Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κανὼν εἰς κοιμηθέντα μοναχόν

Θεόδωρος ὁ Στουδίτης

Ωδές α΄ έως γ΄

Οι πρώτες ωδές του αναπαύσιμου κανόνα, με ικεσίες για την ανταμοιβή των ασκητικών αγώνων και της υπακοής του κεκοιμημένου μοναχού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 1 από 3

Ἕτερος κανὼν ἀναπαύσιμος εἰς μοναχόν Ποίημα Στουδίτου Ἦχος πλ. βʹ. ᾠδὴ αʹ. Βοηθὸς καὶ σκεπαστὴς Τῆς ζωῆς τῷ ἀρχηγῷ καὶ τοῦ θανάτου τῷ καθαιρέτῃ ᾄσωμεν ᾠδὴν νῦν ἱκέσιον, τοῦ κεκοιμημένου ἀδελφοῦ ἡμῶν πιστῶς τελοῦντες ἐπιτάφιον.

Ὃν ἐκάλεσας, Χριστέ, ἐν τῇ ἀρνήσει παντὸς τοῦ κόσμου ἆραι τὸν σταυρὸν ἐπὶ ὤμων αὐτοῦ καὶ ἀκολουθεῖν σοι μεταστάντα ἐξ ἡμῶν, ἀχώριστόν σου ποίησον. Τῷ ἐν κοινοβιακῷ σταδίῳ πόθῳ σου εἰσελθόντι καὶ ἀσκητικῶς ἐναθλήσαντι στεφάνους παράσχου ἀφθαρσίας, ὦ Θεός, ἐν καιρῷ ἀνταμείψεως.

Παρρησίαν πρὸς Θεὸν εὑρὼν ἐξ ἄθλων ὑποταγῆς σου, τὰς ὑπὲρ ἡμῶν ἐκτενεῖς προσευχὰς μὴ παύσῃ ποιεῖσθαι, ἀδελφὲ ἀγαπητέ, ἵνα περισῳζώμεθα. τριαδ. Τρισυπόστατε Μονάς, ἀρχικωτάτη, κυρία πάντων, τελεταρχική, ὑπεράρχιε, αὐτὴ ἡμᾶς σῶσον, ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ Πνεῦμα τὸ πανάγιον. θεοτ. Τίς ἐγέννησεν υἱὸν τὸν μὴ σπαρέντα πατρῴῳ νόμῳ;

Τοῦτον οὖν γεννᾷ ὁ Πατὴρ πλὴν μητρός· παράδοξον τέρας, σὺ γὰρ ἔτεκες, ἁγνή, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον. ᾠδὴ βʹ. Ὅτι ὄνομα Κυρίου ἐκάλεσα μεγαλωσύνην αὐτῷ <δώσομεν> Ἐν φωτὶ τοῦ σοῦ προσώπου εὐφραίνεσθαι τὸν σὸν δοῦλον ἀξίωσον, Κύριε.

Ἔνθα πάντων τῶν ἁγίων ἡ οἴκησις τὸν σὸν δοῦλον κατάταξον, Κύριε. εἱρμὸς ἄλλος· Ἴδετε, ἴδετε ὅτι ἐγώ εἰμι Θεός, ὁ μάννα ἐπομβρήσας καὶ τὸ ὕδωρ <ἐκ πέτρας πηγάσας> Ἴδετε, ἴδετε ὅτι ἐγώ εἰμι Θεός, ὁ ζωῶν πᾶσαν σάρκα καὶ πάλιν ἀποκτείνων τῶν ὅρον τέλους δεχομένων ἐφ’ ἑκάστῳ ὃν ἔταξα ζωῆς πρὸ τῶν αἰώνων θαυμαστόν.

Ὃν ἐκ τῆς θαλάσσης τοῦ βίου ἔλαβες, Χριστέ, εἰς εὔδιον λιμένα, εὐόδωσον προφθάσαι ζωῆς ἀλήκτου, ὡς φυγόντα τὰς τοῦ κόσμου στροφὰς καὶ ταραχὰς διὰ τὸν πόθον σου, Σωτήρ. Ἵλεως, ἵλεως γενοῦ τῷ δούλῳ σου, Σωτήρ, ἐν οἷς παρεξετράπη τῆς εὐθείας ὁδοῦ σου τὸν ἐν ἀσκήσει ἐκτελοῦντα θεῖον δρόμον καὶ δώρησαι αὐτῷ ἔπαθλα δόξης οὐρανῶν. τριαδ. Ἄρχεις πρὸ ἀνάρχου ὡς ἐξ ἀχρόνου ὁ Πατὴρ καὶ ὁ Υἱὸς συνάρχεις, συνδεσπόζεις τὸ Πνεῦμα· ἰσοβασίλειον τὸ κράτος σου ὑμνοῦμεν, τρισήλιε Μονὰς καὶ ὑπερούσιε Τριάς. θεοτ. Τίκτεις ὑπὲρ φύσιν καὶ γαλουχεῖς μητροπρεπῶς τὸν ἄχρονον ἐν χρόνῳ, τὸν ἄσαρκον ἐνσάρκως παιδίον νέον τὸν τοῦ Πατρὸς ζῶντα Λόγον· διὸ οἱ γηγενεῖς μακαριοῦμέν σε, ἁγνή. ᾠδὴ γʹ. Ἐπλατύνθη ἐπ’ ἐχθρούς μου τὸ στόμα <μου> Τὸν τοῦ κόσμου τῇ ἀρνήσει μονάσαντα μετὰ τῶν ἐκλεκτῶν σου, πανοικτίρμων, κατασκήνωσον.

Τῆς ἀλήκτου τῶν ἁγίων σου, Κύριε, ἀξίωσον χορείας ὃν μετέθου τοῦ χοροῦ ἡμῶν. Ὃν ὡς θρέμμα ἐκ τῆς μάνδρας τῶν δούλων σου, ποιμὴν ἀγαθέ, ᾖρας, ἕνα δεῖξον τῶν προβάτων σου. Ἀπολαῦσαι τῆς χαρᾶς τοῦ νυμφῶνός σου εὐδόκησον, οἰκτίρμων, τὸν ἁγνείᾳ ἐκβιώσαντα. τριαδ. Μίαν φύσιν ἐν τρισὶν τὴν θεότητα ὑμνήσωμεν προσώποις σὺν Πατρί, Υἱῷ καὶ Πνεύματι. θεοτ. Ἡ γαστήρ σου οὐρανοῦ μείζων γέγονε τὸν ἥλιον τῆς δόξης ἀνατείλασα τῷ κόσμῳ, ἁγνή. ᾠδὴ δʹ. Ἀκήκοεν ὁ προφήτης τὴν ἔλευσίν σου, Κύριε, καὶ ἐφοβήθη Φωνῆς ἀγαλλιωμένων καὶ ἤχου ἑορταζόντων πάντων ἁγίων κοινωνὸν τὸν δοῦλόν σου ἀνάδειξον ἐν τῇ παρουσίᾳ σου, ὡς ψάλλοντα· «ἀκήκοα τὴν ἀκοήν σου <καὶ ἐφοβήθην· δόξα τῇ δυνάμει σου>».