Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχήσεις μεγάλαι

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΛΣΤ΄-Μ΄: Ο πνευματικός εξοπλισμός και η αποταγή του κόσμου

Οδηγίες για τον ενδεδειγμένο πνευματικό εξοπλισμό έναντι των δαιμονικών φαντασιώσεων και προσβολών, καθώς και για την τέλεια αποξένωση από τα κοσμικά φρονήματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 8 από 22

ΛΟΓΟΣ ΛϚʹ. Μὴ τὰ παρόντα, τὰ δὲ μέλλοντα θέλειν. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΤΕΚΝΑ ΚΑΙ ΑΔΕΛΦΟΙ, Ἐμοὶ χρέος ἐστιν εἴπερ τι ἄλλα, προσφέρειν ὑμῖν τὸν τῆς ταπεινώσεώς μου λόγον· καὶ τοῦτο ποιῶν οὐκ ἀφέξομαι· πάντως δὲ ὅτι ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν, καὶ τῷ συνεχεῖ τῆς ὑπομνήσεως ἀνανήψομεν, εἴπερ προσέχομεν, ὅτι δεῖ ἡμᾶς ἀναλῦσαι εἰς τὴν γὴν, ἐξ ἧς ἔφυμεν· μᾶλλον δὲ χρὴ ἐνδημῆσαι πρὸς Κύριον. Ἐπιγνῶμεν οὖν λοιπὸν τίς ὁ βίος ἡμῶν, ᾧπερ λειτουργοῦμεν ἐν τῇ σαρκὶ ταύτῃ, καὶ τί τὸ πέρας τοῦ μυστηρίου τῆς διαλέξεως ἡμῶν. Ταῦτα εἰς νοῦν λαβόντες σπουδαῖοι γενώμεθα πρὸς τὰς ἐντολὰς τοῦ θεοῦ, καὶ κατεργάζεσθαι τὴν σωτηρίαν τῶν τιμίων ἡμῶν ψυχῶν μὴ παυσώμεθα.

Ἴδε οὖν ἐν ποίοις ἔτεσιν ἐφθάσαμεν, καὶ ἐν οἵαις ἡμέραις κατελείφθημεν. Φανῶμεν τοίνυν ἐν τῇ γενεᾷ ταύτῃ τῇ ὀλιγώρῳ ὀνομαστοὶ διὰ τοῦ θεολήπτου βίου· ὥσπερ ἐν τοῖς πάλαι χρόνοις οἳ πατέρες ἡμῶν ἤνθησαν τὸ τηνικάδε, ὥσπερ κρίνα τοῦ ἀγροῦ, καὶ ὡς παράδεισος εὐθαλὴς τῷ τοῦ Πνεύματος ὕδατι ἀρδευόμενοι· καρποφοροῦντες τὰς ἀρετὰς, φίλοι κυρίου ἀνηγορεύθησαν, τὸ θεῖον τεθεραπεύκασι τῇ πράξει καθαιρούμενοι, τῇ θεωρίᾳ ἀνυψούμενοι, οὐρανὸν ἐκέκτηντο τὴν πάροικον γῆν, ἀγγέλους συνεχωρίαζον, καὶ θεῷ συνῳκίζοντο.

