τὸν πυλωρόν Ἔσω παρεστὼς ἔνθάπερ, τέκνον, φόβῳ, πύλη γάρ ἐστι θείας εἰσοδ᾽ ἐξόδου, δίδου, δέχοιο τὰς φάσεις ἐν συγκρίσει· ἄγγελλε ταῦτα τῶν ὅσα πρέπον φάναι, σίγα δ᾽ ἐκεῖνα τῶν ὅσα βλάβην φέρει· τοῖς ἔνδον, ἔξω, κἂν ἀδελφοῖς, κἂν ξένοις, κλείων, ἀνοίγων πρὸς δὲ καιρὸν, οἷς πρέπει, πτωχῷ τε χρείαν νεῖμον, εἰ δὲ μὴ, λόγον· οὕτως γὰρ ἕξεις μισθὸν ἐν παραστάσει.

Εἰς ἀπερχόμενον ἀδελφὸν εἰς διακονίαν Πρὶν ἐκπορεύσῃ τὴν πύλην ταύτην, τέκος, σφραγίδα προσθεὶς εἰς ἅπαν μέλους τόπον· ἴθι πρὸς ἅσπερ ἐξεπέμφθης φροντίδας, κάτω νενευκὼς [ἐξωθούμενος βλάβας], ψαλμόν, προσευχήν, ταῖν δυοῖν ἕν, προσλέγων, τὰς ἀστικώδεις ἐξωθούμενος βλάβας.

Φεύγοις γυναιξὶ συντραφῆναι, κἂν τύχῃ· στραφεὶς δὲ τάχει τῆς μονῆς εἴσω μένε, μὴ ὥσπερ ἰχθὺς ἁλὸς ἔξωθεν θάνῃς.

Εἰς ὑποστρέφοντα ἀδελφὸν ἀπὸ διακονίας Παλινστροφήσας, τέκνον, ἐκ τῆς φροντίδος σύστρεψον εὐθὺς σαρκὶ καὶ νοῦν σου πλάνον, εἰκαῖον οὐδὲν ἔνδον ἔξωθεν φέρων, ἀλλ᾽ εἴ τι σεμνόν· καὶ τὸ τοῖς πρωτοστάταις.

Λόγον γὰρ οὐ φῇς τῆς ματαιοκοσμίας· «Εἶδον, βέβρωκα· καὶ τὸ καὶ τὸ τυγχάνει», καὶ γοῦν ὁ τίς καὶ τίσδε φωνεῖ σοι τάδε. Ἀνατροπὴν γὰρ τοῖσδε κιρνῶν τῷ πέλας ἀρᾶς προφήτου χρηματίζεις ἀξίως.

Εἰς τὸ ξενοδοχεῖον Προβᾶτε, δεῦτε, τῇ ξενιζούσῃ στέγῃ, ἄνδρες πορευταί, τοῖς πόνοις κεκμηκότες, μετεκλάβοιτε τῶν ἐμῶν ξενισμάτων· ἄρτου ποθητοῦ, τοῦ τρέφοντος καρδίαν, ποτοῦ γλυκείου, τοῦ ῥέοντος ἀφθόνως, σκεπασμάτων τε τῶν ψύχους ἀλλοτρίων, ἅ μοι παρέσχε, τῷ Θεογνώστῳ, φίλοι, ἐκ τῶν πανόλβων δωρεῶν αὐτοῦ χάριν ὁ Δεσπότης μου Χριστός, ὁ πλουτοβρύτης· ἐπευλογοῦντες αὐτὸν ὡς κοσμοτρόφον, κἀμοὶ προσευχὴν ἀντιποιοῦντες μόνον, ὅπως ἐκεῖθεν, τῷ φιλοξένῳ τρόπῳ, τοὺς Ἀβραὰμ τύχοιμι κόλπους εἰσδύναι.