Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἰάμβοι περὶ διαφόρων ὑποθέσεων

Θεόδωρος ὁ Στουδίτης

Επιτάφια επιγράμματα και αφιερώσεις σε κτίτορες μονών

Επιτάφιοι στίχοι για συγγενικά πρόσωπα, μοναχούς και κοσμικούς, καθώς και εγκώμια για τους ιδρυτές και τα προσκτίσματα διαφόρων μοναστικών καθιδρυμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 8 από 9

Ἐπίγραμμα εἰς τάφους Ὁ χῶρος οὗτος μνημάτων ἕρκος πέλων πότμου γενέσθω μνηματισμός σοι, φίλε. Καί γε στενάξας ἐννοήθητι τρόμῳ, ὡς μικρὸν ἤδη, καὶ παρέρχῃ τοῦ βίου, ἐκεῖ πορευθείς, οὗ μενεῖς αἰωνίως, ἐκεῖ καταστάς, ἔνθα τῶν ἔργων κρίσις· ἂν ταῦτα δέξῃ, κερδανεῖς ψυχῆς φάος.

Εἰς τὴν ἀδελφήν Οὗτος τάφος σου καὶ δρόμου παντὸς πέρας· ἔνθεν μένεις τὸν Χριστόν, ὑπαντᾷ φόβῳ. Φεῦ· πῶς, ἀδελφή, προὔλαβες κἀγὼ μένω; Ποῦ μὲν παρῴκεις, ποῦ δὲ θάπτῃ, πῶς δέ τοι; †Οὔπω φοβῆ τῶν τῇδ᾽ ἐκ τ᾽ ἐνυπνίων,† νύξ ἐστιν οὐ γάρ, ἡμέρας δ᾽ ἐκεῖ κρίσις.

Μή μοι λάθοιο, πρὸς Θεόν, δ᾽ εἴ σοι λόγος, Χριστῷ παρελθεῖν τὸν πολύστροφον βίον.

Ἐπιτάφιος εἰς κοσμικούς Ὦ πικρὲ τύμβε, συμπεραστὰ τοῦ βίου, σὺν Εὐφροσύνῃ καὶ Μαρίαν νῦν ἔχεις, νύμφην μὲν οὖσαν τῆσδε τῆς πατρικίας, τιμωμένην δὲ τῶν μεγίστων ἀξίᾳ τοῦ τὴν σπάθην ἐπ᾽ ὤμων ἐν πρώτοις φέρειν, ἐσθλὴν γυναῖκα, τ᾽ ἀνδρὶ προσφιλεστάτην, οἰκουρὸν αὖτε καὶ φιλέντολον πάνυ, ἤθει καλλίστην, εὐκλεεστάτην γένει, νεωστὶ τὸν παρόντα λείπουσαν βίον πρὸς εἰκοσιτρεῖς ἐν τρισὶ ζωῆς χρόνοις, ἥνπερ μεθῆκε Χριστὸς ἐκ φθορᾶς ἄνω, ἀλλά γε συντάξοιεν ἐν ζώντων μέρει ταύτης τὸ πνεῦμα τῶν ὅλων ὁ Δεσπότης.

Εἰς μοναστήριον ἀνδρῶν Θεοῦ πόλιν τις εἰ καλοίη τὸν τόπον, οὐκ ἂν διαπταίσειε τῆς θεωρίας· ὁρᾷς γάρ, αὐτὸν κυκλικῶς διαβλέπων, ναοὺς φαεινούς, ὡραϊσμένους ἄγαν, οἴκους ἐπ᾽ οἴκους, καλλισυνθέτους λίαν, κήπους, φυτείας, ὡς Ἐδὲμ κεκασμένους, πᾶν, εἴ τι, τούτοις τερπνοειδῶς ἐμπρέπον· ἀνθ᾽ ὧν, θεωρέ, δόξασον Θεοφρόνως μεμνημένος Λέοντος ἀξιοχρέως, τοῦ κτισματουργοῦ σὺν Θεῷ τῶν ἐνθάδε.

Εἰς τὸ δοχεῖον τῆς αὐτῆς μονῆς Μονῆς ἀγαστῆς, τῆς καλουμένης Νέας, δοχεῖόν εἰμι καὶ προαύλιον ξένον, πολλοὺς ξενίζον εἰς ἄμειψιν αἰσίαν Λέοντος ἐσθλοῦ, δεσπότου τῶν ἐνθάδε.

Εἰς τὸ αὐτό Ὧδε ξενισθεὶς δεξιᾷ προμηθείᾳ ἀντίξενον φέροιμι δῶρον ὁ ξένος, ὧν εὐποροίην τὸ κράτιστον εὖ μάλα· ὁμοῦ σὺν εὐχαῖς τούσδε τέτταρας στίχους.

Εἰς τάφους Τὸ τερπνὸν εἰδὼς καὶ σκιῶδες τοῦ βίου Λέων ἔγωγε, τῆς μονῆς ὁ συστάτης, καλὸν τέτευχα τοῖς φιληλίοις τέγος, τὸ τῇδε δῶμα τέρματος μνήμην φέρον· ἅπας γὰρ ἐσθλὸς θανάτου μεμνημένος φῶς εἰσδέχοιτο καὶ παρέρχεται σκότους.

Ἄλλο Ὦ τύμβε πικρὲ τῶν βίου γλυκυσμάτων, πάντας κατασπῶν οὐκ ἐπαρκεῖ χορτάσαι· μικρούς, μεγίστους, ὀλβίους, ἀνεστίους, σοφούς, ἀμύστους, δυσπροσώπους, εὐθέτους, ὅλους ἀλήθων τέφραν ἴσχεις ἐξ ἴσου, μηδὲν φέροντας ἢ μόνον τὰ πρακτέα, ἅπερ παραστῇ τῷ Θεοῦ κριτηρίῳ· εἰ μὲν κράτιστα, δόξα τῷ κεκτημένῳ· εἰ δ᾽ αὗ κάκιστα, φεῦ τε τῷ φαυλοπράτῃ.

Ἄνθρωπε, λοιπὸν πρόσσχες, οἷόν σοι μένει.

Ἐπίγραμμα εἰς Στέφανον Ὧδε Στέφανος ἐγκατέκλεισεν δέμας εἰκοστόπεμπτον ἐν βίῳ ζήσας χρόνον· ῥάδαμνος εὐθὺς ἀμφικαλλὴς διττόθεν, ἐξ εὐγενοῦς μὲν αἵματος διαπρέπων, ἑλὼν δὲ ῥάβδον ἐξ ἀνακτόρων κλέους, πᾶσι ποθητὸς χρηστότητι τῶν τρόπων, γυναῖκα μὴ γνούς, ἀλλὰ παρθένος μένων, ὅνπερ προμηθῶς, ἐξ ἀκανθῶν ὡς ῥόδον, τοῦ τῇδε κόσμου Χριστὸς ἐξάρας τάχει ἔχει σὺν ἄλλοις δεξιᾷ χειρὶ στέφων.

Εἰς οἰκίαν Οἶκος δέδειγμαι τερπνοειδὴς εὖ μάλα ἀνδρὸς κρατίστου καὶ πανευφήμου λίαν, ὃς καὶ νεουργεῖ τὴν ὅλην μονὴν πόθῳ Θεῷ προσοίσας λύτρον ἀνθ᾽ ἁμαρτάδων.

Εἰς κοιμηθέντα Ὧδε, προελθών, ἐντέθαπται τῷ τάφῳ Θεοφύλακτος, ὁ τρισόλβιος μέροψ, εὐνοῦχος μὲν ὤν, ἀλλὰ δεξιοῦ γένους, εὔοπτος ἥλιξ, εὐσεβής γε καὶ μάλα, ὃς πρωτοβαθρεῖ ἐν σπαθαρίων στάσει ἐν μακρότησιν ἡμερῶν ἀνακτόρων.

Τὸν τῇδε ναὸν καὶ μονὴν παναισίαν ἤγειρε τερπνῶς τῷ Θεῷ καὶ Δεσπότῃ εἰς λύτρον αὐτοῦ πταισμάτων τῶν ἐν βίῳ.

Εἰς Ἴγνας, τὴν μονήν Λέων ὁ κλεινὸς καὶ κράτιστος ἀνδράσιν τμηθεὶς συνεύνου Χριστοσυμπλόκῳ πόθῳ εἷλε μονήρους τὸν τρισόλβιον βίον, ὡς προξενοῦντα τὴν ἄνω κληρουχίαν, ὅλην προσάξας τῷ Θεῷ τὴν οἰκίαν, μονὴν γυναικῶν χρηματίζειν αἰσίαν, καὶ τερματισμῷ τοῦ Θεοκλεοῦς δρόμου † ὥδη † τέθαπται προσμένων τὴν ἡμέραν, ἐν ᾗπερ ἥξει Χριστὸς εἰς πάντων κρίσιν.

Εἰς τὴν αὐτοῦ σύμβιον Ἄννης τὸ σῆμα συμφυῶς ὧδε βλέπεις, ὡς τῷ συνεύνῳ συμφρονησάσης ἴσα, παθεῖν χωρισμὸν εἵνεκα Χριστοῦ μάλα καὶ τὸν μονήρους ἀσπάσασθαι σὺν τέκνοις βίον φαεινὸν οὐρανοκτήτου κλέους, ὅθεν γε καὐτὴ προσμένει τὴν ἐλπίδα, πρὸς Χριστὸν αὐτὸν οὐρανοδρομεῖν τότε, ὅτ᾽ ἄνπερ ἥξῃ τοῦ κρίναι βροτοὺς ὅλους.

Εἰς κοιμηθεῖσαν Ἐσθλὴ γυναικῶν ἔν τε πίστει καὶ βίῳ ἡ τῇδε θεῖσα τὸ κλεῶδες σαρκίον καὶ πνεῦμα δοῦσα τῷ Θεῷ καὶ Δεσπότῃ, ὃς εὐδόκησεν Εὐδοκίαν εἰκότως ταύτην καλεῖσθαι τῷ φερωνύμῳ τρόπῳ, ὡς εὐδοκηθεῖσάν γε παγκάλοις τρόποις, σὺν ἀνδρὶ κλεινῷ σεμνὸν ἐξοῖσαι βίον κἀν τῷ τελευτᾶν εὐοδοθεῖσαν κλίναι πρὸς πίστιν ὀρθὴν τὸν φύσαντα πατέρα.

Εἰς κοιμηθεῖσαν Εὔχρηστον ὄντως σκεῦος ἡγιασμένον ἰσοστατοῦν γε χρυσοκολλήτῳ στέφει ῥαντοῖς καλοῖσι μαργάροις ηὐγασμένῳ ἡ τῇδε θεῖσα τὸ τρισόλβιον δέμας· νέου γὰρ ἀνδρὸς ἐκτομὴν ὑποστάσα, ἥρωος ἄλλου τῷ σθένει καὶ τῷ κλέει —πρὸς Ἀρμενίας τοῖν δυοῖν ὡρμημένων—, ἄριστον ἥδε τοῦτο κέκρικεν μάλα, τὰ πάντα δοῦναι τῷ Θεῷ καὶ Δεσπότῃ, ῥακοστολεῖν δὲ τῷ μοναστικῷ τρόπῳ.

Ἴοι κράτιστα τοιγαροῦν ἐν τῷ βίῳ κόσμον φέρουσα τὴν ταπεινὴν καρδίαν, ἰσοσμάραγδον τὴν ῥοὴν τῶν δακρύων, ἄγρυπνον ὄμμα καὶ προσευχὴν ὡς φάος· ταύτῃ τελειοῖ καί γε θείως τὸν δρόμον ἀπροσπέλαστον αἱρετιζόντων πλάνῃ· διπλοῦν δὲ δῶρον τῷ Θεῷ προσηγμένη ἔχει τὸ χαίρειν σὺν δικαίοις εἰς ἅπαν.

Τῇ αὐτῇ Ὁ χῶρος ἐσθλός· καὶ γὰρ Εἰρήνης τάφος εἰρηνοποιὸν πρὸς Θεὸν σχούσης βίον.

Εἰς Διονύσιον Τάφος πέφηνα Διονυσίου μάλα, ξένου μοναστοῦ, πυκτικοῦ, κατηκόου, πολλοὺς δραμόντος ὀρθοδοξίας δρόμους καὶ μαρτύραθλον ἐξαποίσαντος τέλος.