Τίς οὖν ἄρτι βαδιεῖται; τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου, ὡς γέγραπται; τίς ὑψωθήσεται ὡσεὶ κέδρος ἐν τῷ Λιβάνῳ; Τίς λάβῃ πτέρυγας ὡσεὶ περιστερᾶς περιηργυρωμένας τῷ πνεύματι, καὶ καταπαύσῃ εἰς ὕψος τελειότητος; Τίς ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνην; Τίς συνήσας ταῦτα σοφὸς κληθήσεται; Διὰ τοῦτο κοινῇ βουλῇ, κοινῇ παραινέσει ἐξ ὑμῶν ἐγὼ, ἐξ ἐμοῦ αὐτοὶ λάβετε, μετάδοτε, ἀντίσχετε, μὴ ἀπολειφθῶμεν, μὴ κληθῶμεν γενεὰ σκολιὰ καὶ παραπικραίνουσα, γενεὰ ἥ τις οὐ κατεύθυνε τὴν καρδίαν ἑαυτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ θεοῦ τὸ πνεῦμα αὐτῆς· τοὐναντίον δὲ γενεὰ εὐθέων, γενεὰ εὐλογημένη. Δείξωμεν καὶ ἡμῶν τὰ τῆς ἀρετῆς ἔπαθλα· ὁδεύσωμεν τὴν τῶν πατέρων ἡμῶν ἁγίαν ὁδόν. Ἐπὶ τὰς ἀτραποὺς ἐκείνων πορευσώμεθα· τὰ μίλια τούτων καταμετρήσωμεν· τοὺς βίους αὐτῶν ἰχνηλατήσωμεν· τὰ ἔργα αὐτῶν παραζηλώσωμεν· τοὺς τρόπους αὐτῶν ἐκμιμησώμεθα ὀλιγωστῶς πῶς καὶ μικροπρεπῶς. Ἀρκετὸν τῷ μαθητῇ μιμήματα φέρειν τοῦ διδασκάλου· ἐκεῖνοι ζωγράφοι τῆς θεοειδοῦς εἰκόνος, τῶν ἀρετῶν ἐπιστήμονες, ἡμεῖς κἂν σκιαγραφήσωμεν· ξένοι ἐκεῖνοι, ξενωπαθῶμεν καὶ ἡμεῖς· πατρὶς ἐκείνων οὐρανὸς καὶ ἡ ἡμῶν ἡ ἄνω Ἱερουσαλὴμ· κτῆσις αἱ ἐντολαὶ τοῦ κυρίου, τοῦτο καὶ ἡμεῖς αἱρησόμεθα· οὐκ ἐδόθησαν ἐκεῖνοι τῷ σαρκικῷ φίλτρῳ, οὐκ ἐτέρφθησαν ταῖς ἡδέσι τοῦ παρόντος αἰῶνος, ταυτοπαθήσωμεν καὶ ἡμεῖς.

Πάντες μὲν οὖν οἱ ἐν ταύταις ταῖς ἡμέραις ἅγιοι καὶ δίκαιοι· οὕτω γὰρ λέγειν ἀσφαλὲς· ἀλλ’ ἡμεῖς γε, ὡς εἴρηται, ἐπιμοχθήσωμεν ἵνα ὡς ἐν τοῖς ἄνω χρόνοις, ὁ τίς καὶ τίς εἰς θαυμασμὸν βίου ἀνακηρυττόμενος διεδείκνυτο.

Οὕτω κᾀνταῦθα τὸ ἡμῶν ὄνομα ταῖς μετέπειτα γενεαῖς εἰς ζῆλον ἀγαθὸν διαγνωρισθείη. Καὶ τί τούτου μακαριώτερον; καὶ τί τούτου τερπνότερον; Ἐὰν θέλητε, οὐδὲν τὸ κωλύον ἀναγράπτους ὑμᾶς γενέσθαι κατὰ τὸν βίον. Ὁ τότε θεὸς καὶ νῦν πάρεστι, οὐ πεπαλαιώταται τὸ εὐαγγέλιον, οὐδὲ ἠλλοίωνται αἱ ἐντολαὶ, οὐδὲ ὁ χρόνος μεταπεποίηται.

Ὁ τότε προνοῶν καὶ νῦν προμηθεύεται· ὁ τότε λάμπων, καὶ νῦν φρυκτωρεῖ. Νὺξ καὶ ἡμέρα, θέρος καὶ ἔαρ ἐκεῖσε, καὶ ἄρτι, μὴ τί ἄλλο; Οὗτος ὁ θεὸς ἡμῶν ὁ ἀναλλοίωτος, ὁ ἄτρεπτος, ὁ ἀεὶ ὡσαύτως ὢν ὡς τὸ ἀπαρχῆς καὶ τανῦν συντηρῶν ἅπαν τὸ πλάσμα αὐτοῦ· ὁ τὴν αὐτὴν ἀκτῖνα τῆς ἀγάπης ἀνατέλλων πάντοτε ἐπὶ πάντας ἀνθρώπους, ὁ μὴ θέλων τοῦ ἁμαρτωλοῦ τὸν θάνατον μέχρις αἰῶνας.

