Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἰάμβοι περὶ διαφόρων ὑποθέσεων

Θεόδωρος ὁ Στουδίτης

Επιγράμματα για τα μέρη του ιερού ναού και τον Τίμιο Σταυρό

Αφιερώσεις στα αρχιτεκτονικά και λειτουργικά στοιχεία του ναού, καθώς και εκτενής σειρά επιγραμμάτων για τη θεολογία και τη δύναμη του Σταυρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 4 από 9

Εἰς τὸ κιβούριον τοῦ Προδρόμου Θείας τραπέζης συγκαλύπτραν με βλέπων Χερουβικὴν νόμιζε ταξιαρχίαν· Χριστὸν γὰρ ἔνδον μυσταγωγεῖσθαι νόει, τὸν τῶν ἄνω τε Δεσπότην καὶ τῶν κάτω.

Εἰς τὸ τέμβλον Θείαν τράπεζαν πρὸ προσώπου σου βλέπων αἰδοῦ τὸ σεπτὸν καὶ ὅλος στῆθι φόβῳ.

Εἰς τὸ ἅγιον θυσιαστήριον Φρικτὸν τὸ βῆμα τοῦτο καὶ πλῆρες φόβου, ναὸς Θεοῦ φωτεινὸς, ἁγνοῖς ἁπτέος. Πρόσελθε θείως, καὶ μεθέξεις ἀξίως· πῦρ γὰρ τὸ δῶρον τοὺς ἀναξίους φλέγον.

Εἰς τοὺς πυλῶνας τοῦ νάρθηκος Πύλας διάρας τοῦ ναοῦ τῶν ἐνθάδε ἴθι, προσοῖσον πνεῦμα συντετριμμένον· καὶ τοῦτο θῦμα δεκτόν ἐστι Κυρίῳ.

Εἰς τὴν πρώτην εἴσοδον τοῦ ναοῦ Οἴκου Θεοῦ μέλλοντες εἰσβαίνειν πύλην ἔξω γένοισθε τῆς μέθης τῶν φροντίδων, ἵν᾽ εὐμενῶς εὕροιτε τὸν κριτὴν ἔσω, λύσεις ὑμῖν διδοῦντα τῶν ὀφλημάτων.

Εἰς ναοῦ εἴσοδον· εἰς σταυρόν Ἔχων με φρουρὸν μὴ πτοοῦ κτύπους φόβων· καυστὴρ γάρ εἰμι φρικτοειδὴς δαιμόνων.

Ἐπίγραμμα εἰς σταυρούς Ἐφ᾽ ᾧ τυποῦμαι, χώραν οὐ Σατὰν ἔχει· καθεῖλα γὰρ τὸ κράτος αὐτοῦ παντάπαξ.

Ἄλλο Σοῦ τῇ θέᾳ πόρρωθεν ὁ δράκων τρέχει τύπον σε δέρκων τοῦ Θεοπλόκου ξύλου.

Ἄλλο Ὦ σταυρέ, φῶς μου, λάμπε μοι παντὶ χρόνῳ πόρρω διώκων τῆς ψυχῆς μου τὸ σκότος.

Ἄλλο Οὗτος πεπηγὼς ἐν τόπῳ τοῦ Γολγοθᾶ ἤνθησε κόσμῳ ζωτικὴν εὐκαρπίαν.

Ἄλλο Ἐν τῷδε χεῖρας ἐξαπλοῦς ὁ Παντάναξ ἤγειρε κόσμον ἐκ βαράθρου πταισμάτων.

Ἄλλο Χαίροις, τρόπαιον τῆς ἄνω παντευχίας· ἐν σοὶ τέτραπται πᾶσα δαιμόνων φάλαγξ.

Ἄλλο Χαίροις, τρισευλόγητον ἄχραντον ξύλον· ἐν σοὶ πέπαυται τῆς ἀρᾶς ἡ θνητότης.

Ἄλλο Χαίροις, μοναστῶν παντέλαφρον φορτίον· ἐν σοὶ γὰρ αὐτοῖς κοῦφος ὁ Χριστοῦ δρόμος.

Ἄλλο Χαίροις, φυλακτὴρ οὗ παρεδρεύεις τόπου· σκέποις ἀσινῶς τοὺς μένοντας ἐνθάδε.

Ἄλλο Τυπῶν μέ τις, καὶ μόνον ἔμπου δακτύλῳ, εὐθὺς τὸν ἐχθραίνοντα δαίμονα στρέφει.

Ἐπιγράμματα μονόστιχα εἰς σταυρούς Σταυρὸς βλεπόντων ἀστραπηφόρον σέλας. Σταυρὸς μοναστῶν εὔδρομος σωτηρία. Σταυρὸς φιλούντων ἐνθέως πορνοκτόνος. Σταυρὸς κλαόντων ἐξαλείπτωρ πταισμάτων. Σταυρὸς φιλάγνων ἀσφαλέστατος φύλαξ.

Ἄλλο Πᾶς ὁ γράφων με καὶ γράφειν Χριστὸν θέλε, ἐπείπερ αὐτὸς συμπέπλεκταί μοι πάθει· ἐμοῦ γὰρ ἐχθρὸς καὶ καθαιρέτης πέλει ὁ μὴ γράφων ἐκεῖνον, εἰ καί με γράφει.

Μονόστιχον Βροτοὺς δαδουχῶ καὶ σκοταρχοῦντας φλέγω.