Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἰάμβοι περὶ διαφόρων ὑποθέσεων

Θεόδωρος ὁ Στουδίτης

Επιγράμματα σε αγίους, προφήτες, αποστόλους και ιεράρχες

Ποιητικά εγκώμια και αφιερώσεις σε βιβλικά πρόσωπα, μεγάλους Πατέρες της Εκκλησίας, ιδρυτές του μοναχισμού και μάρτυρες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 5 από 9

Εἰς τὸν Πρόδρομον Εἰκὼν ὑπάρχω τοῦ σεβαστοῦ Προδρόμου καὶ τοὺς πόθῳ με προσκυνοῦντας ἀξίως, ὡς εἰς ἐκεῖνον τὴν τιμὴν ποιουμένους, σώους φυλάττω αἱρετιζόντων πλάνης.

Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Θεολόγον Βροντῆς τὸν υἱόν, ἀστραπὴν τὴν τοῦ Λόγου, ὁρῶν σε γραπτὸν φωτιοῦμαι τοὺς νόας· σὺ γὰρ προσάψας πυρσὸν ἀφθάστων λόγων φθάνεις λύσαι τὸν κόσμον ἐκ σκότους πλάνης.

Εἰς τὸν ἅγιον Παῦλον τὸν ἀπόστολον Χαίροις, δοχεῖον γνώσεως Θεοῦ μέγα, ἐξ οὗ τὰ θεῖα πάντες ἀντλοῦσι σφόδρα· ἐκ γὰρ πλάνης σὺ κόσμον ἐκσπάσας ὅλον εἰς ὕψος ἦλθες, οὐρανὸν τρίτον φθάσας.

Εἰς τὸν ἅγιον Ζαχαρίαν Σὺ τῶν προφητῶν τὸν μέγιστον αὐγάσας Θεοῦ προφήτης χρηματίζεις καὶ θύτης· καρπὸν δὲ θεῖον προσφέρων τῷ Δεσπότῃ θύῃ μαχαίρᾳ πρὸ τραπέζης Κυρίου.

Εἰς τὸν ἅγιον Διονύσιον Πολὺς τὰ θεῖα χρηματίζων, τρισμάκαρ, τοὺς ἀγγέλους σὺ μυστικῶς διαγράφεις· καὶ συμπεραίνων πᾶσαν ἱεραρχίαν τὸν κόσμον ἔνθεν δογμάτων πληροῖς πλάτει.

Εἰς τὸν ἅγιον Βασίλειον Ἤστραψας αἴγλῃ τοῦ φαεινοῦ σου βίου καὶ φαιδρύνεις τὸν κόσμον ἔργοις καὶ λόγοις· λαβὼν δὲ τὰς κλεῖς καὐτὸς ὡς Πέτρος νέος φύλαξ ὑπάρχεις τῆς πάσης ἐκκλησίας.

Εἰς τὸν ἅγιον Γρηγόριον τὸν Θεολόγον Βροντῶν τὰ θεῖα τῇ βοῇ τῶν δογμάτων ἤχησας ὄντως τὴν ὑπουρανόν, μάκαρ· καὶ πάσας ἀπρὶξ μωράνας τὰς αἱρέσεις τὸν κόσμον ἐστήριξας ἐν τοῖς σοῖς λόγοις.

Εἰς τὸν ἅγιον Γρηγόριον τὸν Θαυματουργόν Ὡς ἥλιός τις ἐν βίῳ λάμψας μέγας διασκεδάζεις νύκτα τῆς μοχθηρίας· καὶ θαυματουργῶν τῶν προσευχῶν τῷ φάει ἀπεκδιώκεις δαιμόνων σμήνη, πάτερ.

Εἰς τὸν ἅγιον Ἐπιφάνιον Ἑωσφόρον σε πράξεως ἡ λαμπρότης ἔδειξεν ὕψει τῶν μεγίστων θαυμάτων, ἐξ ἧς τὰ ῥεῖθρα πλημμυρῶν τῶν δογμάτων πάντων θρίαμβος αἱρετιζόντων πέλεις.

Εἰς τὸν ἅγιον Ἰγνάτιον τὸν Θεοφόρον Ἔχων ἔρωτα Χριστὸν ἐν σῇ καρδίᾳ ἀποστόλων σύσκηνος ὤφθης, τρισμάκαρ· ἄθλοις δὲ θερμοῖς ἐκφλογίζων τὴν πλάνην ἐπιστολαῖς σου Παῦλος ἄλλός τις πέλεις.

Εἰς τὸν ἅγιον Ἀθανάσιον Τίς τοὺς ἀγῶνας τῶν πόνων τῶν σῶν φράσοι, ὦ πενταθλητά, τῶν διδασκάλων κλέος; Ὑπὲρ Θεοῦ γὰρ ὡς γίγας δραμὼν μέγας στεφηφορῶν καθεῖλες ἐχθροὺς παγκάκους.

Εἰς τὸν Χρυσόστομον Πηγὴν ἄληκτον παγχρύσων λόγων βλύσας ὅλην κατάρδεις τὴν ὑφήλιον, μάκαρ· θύρας δ᾽ ἀνοίγων τοῖς βροτοῖς σωτηρίας εἰς οὐρανοὺς τὸν κόσμον ἐκπέμπεις ὅλον.

Εἰς τὸν ἅγιον Κύριλλον Θησαυρίσας τὰ θεῖα ποικιλοτρόπως ἐπλούτισας τὸν κόσμον ἐνθέοις λόγοις· καὶ τὰς βεβήλους αἱρέσεις κατασπάσας κήρυξ πέφηνας ὀρθοδόξων δογμάτων.

Εἰς τὸν ἅγιον Γρηγόριον τὸν Νύσης Βρύων ἄβυσσον παγγλύκων λόγων, μάκαρ, πᾶσαν νοητῶς ἐξετίναξας πλάνην· καὶ χρηματίζων Μωϋσῆς ἄλλος μέγας ἄγεις ἄριστα τὸν λεὼν τοῦ Κυρίου.

Εἰς τὸν ἅγιον Θεόδωρον τὸν Σικεώτην Θεοῦ σὺ δῶρον τοῖς βροτοῖς δοθεὶς μέγα ἅπαν καθεῖλες δαιμόνων στίφος, πάτερ· λάμψας γὰρ εὐθὺς ὡς ἑῷος φωσφόρος ἰσάγγελος πέφηνας ὕψει τοῦ βίου.

Εἰς τὸν ἅγιον Ἀντώνιον Στύλος πυρὸς πέφηνας αἴγλῃ τοῦ βίου κόσμον ποδηγῶν εἰς τρίβον σωτηρίας· τῶν δαιμόνων δὲ τὰς φάλαγγας πτερνίσας ἔρημον ᾤκεις, ὡς Ἐδέμ τις ἀγγέλων.

Εἰς τὸν ἅγιον Ἱλαρίωνα Τῇ λαμπρότητι τοῦ φαεινοῦ σου βίου ἑωσφόρος τὸ πρωῒ λάμπων σὺ πέλεις· καὶ θαυμάτων ἀκτίσι κόσμον φαιδρύνων ζόφον διώκεις βλαπτικὸν τῶν δαιμόνων.

Εἰς τὸν ἅγιον Εὐθύμιον Σὺ τὴν ἔρημον εἰργάσω Θεοῦ πόλιν· πυκνοῖς γὰρ αὐτὴν πλήθεσι Χριστοφρόνων· βολαῖς ἀπαστράψας δὲ ταῖς τῶν θαυμάτων τὸν πάντα κόσμον φαιδρύνεις ὡς φωσφόρος.

Εἰς τὸν ἅγιον Σάβαν Ἤρωσας ὄντως τὴν ἔρημον τοῖς πόνοις ὡραιότατα ποικίλων ἔργων βρίθων· πλήσας δὲ ταύτην τῶν νοητῶν ἀστέρων ὡς ἥλιός τις ἐν μέσῳ τούτων θέεις.

Εἰς τὸν ἅγιον Δαλμάτον Ἐξ ἡλίου τις αὐγάσας ἀστὴρ μέγας λάμπεις σὺν αὐτῷ παμφαεῖς εὐπραξίας· ἔρεισμα † δ᾽ ἂν φύναντες † ὀρθοδοξίας μανδραρχαΐζεις τῶν μοναστῶν πατρόθεν.

Εἰς τὸν ἅγιον Παχώμιον Τὸν Ἀβραάμ πως ἐκμιμούμενος, μάκαρ, πολλῶν πατὴρ γέγονας, ὧν χρυσοῦν γένος· ἐξ ἀγγέλου δὲ μυσταγωγίας φέρων τῷ σῷ λεῷ τέθεικας, ὡς Μωσῆς, νόμους.

Εἰς τὸν ἅγιον Ἀρσένιον Τῶν δακρύων σου τὴν ψυχὴν ἄρδων χύσει καρποὺς ἀνεβλάστησας ἀφθάρτους μάλα· εὐχαῖς δὲ λαμπραῖς προσλαλῶν Θεῷ σφόδρα τῶν ἡσυχαστῶν ἄγγελος πέλεις μέγας.

Εἰς τὸν ἅγιον Θεοδόσιον Ὡς οὐρανὸν ὑψηλὸν ἐκτείνας βίον κατάστερος πέφηνας ἐν πλήθει τέκνων· τὰς ἀστραπὰς δὲ πληθύνων τῶν θαυμάτων ἐσκόρπισας παντοῖα δαιμόνων νέφη.

Εἰς τὸν ὅσιον Δῖον Ταῖς λαμπρότησι τῶν θεαυγῶν σου τρόπων ἐκ τῆς ἑῴας φαιδρὸς ἀστὴρ ἐκθέεις· καὶ φωτίσας ἄριστα τὴν Βυζαντίδα πρῶτος μοναστῶν ποιμνιαρχεῖς ἀξίως.

Εἰς τὸν ἅγιον Χριστοφόρον Οἰκεῖον αἷμα τῷ Θεῷ δοὺς ἀντέχει ὁ Χριστόμαρτυς, Χριστόφρων, Χριστοφόρος, κρήνην χέουσαν θαυματουργίας ῥύσιν, ἥνπερ πίνοντες οἱ νοσοῦντες βηχίον καταψύχουσι τοῦ πάθους, δίψης δίκην, μάλισθ᾽ ὅτ᾽ ἂν φοιτῶσι πιστῶς ἐνθάδε.