Ἡ ἀνωμαλία δὲ καὶ ἡ ἀλλοίωσις τῶν πραγμάτων προαιρετικὴ, τέκνα, καὶ θεληματική. Ἐπεὶ τί κεκώλυκε καὶ νῦν πατρικῷ ζήλῳ τὸν κιονίτην ἀσκεῖν καὶ τὴν ὁσίαν χωστὴν βιοτεύειν; Καὶ οὔπω μοι καιρὸς καταλέγειν καὶ ἑτέρων βίους· δεῖ καὶ ἡμᾶς κοινοβιακῶς ζῶντας κατὰ τοῦτο ἐκλάμψαι, ἵνα σὺν τοῖς ἄλλοις καὶ ἡμεῖς τὸν καθ’ ἡμᾶς βίον ἐνδειξώμεθα ἰσοπάτριον. Ἔσται δὲ τοῦτο ἐάνπερ βιασώμεθα ἐπὶ πλέον πάσῃ φυλακῇ τηροῦντες τὰς ἑαυτῶν καρδίας, καὶ ἐπὶ πᾶσι τὸ εὐπειθὲς φυλάττοντες καὶ τὸ ζητητικὸν καὶ ἐρευνητικὸν ἐφιέμενοι τῆς ἐν μηδεμίᾳ ἐντολῇ τοῦ κυρίου καταπτώσεως ἡμῶν. Οὕτως ἐλπίζω καὶ οὕτως ἀποκαραδοκῶν ὁ τυφλὸς, ὁ ἄσωτος, ὁ μηδὲν ἀγαθὸν ἔχων, ἀλλ’ ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα Κύριος βεβαιώσειεν ὑμᾶς, στηρίξειεν, ἑδραιώσειεν, προθυμοποιήσειεν εἰς καύχημα ἡμῶν, εἰς ἔπαινον, εἰς δόξαν θεοῦ καὶ εὐχαριστίαν νῦν τε, καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΑΖʹ. Μὴ δεῖν ἀθυμεῖν προσβολαῖς τῶν δαιμόνων. ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Ἀναγκαῖόν ἐστι πάντοτε τὸν παρακλητικὸν ὑμῖν λόγον προσφέρειν κάμνουσι καὶ κοπιῶσιν εἰς τὸ τοῦ θεοῦ ἔργον διὰ τῆς μακαριστῆς ταύτης καὶ πολυάθλου ὑπακοῆς.

Καὶ εἰ μὲν ὁ ἀγὼν ἡμῶν καὶ ὁ πρὸς τὰς μεθοδείας τοῦ ἀντικειμένου πόλεμος διεκόπτετο κατά τινα ὡρισμένον χρόνον, διεκοπτόμην ἂν κἀγὼ τῆς παρακλήσεως· ἐπεὶ δὲ ἀένναός τις ἐστὶ καὶ ἀδιάκοπος, μήτε ἡμέρᾳ μήτε νυκτὶ καταλήγων, εἰκότως ἂν, ὀφείλω τὸ ἰσόμετρον συνεισφέρειν ὑμῖν, τὴν παρηγορίαν, τὴν προθυμίαν, τὴν εὐελπιστίαν ἐπιδιδοὺς ὅπλα, δύναμιν, συμμαχίαν, ἐμπειρίαν, πρὸς καθαίρεσιν τῶν ἀοράτων ὀχυρωμάτων. Δεῖ δὲ τὸν στρατιώτην, ὡς ἴστε, τὰ στρατιωτικὰ πράττειν, καὶ τὰ τῷ ἐπιτηδεύματι ἀνήκοντα πάντα αἱρεῖσθαι ἀπαραλείπτως· διὰ τοῦτο ὑμεῖς οἱ ἀληθινοὶ στρατιῶται τοῦ Χριστοῦ, βλέπετε οἷα καὶ τίνα τὰ ὅπλα ὑμῶν· εἴγε εἱσέκαστος ὑμῶν ἔχει τὴν ῥομφαίαν τῆς ὑπακοῆς, τὸν θώρακα τῆς πίστεως, τὴν περικεφαλαίαν τοῦ σωτηρίου, τὴν ἀσπίδα τῆς ταπεινοφροσύνης, τὸ τόξον τῆς προσευχῆς, τὸ κράνος τῆς ἐλπίδος, καὶ εἴ τι οὖν ἄλλο ἐπιβάλλει καὶ καθήκει, ἵνα μὴ λεπτολογῶμεν ἕκαστον. Οὐχ οὕτως ὡραῖον καὶ ἐκπλήξεως ἄξιον ἰδεῖν τὸν σαρκικῶς στρατευόμενον ὡπλισμένον ὡς τὸν τοῦ Χριστοῦ στρατιώτην ἔχοντα τὰ προειρημένα;

