Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἰάμβοι περὶ διαφόρων ὑποθέσεων

Θεόδωρος ὁ Στουδίτης

Αφιερώσεις σε ιερούς ναούς, προσφορές και τον ενάρετο βίο

Επιγραφές για την ανέγερση και αφιέρωση εκκλησιών, για ιερά αντικείμενα και εικόνες, καθώς και στίχοι για την πολιτεία των εναρέτων πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 6 από 9

Εἰς τὸν ναὸν τοῦ ἁγίου ἀποστόλου Πέτρου Ὧιπερ δέδωκας, Χριστέ, τὰς κλεῖς τῶν ἄνω, ἔδειμα τούτῳ τόνδε τὸν δόμον κάτω.

Εἰς τὸν ἅγιον Ἀνδρέαν τὸν ἀπόστολον Ὦ πρωτόκλητε, τῶν ἀποστόλων κλέος, ὁ παμμέγιστος τῶν πατρῶν φαεσφόρος, τὸν σὸν λεὼν φύλαττε σὺν τῷ ποιμένι.

Εἰς τὸν ναὸν τοῦ Χρυσοστόμου Τοῖς τὸν σὸν οἶκον παμπόθως ἐγερκόσιν πρεσβευτικὴν πρόσνειμε δωρεάν, πάτερ.

Εἰς τὸν ναὸν τῆς πανευφήμου 〈Εὐφνμίας〉 Τοὺς ἐκ πόθου σου τὸν ναὸν δειμαμένους, μάρτυς, φύλαττε πημονῆς ἐλευθέρους.

Εἰς τὸ Τετρακάμαρον Θαυμαστὸν ὤφθης ἔργον, ὡραῖον πάνυ· ὡς ἐμψύχῳ δὲ προσλέλεγμαί σοι, νεώς· φέρεις γὰρ ἔνδον εἰκόνων θεωρίαν, ἄρρητον ὄψιν τῶν ἄνω θεαμάτων. Αὐτὸν δέχοιο, τῶν ἀποστόλων κλέος, Εὐαγγελιστὰ παμμάκαρ, Θεολόγε· καὶ τοῖς πόθῳ σοι τοῦτον ἐξηγερκόσιν χάριν παράσχου καὶ λύσιν τῶν πταισμάτων.

Εἰς τὸν ναὸν τῆς ἁγίας Θεοτόκου εἰς τὸν Τρίτωνα Ἡ πᾶσιν ἐγγὺς εἰς βοήθειαν τάχους, τὸν πλοῦν διευθέτησον, ὧν θερμῶς ἔχεις, προσκειμένων σοι ταῖς λιταῖς σου, Παρθένε.

Εἰς ῥάκκος ἱστορισμένον Φρικτὸν τὸ θαῦμα, Χριστὸν ἐν γραφῇ βλέπειν, δράσαντα πάντα πρὸς βροτῶν σωτηρίαν· ἐν τοῖς καθ᾽ ἡμᾶς αὐτὸς ὤφθη γὰρ ξένως, ἄσαρκος ἐλθὼν καὶ βροτὸς βαίνων ἄνω. Μνήμης χάριν δὲ προσφέρει δῶρον τόδε ὁ κλεινὸς ὄντως Συμεὼν τῷ Δεσπότῃ.

Εἰς τὴν εἰκόνα τοῦ Χριστοῦ Ὁ Χριστός εἰμι, τῇ γραφῇ δεδειγμένος· καὶ τὸν πεποιθῶς εἰκονουργήσαντά με, ὡς αἵρεσιν μισοῦντα τῶν ἐναντίων, Λέοντα Πατρίκιον, ἐν πᾶσι σκέπω.

Εἰς ἔγκλειστον Ἔγκλειστός ἐστιν, ὃς παθῶν ἔξω μένων ὅλην καθεῖρξε πρὸς Θεὸν τὴν καρδίαν· κλείων λογισμούς, τοὺς γυρευτὰς τῆς πλάνης, νοῦν αὖτε πέμπων ταῖς ἄνω θεωρίαις, ἔχων προσευχὴν καυστικὴν τῶν δαιμόνων, φέρων σιωπὴν μυσταγωγοῦσαν βάθη, ψυχὴν ἄθλιπτον ἐν χαρᾷ τῶν ἐλπίδων, ἔργον τε χειρῶν καὶ κόπον λαιμοῦ τόνῳ, ᾠδὴν ἄπαυστον, πνεῦμα συντετριμμένον· οὕτως ἀνοίγων ἀγγελοπρεπεῖ θέᾳ ἀκτινολαμπεῖ τοὺς ὁρῶντας ἐνθέως· λέγων μὲν οὐδὲν τῶν ἀχρήστων εἰς γέλως, ἀλλ᾽ ὅπέρ ἐστιν ὠφελεῖσθαι τὸν ξένον, καὶ ταῦτα φεύγων· μακρορημεῖν εἰς κόρον.

Ἂν οὖν δύνῃ, πρὸς ταῦτα σωστικῶς τρέχεις, εἰ μὴ δέ, φεύγοις εἰς βίον ζώντων ἅμα, ἐν ᾧ πλειόνως τοὺς ἀγῶνας λαμπρύνεις.

Εἰς εὖ βιοῦντα Σώφρων κράτιστος, ὃς Θεοῦ βιοῖ φόβῳ. Ψυχῆς κάθαρσις κρείσσων ἢ πλοῦτος ῥέων.

Εἰς μοναχούς, δακτυλικὸς καὶ ἐλεγεῖος [Χαίρετε ἄνδρες ἀριστέες, τοῦ Ἀχιλῆος ὕπερθεν· κτεῖναι μὲν Ἕκτορα οὗτος κρατερὸν ξιφέρη, οἱ δέ, μοναζόντων θωρηξάμενοι πολιτείαν, χεῖρε λαβόντες ἄορ εὐπειθοῦς τῆς ὅσιας, σφάξατε τὸν Βελίαρ, σκότεος μεγαλαύχεα νοῦα· ἔνθεν ἀπήρκατε εἰς οὐρανὸν ἀθλοφόρως, δερματίδα προσαφέντες τἀνθάδε τὴν νεκρὰν μόνον.]