Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἰάμβοι περὶ διαφόρων ὑποθέσεων

Θεόδωρος ὁ Στουδίτης

Προσωπικά επιγράμματα, εγκλεισμός και ποικίλα θέματα

Προσωπικοί αναστοχασμοί του συγγραφέα, ποιήματα γραμμένα κατά τον εγκλεισμό του στη φυλακή της Χαλκίτης, και στίχοι για διάφορους τόπους και την αρετή της φιλοξενίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 7 από 9

Ἐπίγραμμα εἰς ἑαυτόν Ψυχὴ ταπεινή, δεῦρό μοι, δέξαι λόγον. Ὁ καιρὸς ὀξὺς ὡς δρομεὺς διατρέχων, ἐγγὺς τὸ τέρμα, καὶ παρελθεῖν οὐκ ἔνι. Μὴ δὴ κάμοιμεν ταῖς ματαίαις φροντίσιν, ἀντλοῦντες ὄντως εἰς πίθον τετρημένον, ξαίνοντες εἰς πῦρ, ὡς γελοιωδῶς ἔχει· ἀλλ᾽ εἴ τι θεῖον, εἴ τι σωστικὸν πέλει, ταῦτα σκοποῦντες καὶ διώκοντες πόθῳ, ὡς ἂν παρασταίημεν ἐν παρρησίᾳ τῷ τῶν ἁπάντων καὶ Κριτῇ καὶ Δεσπότῃ, τὸ πῦρ φυγόντες τῆς Γεέννης, ὡς γράφει, καὶ προστρέχοντες τῷ παναρρήτῳ φάει.

Ἐπίγραμμα ἐν τῇ φυλακῇ τῆς Χαλκίτου Ξένος Θεοῦ πέφηνεν, ὅστις οὐ ξένα ἔχει τὰ τῇδε πάντα τῶν ἄνω σχέσει· οὕτω γὰρ ὀφθῇ δεσπότης πως τῶν κάτω.

Ἐν τῇ αὐτῇ φυλακῇ Ἔσχες με, κέλλα, τὸν ξένον, παρ᾽ ἐλπίδα· εὗρον δ᾽ ἐγώ σε φιλτάτην παροικίαν. Βυζαντὶς ἡ πόλις με βάλλει κἀνθάδε, λαθοῦσα ταύτη προσπαθείας ἐξάγει.

Ἐν τῇ αὐτῇ φρουρᾷ Ἐμοὶ τὸ σῶμα φρουρὰ καὶ μόνον πέλει· τόπος δὲ πᾶς τις ἐξ ἴσου δεδωμένος· πάμπαν Θεοῦ γάρ, οὗ πάροικος τυγχάνω.

Ἐν τῇ αὐτῇ εἱρκτῇ Ὥραν καθ᾽ ὥραν τοῦ βίου τέλος σκόπει, καὶ μακρὰν ἐκ σοῦ τὴν ἀκηδίαν βλέποις· τῶν δαιμόνων γὰρ τὸ λέγειν· Ἕως πότε; καὶ μὴ τὸ δόξαι τεθνάναι καθ᾽ ἡμέραν.

Ἐπίγραμμα εἰς τὰς φάνας Δοχεῖόν εἰμι τῆς ἀκοιμήτου φάνης ὑπερφαεῖς τὰς αὐγὰς ἐν ψυχαῖς φέρον. Ὦ λαμπαδοῦχε τοῦ τριλαμποῦς ἡλίου, ἄστραψον ἡμῖν φέγγος ἀστραπῆς πλέον. Φωτός με τεύξας, ὁ προσοίσας δ᾽ εὐχάδε, εὕροις μ᾽ ἐκεῖθεν λάμψιν ἀρρήτου φάους.

Πρὸς τὸ ἐπιμελῶς ἀναγιγνώσκειν τὰ ἐν τοῖς τοίχοις Γνῶθι παριὼν τῶν ἀναγράπτων μέρος· θεῖον γὰρ οὐδὲν ῥῆμά σοι παροπτέον.

Ἐπίγραμμα εἰς οἶκον γυναικῶν φιλοξένων Σπλάγχνοις ξενισμῶν εὐρυχωροῦσαι λίαν, ὥσπέρ τις ἄλλος Ἀβραὰμ πατροκράτωρ, αἱ δεσποτοῦσαι τῆσδε τῆς παροικίας πλῆθος μοναστῶν δεξιοῦνται σὺν πόθῳ, μισοξενούντων τὸ στενόψυχον πάθος καταισχύνουσαι τῇ πολυσπλάγχνῳ σχέσει καὶ τὴν ἄνωθεν κτώμεναι σκηπτουχίαν.

Ἐπίγραμμα εἰς ξένους Χριστὸν ξενίζει πᾶς διατρέφων ξένους· δι᾽ ὃ προθύμως τῇδε τοὺς ξενουμένους μάλα τρέφοιτε, καὶ τραφήσεσθε ξένως. ....... εἴργειν δοκοῦσα τὴν ἐμὴν γλῶσσαν σφάλειν· οὐ γὰρ Θεοῦ δεσμεῖν τις ἰσχύει λόγον, δι᾽ ὅν με φρουρεῖς τῇδε, Βυζαντίς, πάλαι.

Ἐπίγραμμα εἴς τινα τόπον τερπνόν Ὡραῖος εἴδει καὶ καλὸς τῇ συνθέσει ὁ τῇδε χῶρος τέρψιν ἐμποιεῖν ἔχων. Ὅμως γε τερπνὸν οὐδὲν εἰς ἅπαν πέλει, ὅτ᾽ ἂν κρίνοιτο πρὸς Θεοῦ θεωρίαν. Αὐτὸς γάρ ἐστιν ἡ πανώραιος θέα, ἡ παμφαής τε καὶ διαρκὴς τερπνότης, οὗπερ τὸ φίλτρον εἴ τις ἐκλάβοι ζέων, σβέννυσι πᾶσαν τὴν ἐπίχθονον σχέσιν καὶ πυρποληθεὶς ἐνθέως τὴν καρδίαν ἐκεῖ ποθοίη προσφθάσαι καὶ προσμένειν, ὅπου θεαυγεῖ τὸ τρισήλιον κράτος, ἔνθα τρυφῶσι τῶν δικαίων τὰ στίφη.

Εἰς ἰάμβους, συγγραφή Τῶν τεττάρων γνοὺς γνώμας αὖτε καὶ φράσεις ἥσθην ἀληθῶς τοῦ κατευγλωττισμένου, ὡς τετραήχους ὀργάνου μελουργίας εἰς πατρικόν πως ὕμνον ἐξηρτισμένου.