Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κανὼν εἰς κοιμηθέντα μοναχόν

Θεόδωρος ὁ Στουδίτης

Ωδές ζ΄ έως θ΄

Οι τελικές ωδές του κανόνα, με εσχατολογικές αναφορές στη μέλλουσα κρίση και παράκληση για τη συμμετοχή του μοναχού στη χορεία των οσίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 3 από 3

Αἰφνίδιον ἐν τῷ ἔρχεσθαι ὡς νυμφίον σε ἐκ τῶν οὐρανῶν τότε μετὰ φαιδρᾶς τῆς λαμπάδος ὑπαντῆσαί σοι τὸν σὸν δοῦλον ἀξίωσον καὶ εἰς τὸν ἀχειρότευκτον νυμφῶνά σου, Χριστέ, εἰσάγαγε. Ἐκ σοῦ τὸ πρὶν δι’ ἀπείθειαν ἀπωκίσθη παραδείσου Ἀδάμ· τούτου, Σωτήρ, οἰκήτορα δεῖξον τὸν ἐμμείναντα μέχρι τέλους τῇ ὑποταγῇ, ὅτι ἐν αὐτῇ θεραπεύσας σε ἐδρέψατο ὑπακοῆς τοὺς καρπούς. τριαδ. Τὰ τρία ἓν οὐσιότητι καὶ τὸ ἓν προσώποις τρία ὑμνῶ· ταῦτα Πατήρ, Υἱὸς καὶ τὸ Πνεῦμα, μία δύναμις βουλὴ καὶ ἐνέργεια, εἷς Θεὸς ὁ τρισάγιος, βασίλειον ἓν μοναρχικώτατον. θεοτ. Προέρχεται ὡραιότατος ἐκ θαλάμου τῆς γαστρός σου Χριστὸς ὥσπερ ἀνάκτωρ ἠμφιεσμένος θεοΰφαντον ἁλουργίδα, βαφῆς μυστικῆς τῶν πανάγνων αἱμάτων σου, ἀνύμφευτε, καὶ βασιλεύει τῆς γῆς. ᾠδὴ ηʹ. Ὃν στρατιαὶ οὐρανῶν δοξάζουσι Τῆς ἐν σαρκὶ παροικίας, Κύριε, ὁ μεταστὰς ἐξελθών, εὕροι τὴν ἐν σοὶ ἄληκτον κατοικίαν, ἐν ᾗ ἀγαλλιῶνται πνεύματα δικαίων καὶ πᾶς χορὸς ὁ τῶν ἁγίων.

Τὸν ἑαυτὸν νεκρὸν ἐργασάμενον ἄθλοις τῆς ὑποταγῆς, Δέσποτα Χριστέ, ζώοσον ἀθανάτως, τοῦ βίου μεταστάντα δεῖξον τῶν ἁγίων ὁμόσκηνον εἰς τοὺς αἰῶνας. Οὗ ἡ τρυφὴ καὶ ἡ ἀγαλλίασις τῆς ἀνωδύνου ζωῆς, ἐν τοῖς οὐρανοῖς σκήνωσον ὃν μετέθου ὡς τῶν πενθούντων σχῆμα τοῦ μονήρους βίου, Σωτὴρ ἡμῶν, ἠμφιεσμένον. τριαδ. Ἕνα Θεὸν κατ’ οὐσίαν σέβομαι, τρεῖς ὑποστάσεις ὑμνῶ διοριστικῶς ἄλλας ἀλλ’ οὐκ ἀλλοΐας ἐπεὶ θεότης μία ἐν τρισὶν προσώποις· καὶ γὰρ Πατήρ, Υἱὸς καὶ Πνεῦμα. θεοτ. Ἐκ φωτεινῆς προελθὼν νηδύος σου, ὡς νυμφίος ἐκ παστοῦ, ἔλαμψεν Χριστὸς φῶς τοῖς ἐν σκότει μέγα· καὶ γὰρ δικαιοσύνης ἥλιος ἀστράψας ἐφώτισεν, ἁγνή, τὸν κόσμον. ᾠδὴ θʹ. Ἀσπόρου συλλήψεως Ἡ ζωὴ τοῦ δούλου σου ἔδυσεν ὡς ὁ ἥλιος, ἀλλ’ εἰς ἡμέραν ἀνέσπερον, Κύριε, καὶ τοῦτον ἀνάστησον τοῦ μέλλοντος αἰῶνος· ἐν σοὶ τὸ ἀδιάδοχον φῶς καταλάμπει ἀπεράντως καὶ φωτίζει τοὺς ἁγίους σου.

Στολὴν δόξης, Κύριε, καὶ στέφανον καυχήσεως τὸν μεταστάντα ἀξίωσον δέξασθαι τὸν δρόμον τελέσαντα πιστῶς τε καὶ ἀνδρείως τῆς ἀθληφόρου ὑπακοῆς, πρὸ προσώπου σου χορεύειν ἐν τῷ κλήρῳ τῶν ὁσίων σου. Ὁ πάσας ἐξετάζων καρδίας, μόνε Κύριε, καὶ πᾶν γινώσκων ἀνθρώπου ἐνθύμημα εἰς κρίσιν μὴ εἰσέλθῃς, μεθ’ οὗπερ προσελάβου· οὐχ ὑποστήσεται γάρ τις ἐὰν ἡμῶν παρατηρήσῃς τὰ ἀνομήματα τῶν πράξεων. τριαδ. Μόνου μονογεννῆτορ μονογενοῦς Υἱοῦ Πατήρ, καὶ μόνε μόνου φῶς φωτός, ἀπαύγασμα, καὶ μόνον μόνως, μόνου Θεοῦ ἅγιον Πνεῦμα Κυρίου, Κύριον ὄντως ὄν, ὦ Τριὰς Μονὰς ἁγία, σῶσόν με θεολογοῦντά σε. θεοτ. Τὸ θαῦμα τοῦ τόκου σου ἐκπλήττει με, πανάχραντε· πῶς συλλαμβάνεις ἀσπόρως τὸν ἄληπτον; εἰπὲ πῶς παρθενεύεις γεννήσασα ὡς μήτηρ; τὸ ὑπὲρ φύσιν πίστει λαβών, τὸ τικτόμενον προσκύνει· ὅσα θέλει γὰρ καὶ δύναται.