Διὰ τοῦτο λοιπὸν, τέκνα μου, καὶ ὁπλίζεσθε καὶ φράττεσθε καὶ συνάλλεσθε καὶ πολεμεῖτε καὶ νικᾶτε τὸν πολεμοῦντα ὑμᾶς διάβολον, καὶ μὴ ξενίζεσθε ἐν τοῖς συμβαίνουσιν, ἢ ὅτι καταπλήττεσθε, ἢ ὅτι κατακεντεῖσθε, ἢ ὅτι ὑποσκελίζεσθε εἴπερ θᾶττον ἀνίστασθε.

Τινὲς ἀπεχθάνεσθε καὶ ξενοπαθεῖτε καὶ τυχὸν ἀπογινώσκετε, ὅτι τυραννεῖ ἢ ἐσχρότης, ἢ ἔχθρα, ἢ βλασφημία, ἢ βασκανία, ἢ μεταβασία, ἤ τι τῶν τοιούτων. Ἐγὼ δὲ ἀντιπανθάνω καὶ ἀποθαυμάζω εἰς τοὺς τοιούτους.

Εἰπὲ γάρ μοι, ἀδελφὲ, ἀλλ’ οὕτως ἀκαμάτως καὶ ἀταλαιπωρήτως καὶ ἀνικήτως βούλει λαβεῖν τοὺς στεφάνους σου; Ἀλλ’ ὅτι φησὶν, ἔχω τόσα καὶ τόσα ἔτη, καὶ ἐξηγόρευσα πόσα καὶ πλειστάκις καὶ ἐνεδειξάμην τὸ καὶ τὸ, καὶ ὑπερηυξάμην μετὰ δακρύων καὶ στεναγμῶν οὐκ ὀλίγων, καὶ ἐχρησάμην καὶ ἀδελφοῖς συνεπαμύνουσί μου τῇ ἀσθενίᾳ.

Βαβαὶ τῆς σοφίας, πόσα ὦ οὗτος λέγεις ἔτη ἔχειν ἐν τῷ πολέμῳ, τρία, πέντε, δέκα, πρός; Ἀλλ’ ἡ μακαρία ἀμμὰ Σάῤῥα τεσσαράκοντα ἔτη κραταιῶς πολεμουμένη τῷ τῆς πορνείας δαίμονι, ὑπήνεγκε γενναιότατα. Ἐῶ λέγειν τὸν γέροντα Παχὼν, καὶ τὸν ἑαυτὸν ἐν τῇ ἐκκλησίᾳ ἀπογυμνώσαντα, καὶ τὸν ὑπὸ τοῦ ἀββᾶ Ἀπολλῷ στηριχθέντα. Καὶ τί δεῖ μοι λέγειν τὰ ἀμέτρητα παραδείγματα, καὶ μεθ’ οἵων ἀγώνων καὶ κατορθωμάτων, ἐπίστασθε οἱ ἀναγινώσκοντες. Οὐχ ὅλοις δὲ ἐννέα ἔτεσιν ὀχλούμενοι οἱ δύο ἀδελφοὶ πρὸς τὴν μετάστασιν καὶ δεσμοῦντες αὐτῶν τὰ μηλωτάρια διῆλθον πλανῶντες τὸν πλάνον διάβολον, καὶ ἄλλος πεντηκοστὸν ἔτος ἔχων πρὸς αὐτὸ τοῦτο μαχόμενος, καὶ ἄλλος ἄλλως, καὶ ἕτερος ἑτέρως, καὶ οὐδαμοῦ ὁ παρακακισμὸς, οὐδαμοῦ ἡ ὀλιγώρησις, οὐδαμοῦ ἡ ἀνανδρία, μέχρις ἂν ἐδυναμώθησαν ἐν ταῖς ἀσθενείαις αὐτῶν τῇ ἄνωθεν ῥοπῇ ἐκκλίνοντες τὰς παρεμβολὰς τῶν ἐναντίων. Ἡμεῖς δὲ ὀλιγόψυχοι τὰ ὀλίγωρα καὶ ἀπαίδευτα καὶ φθεγγόμεθα καὶ διαπραττόμεθα. Ἀλλὰ διὰ τοῦτο ὑπομιμνήσκω, ἵνα ἀναφέρωμεν ἀπὸ τῆς συμπτώσεως, καὶ στήκωμεν ἑδραῖοι καὶ ἀμετακίνητοι τῇ ἐπὶ θεὸν πεποιθήσει, ψάλλοντες εἷς ἕκαστος·

Ἐὰν παρατάξηται ἐπ’ ἐμὲ πόλεμος, οὐ φοβηθήσεται ἡ καρδία μου· ἑὰν ἐπαναστῇ ἐπ’ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. Μήτε οὖν ἀπὸ τῶν τοιούτων πτοεῖσθε· μήτ’ αὖ ἀπὸ τῶν δειμάτων καὶ φοβήτρων, ὡς ἐπέρχεται κατὰ φαντασίαν ἐν νυκτὶ ὁ δαίμων δεικνὺς ταῦτα καὶ ἐκεῖνα, μετασχηματιζόμενος καὶ ἀλλοιούμενός ἐστιν· ὅτε καὶ φωνοβολῶν καὶ ὀνοματίζων ἕωλός ἐστι καὶ ἀνίσχυρος· ἦ γὰρ ἂν ἐπάταξε τοὺς πάντας ἄρδην, λέοντος εἶδος προβάλλει. Ἀλλὰ σὺ θαρσαλέως κέντησον αὐτὸν τῇ ἀδειλίᾳ, καὶ ἔσωθεν εὑρήσεις αὐτὸν ἀχύρων πεπληρωμένον· ὑψηλὸς φαίνεται, ἰσοστεγῆς καὶ μέλας. Προβαλοῦ τὴν εὐχὴν, καὶ ὡς ὁ μέγας Ἀντώνιος ἴδῃς αὐτὸν ἀπολήγοντα καὶ πιθηκιοῦντα, κἂν κατασείῃ τὸν νοῦν ὡς ἤδη ἐρχόμενος καὶ ἐπιπεσούμενός σε· ἢ καὶ συγκατασπάσων κατὰ σοῦ τὴν οἰκίαν, μὴ δειλανθῇς καὶ ἴσα ὀνείρῳ παρατρέχει. Ἐκ τοῦ δὲ φοβεῖσθαι ὑμᾶς, οὗ οὐκ ἔστι φόβος, καὶ ἀγωνιᾷν, οὗ οὐκ ἔστιν ἀγὼν, ταῦτα συμβαίνει τοῖς πανθάνουσι.

Προσέχετε λοιπὸν τέκνα, καὶ μὴ πτύρεσθε ἐν τοῖς ἀπτύρτοις· πτυρέσθω δὲ μᾶλλον ὁ πάμπτυρτος ὑφ’ ὑμῶν διὰ τῆς ἐπὶ θεὸν ἐλπίδος καὶ εὐχῆς. Πρὸς τούτοις καλὸν καὶ τοῦτο ὑπομνῆσαι ἵνα μὴ φαρισαΐζωσι τινὲς ὑπὸ τὸ οὐαὶ πίπτοντες, ἐν τῷ ζητεῖν τὰς πρωτοκλισίας καὶ πρωτοκαθεδρίας. Ὁ γὰρ θέλων πρῶτος εἶναι ἐν ὑμῖν, ἔστω πάντων διάκονος, ὡς ὁ Κύριος εἴρηκεν. Ὑψοῦσθε οὖν ἐν τῇ ταπεινώσει μᾶλλον· πρωτεύετε ἐν τῷ ἐσχατιάζειν τῇ προθέσει· καὶ περὶ τοῦ ἔξω, ὡς ἂν συμβάλῃ, δέχεσθε. Ἐγὼ δὲ θαυμάζω, πῶς τινές καὶ τὰ πρῶτα φιλοῦσι, καὶ τῶν πρώτων τὴν ἀρετὴν οὐ μεταδιώκουσιν. Ἀνεκκλησίαστοί τινες ὄντες ὑπνιάριοί τε καὶ γογγυστάριοι.

Δεῖ δὲ εἴπερ καὶ ἐφίενται τῶν πρωτείων· ἵνα καὶ τῶν προεχόντων τὰ ἔργα ἀναλαμβάνωσι· ἐπεὶ πολὺ τὸ αἰσχρὸν ἔχει τὸ πρᾶγμα. Πάντας οὖν Κύριος ὁ θεὸς εὐχαῖς τῶν πατέρων, καὶ στηρίζοι, καὶ συμβιβάσοι, μὴ μόνον ἀκούειν, ἀλλὰ καὶ εἰς ἔργον προάγειν πᾶν τὸ λεγόμενον ἀξιώσειεν· ὅτι αὐτῷ πρέπει πᾶσα, δόξα, τιμὴ, κράτος, προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΛΗʹ. Τῆς ὑποταγῆς μεῖζον οὐδὲν ἐν βίῳ. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Δόξα δόξα τῷ ἀφορίσαντι ἡμᾶς ἐκ κοιλίας μητρὸς ἡμῶν εἰς τὸ ἱερὸν ἐπάγγελμα τοῦτο. Χάρις κυρίῳ τῷ καλέσαντι ἡμᾶς εἰς τὸ θαυμαστὸν καὶ μακάριον τῆς μοναδικῆς πολιτείας τρόπον. Ἡμῖν ὡς ἀληθῶς δέδοται, εἰ καὶ τολμηρὸν εἰπεῖν, ἀλλ’ οὐκ ἀπὸ σκοποῦ, τοῦ γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν μᾶλλον ὑπὲρ τοὺς κατὰ κόσμον.

Ὅτι βλέποντες οὐ βλέπουσι, οἱ πολλοὶ αὐτῶν, ὥς ἐστι τὰ πράγματα. Τί γὰρ, καὶ οἷα τὰ ἐκείνων; Μακαριοῦνται πλοῦτον, τὴν παραυτίκα δόξαν. Χαίρουσι τρυφαῖς καὶ ἀπολαύσεσι· γάννυνται μύροις καὶ οἰνοφλυγίαις, μαλακοῖς τε ἱματίοις καὶ ἵππων ἀγέλαις, ἀνδραπόδων τε πλήθεσι καὶ γαιῶν πολλῶν κατασχέσεσιν, οἰκημάτων κάλλεσι καὶ λίθων διαφανῶν ἀγλαΐσμασι, καὶ τῇ λοιπῇ ποικιλίᾳ τῇ ματαίᾳ. Γελῶσι, πηδῶσι, σκιρτῶσιν ὡς ἔριφοι, καὶ κορέννυνται καὶ λιπαίνονται, ὡς ἕτοιμοι σύες πρὸς σφαγήν. Καὶ μή τι εἴπωμεν τὸν ἄλλον ἐσμὸν τῶν παθῶν· παρατρέχει γὰρ ὁ λόγος τὰ ἐξ αὐτῶν τικτόμενα τῆς ἁμαρτίας ἔγγονα καὶ ἀποτελέσματα· καὶ ταῦτα αὐτοῖς τῶν ἐπαινουμένων τὰ αὐχήματα καὶ ἀγαλλιάματα.

Ἀλλ’ οὐ γὰρ τοῖς σταυρώσασι τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις αὐτῶν, οἷοι ἐστὲ καὶ ὑμεῖς, οἱ τῷ κυρίῳ Ἰησοῦ Χριστῷ κατὰ τὸν ἀπόστολον, τὴν σάρκα σταυρώσαντες. Ἄλλος γὰρ ὁ πόθος, καὶ ἐπ’ ἄλλοις ἡ ἔφεσις ἡμῶν, ὦ τέκνα. Ζητοῦμεν καὶ ἐκζητοῦμεν τὴν πάλαι δίαιταν τοῦ παραδείσου τῆς τρυφῆς, ἐξ ἧς ἀποβεβλήμεθα· ἀναπολοῦμεν καὶ ἀναγνωρίζομεν τὸν ἀρχαῖον πολίτευμα ἡμῶν· ἀναχωροῦμεν κόσμου πλάνου καὶ ἐργόμεθα εἰς θεὸν· ἀπεκδυόμεθα σκότος βιωτικὸν, καὶ ἐνδιδυσκόμεθα φῶς νοερὸν· βλέπομεν εἰς οὐρανὸν ἄνω, καὶ γινώσκομεν λόγους κτίσεως· καὶ ἀποκτώμενοι τὰ πάντα δεσπόζομεν τῶν ἁπάντων.

Καὶ ὦ τοῦ μεγάλου ἐπαγγέλματος! τίς ἡμᾶς διέστησεν ἀπὸ σαρκὸς καὶ αἵματος, ἀπὸ τῶν φυσάντων καὶ ἀπὸ τῶν ἐγγόνων, ἀπὸ τῶν συνήθων, ἀπὸ τῶν ὁμηλίκων, ἀπὸ τῆς πατρίδος ἀπὸ τῶν πόλεων, ἀπὸ τῶν ἀγορῶν, ἀπὸ τῶν ὄχλων καὶ δήμων καὶ πάντων τῶν περικοσμίων; Τίς ἡμᾶς ἔπεισε δούλους ἑαυτοὺς ἐκδοῦναι τοῖς πνευματικοῖς ἡγουμένοις καὶ πατράσι, καὶ ἀναλαβεῖν τὸν ἀσκητικὴν ἀγῶνα τὸν δι’ ἐγκρατείας ἀγρυπνίας τε καὶ χαμευνίας διανυόμενον καθεκάστην.

Τίς ἡμᾶς ἐφώτισε βλέπειν ἀδιαστρόφως, καὶ μηδὲν μέγα νομίζειν χρυσὸν ἢ ἄργυρον, καὶ κάλλος καὶ φαντασίαν, αὐτὸ τὸ βασιλικὸν διάδημα καὶ τὸ πορφυρικὸν περιβόλαιον· ἀλλ’ αἱρετώτερόν τι μᾶλλον καὶ ἀξιωματικώτερον καὶ ἐντιμότερον ἡγεῖσθαι τὸ ταῦτα τὰ ῥάκια καὶ πολύῤῥαφα ἱμάτια περιβεβλῆσθαι, καὶ ἐν αὐτοῖς ὑπὲρ τὰς λαμπρὰς χλαίνας ὑπερσεμνύνεσθαι.

Τίς ἐδυνάμωσεν ἡμᾶς φυγεῖν ὕλην καὶ σάρκα καὶ τοῖς ἄνω συναρμοσθῆναι διὰ τῆς παρθενίας καὶ ἀφθόρους καὶ ἀμνοὺς διαμένειν κατὰ τοὺς ἀγγέλους; Ταῦτα τοίνυν τὰ ἡμέτερα, ὦ ἀδελφοὶ, ἐγκαυχήματα, ἃ ὁ θιὸς ἐδωρήσατο ἡμῖν ἀγαπήσασιν αὐτὸν καὶ ποθήσασι τὰ μέλλοντα, φῶς ἀπρόσιτον, δόξαν αἰωνίαν, χαρὰν ἀνεκλάλητον, εὐφροσύνην ἀδιάλειπτον κληρονομίαν αἰώνιον, βασιλείαν οὐράνιον, χοροστασίαν ἀκατάλυτον, θεωρίαν τρισμακάριστον, πλουτῶν ἄῤῥευστον, πᾶν εἴτι καλὸν καὶ τερπνὸν τῶν τοῖς ἁγίοις ἀγγέλοις καὶ μακαρίοις ἀπ’ αἰῶνος πατράσιν ἀπηγγελμένων. Ἐπεὶ οὖν ταῦτα οὕτως, βλέπωμεν καὶ προσέχωμεν μήποτε ἀνθαιρώμεθα τὰ ἐναντία, καὶ φθάσωμεν κατόπιν τῶν βιωτικῶν διαζόντων. Διὸ ἁγνίσωμεν ἑαυτοὺς ἔτι καὶ φροντίσωμεν ἀπὸ νοὸς καὶ αἵματος καὶ καρδίας καὶ σώματος, καὶ μηδόλως δῶμεν παῤῥησίαν τῷ δαίμονι· λόγος λόγον καταπιάζει, καὶ βλέμμα σκαμβάζει, βλέμμα, καὶ ἀμέλεια ἀμέλειαν περιέπει, καὶ κατὰ μικρὸν μικρὸν γωνιάζοντες καὶ ἰδιάζοντες καὶ ὡς νυκτικόρακες εὑρισκόμενοι ἀποκύομεν τὸν τῆς ἁμαρτίας θάνατον. Μὴ οὖν, τέκνα, οὕτως μὴ, δέομαι καὶ ἀντιβολῶ, προσέχετε ἀπ’ ἀλλήλων· ἐκ τοῦ πλησίον καὶ ἡ ζωὴ καὶ ὁ θάνατος κατὰ τὸν εἴποντα ἐλεεινὸν τὸ βάραθρον τοῦ αἰωνίου πυρὸς τὸ ἀνταπόδομα.

Μὴ εