Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἰάμβοι περὶ διαφόρων ὑποθέσεων

Θεόδωρος ὁ Στουδίτης

Επιστολικά επιγράμματα και αφιερώσεις σε πρόσωπα

Σύντομα ποιήματα και έμμετρες επιστολές προς διακόνους, γραμματικούς, μοναχούς, καθώς και εγκώμια σε ηγουμένους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 9 από 9

Εἰς εἴσοδον μοναστηρίου Ἄννης ἀπαρχὴ τῷ Θεῷ καὶ Δεσπότῃ ἡ τῇδε μάνδρα καὶ μονὴ σεβασμία ἐπωνυμοῦσα τῆς πανάγνου Παρθένου καὶ παρθένους φέρουσα νυμφιοκλέως, ἀσκητικῶς ζῆν, ἐνθέως διαπρέπειν ὑπέρ τε λύτρον τῶν ὅλων ἁμαρτάδων αὐτῆς γε ταύτης καὶ Λέοντος συζύγου, μεθ᾽ ὧν Ἰωάννου τε, φιλτάτου τέκνου.

Εἰς Θεόφιλον διάκονον Πολλὴ πρόσεστιν ἡ σεβαστή σοι χάρις, ὅτι πρὸς ἡμῶν οὐδὲν ἐσχηκυῖά τι, εἰ μὴ προσευχῶν τῶν ἁμαρτωλῶν γέρας, οὔπω πέπαυται προσφέρειν ἡμῖν δόσεις, ἅσπερ λαβόντες καὶ πάλιν φιλοφρόνως προσοίσομέν σοι τῷ φίλῳ τὰ τῶν φίλων.

Εἰς Πάμφιλον τὸν Τριμαλέθοντα Ψυχοφθόρος θὴρ Πάμφιλος δειχθεὶς νέος ἐξωστρακίσθη τῆς μονῆς τοῦ Προδρόμου.

Ἐπιστολὴ πρὸς γραμματικόν Τῇ τριστίχῳ σου χρυσομαργάρῳ φράσει σμαραγδότιμον ἀντεπεξάγω χρέος· αὐτὸς δ᾽ ἄδοις μοι μουσικοπρεπῶς πάλιν.

Ἐπίγραμμα εἰς τὸν ὅσιον πατέρα ἡμῶν Θεόδωρον [Δῶρον ἀειζώοιο Θεοῦ, μεγάλοιο ἄνακτος, ἱμερόεν, περίπυστον ἐπ᾽ εὐλαβέῃ βιότοιο, οὔνομα Θεύδωρος, ποίμνης ἡγεύμενος ἧκεν· νωλεμέως νυχίῃσι λιτῇς ἰδὲ τάξεσιν ἄλλαις ὑμνοπόλων Θεότευκτον ἀγήνορα ὦρσεν ἀοιδὴν Στουδίου, ᾗ κλῄζουσιν ἀριπρεπέ᾽ ὄλβιον οἶκον, ἱρὸν Ἰωάννοιο, Χριστοῦ Προδρόμοιο σοφοῖο, ὅν κεν ἐπ᾽ ἐσθλοῖσι πλῆσεν πλείστῃς χαρίτεσσι, στερρῇς σωφροσύνῃσι καὶ ἁγνείης φαέεσσιν.

Ἀλκιμόεντ᾽, ἀπέλεθρα παρέσχετο ἤθεα πᾶσιν νυκτινόμων παθέων αἴσχους ἀπάνευθεν ἐόντα· ἀγλαΐης φαέων δὲ ἀνάπλεα, πάμπαν ἀγητὰ τοῖσι μυϊσκομένοισι διδάγματα Θειοκέλευστα. Ὀκριόεντ᾽ ἀπόερσεν, ἀερσιπότητα δὲ εἷλεν λευγαλέου καμάτοιο, βαρυζυγέος δέ τε ἄχθους, ἴθματ᾽ ἔχειν πτερόεντα πρὸς οὐρανὸν ἀστερόεντα, ὡς ἄρα Χριστὸς ἔλεξε, βροτῶν πολύολβος ἀρωγός, ἱστίον ὀξυπόρον, περιδέξιον ἅλματι λαμπρῷ.

Τοῦδ᾽ ἄπο ἄλλος ἔηκεν, Ἀνατόλιός τις ἀμύμων, ᾧ ἔνι ναιετάεσκεν ἀγαυὸν Θεῖον ἄημα, ἱκόμενος Λυδίηθε μετ᾽ ἄλλους ἡγεμονῆας. Οὗτος ἀριφραδέως δέμας ἤραρε νῷ Θεολαμπεῖ μαστεύων Χριστοῖο φαάντατα ἴχνια φαιδρά, οἷα Θεοῖο λάτρις πράξει βιότητί τ᾽ ἀρίστῃ, πᾶσιν ἐπ᾽ εὐλαβέῃ διαπρύσιος οἷος ὁ πρῶτος· ἀτρεκείην κραδίῃφι σὺν ἁγνείῃ φορέεσκε τρισσοφαοῦς Θεότητος ἐὼν πολύαινος ἐραστής, ῥωμαλέως τελέθων περ ἀγακλέα πᾶσαν ἐφετμὴν ἴχνια παντοδαπῶν χαρίτων Θεοειδέος ὄλβου, δῶρον ἔχων ἀρετάς, περικαλλέα εἵματα λαμπρά, ἰσοφαῆ φύτλης Θεοειδέος οὐρανίοιο.]