Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Ἰάμβοι περὶ διαφόρων ὑποθέσεων
Επιγράμματα για τις ιερές εικόνες, τον Χριστό και τη Θεοτόκο
Θεολογικά και απολογητικά ποιήματα σχετικά με την προσκύνηση των εικόνων, τη σάρκωση του Λόγου και το θεομητορικό μυστήριο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιγράμματα για τις ιερές εικόνες, τον Χριστό και τη Θεοτόκο
Θεολογικά και απολογητικά ποιήματα σχετικά με την προσκύνηση των εικόνων, τη σάρκωση του Λόγου και το θεομητορικό μυστήριο.
Εἰς ἁγίας εἰκόνας Ἥνπερ βλέπεις εἰκόνα, Χριστοῦ τυγχάνει· Χριστὸν δὲ καὐτὴν λέξον, ἀλλ᾽ ὁμωνύμως· κλήσει γάρ ἐστι ταυτότης, ἀλλ᾽ οὐ φύσει· ἀμφοῖν δὲ προσκύνησις ἀσχίστως μία. Ὁ τοίνυν ταύτην προσκυνῶν Χριστὸν σέβει, μὴ προσκυνῶν γὰρ ἐχθρὸς αὐτοῦ καὶ πάνυ, ὡς τὴν ἀναγραφεῖσαν ἔνσαρκον θέαν τούτου μεμηνὼς μὴ σεβασθῆναι θέλων.
Ἄλλο Εἰ σῶμα Χριστοῦ λαμβάνομεν ἐσθίειν, τούτου πίνοντες αἷμα τὸ ζωηφόρον, πῶς οὐκ ἂν αὐτὸν δείξωμεν γεγραμμένον, οὗ καὶ τὸ σῶμα σχηματόγραπτον πέλει; Ὡς μὲν γὰρ ἁπλοῦς, οὐ περιγραφὴν ἔχει· Θεὸς γάρ ἐστι, παντὸς ἔξωθεν τόπου.
Ὡς ἐνδυθεὶς δὲ τὴν καθ᾽ ἡμᾶς οὐσίαν, ἄνθρωπός ἐστι, συνθέσει γεγραμμένος, ἔχων ἀφύρτως θάτερον κατ᾽ οὐσίαν ὑποστάσει μιᾷ τε συντεθειμένος. Ὁ τὸν Λόγον τοιῶσδε δοξάζων μάλα πιστὸν πέφηνε θρέμμα τῆς ἐκκλησίας· ἄλλως φρονῶν γὰρ τοῦ Θεοῦ πόρρω θέει.
Ἄλλο Ἐκ μορφοποιοῦ χειρὸς ὡραϊσμένην βλέποντες, ἄνδρες, ἐγγραφεῖσαν ἐνθάδε, δρέψασθε καρπὸν ὠφελείας ἀξίως, τὸν νοῦν ἄραντες εἰς τὰς αὐτῶν αἰτίας· ἴσον λόγου γὰρ ἡ γραφὴ βοᾷ μέγα, ὡς· Ἡ τιμή μου δόξα τῆς αὐτοψίας, δι᾽ ἣν παρήχθην εἰς ὑπόμνησιν μόνον, φρουροῦσα, φωτίζουσα τοὺς ἐμοὺς φίλους, τοὺς προσκυνεῖν δὲ μὴ θέλοντάς με σχέσει ἀλλοτριοῦσα τῆς ἄνω κληρουχίας.
Ἄλλο Ἄσαρκος ὢν πρὶν Χριστὸς οὐκ ἦν ἐν θέᾳ· Θεὸν γὰρ οὐδείς, φησίν, ἀνθρώπων ἴδεν. Ἐπεὶ δὲ σαρκὸς ἐνδιδύσκεται πάχος, ὁ παντὸς ἔξω καὶ χρόνου τε καὶ τόπου, ἁπτός, παθητὸς γίνεται τῇ συνθέσει· βρέφος κυηθεὶς ἐκ κόρης σπορᾶς ἄνευ αὔξει, διψεῖ πεινεῖ τε καὶ σύμπαν φέρει τῶν ἐν θέσει τε καὶ γραφῇ δεδειγμένων.
Πῶς οὖν σὺ λοιπὸν, ὦ παράφρων, ὦ τάλα, οὐ σαρκὶ σεπτῶς Χριστὸν ἐμπεριγράφεις, κατ᾽ εἶδος αὐτοῦ τὴν ὅλην παρουσίαν; Ἀλλ᾽ ἢ μεταγνοὺς πιστὸς ἐκ πλάνης γίνου ἢ τῆς Θεοῦ πόρρωθεν αὐλῆς ἐκφέρου.
Ἄλλο Ὁ Χριστός ἐστι τῇ γραφῇ δεδειγμένος, ἐπεὶ βροτὸς πέφηνεν, ὢν Θεὸς φύσει. Ὁ μὴ γὰρ οὕτως προσβλέπειν αὐτὸν θέλων, φαντασματωδῶς σωματοῦσθαι προσλέγει.
Εἰς τὴν ἁγίαν Θεοτόκον Ἐν εἰκόνι βλέπων σε, μῆτερ Κυρίου, φόβῳ πρόσειμι προσκυνεῖν σε καὶ πόθῳ· χάρις γὰρ ὄντως τηλικαύτη σοι πέλει, ὡς τῇ σκιᾷ σου θαυματουργίας βρύειν.
Ἄλλο Ἐπ᾽ ὠλένης μου μητρόμοιόν μοι βρέφος, τὸν παντάνακτα Χριστόν, ἐγγράφως φέρω, τὸ φῶς ἀπαστράπτοντα τῆς ἀφθαρσίας καὶ κόσμον ἐξαίροντα δαιμόνων πλάνης.
Ἄλλο Σὺ τὸν Θεὸν τεκοῦσα προὔχεις ἀγγέλων· ὃν οὐ δύνανται καὶ γὰρ αὐτοὶ προσβλέπειν, ὡς Υἱὸν αὐτὴ χερσὶν ἀχράντοις φέρεις.
Ἄλλο Μητροπρεπῶς τὸν Υἱὸν ἔγγραπτον φέρω, ὡς ἂν φανείη γνήσιον μητρὸς τέκος ὁ πατρομοίως τῆς γραφῆς ἐπηρμένος, ἐπείπέρ ἐστι διττὸς ἀπρὶξ τὴν φύσιν.
Εἰς τὴν εἰκόνα τοῦ Χριστοῦ Ἐξεικόνισμαι, κἂν Θεὸς πέλω φύσει, ἐπείπέρ εἰμι καὶ βροτὸς κατ᾽ οὐσίαν· καὶ τῇ σκιᾷ μου προσκυνοῦμαι παντί που, μήπω μερισμὸν τοῦ κλέους προσλαμβάνων.
Εἰς τὸν ναὸν τῆς Θεοτόκου Τῆς Παρθένου τὸν οἶκον ὁ βλέπων νόει· ναὸς γὰρ αὕτη τοῦ Θεοῦ δεδειγμένος, ναοὺς ἑαυτῆς πανταχοῦ γαίης ἔχει.
Εἰς ἐνδυτήν Τὸν Κοσμοποιὸν σωματούμενον βλέπων σὺν τῇ Τεκούσῃ τῇ γραφῇ τῶν εἰκόνων, καταπλάγηθι, πῶς Θεὸς βρέφος πέλει ἅπαντά τε δρᾷ πρὸς βροτῶν σωτηρίαν· ἵν᾽ εἰς ἑαυτὸν τὴν φθορὰν κατακρίνας τὸ πλάσμα σώσῃ θεότητος τῷ κράτει· τὸ δὴ φρονοῦσα τῇ Θεητόκῳ φέρει πρὸς λύτρον αὐτῆς τ᾽ ἀνδρὸς ἄχραντον δόμα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.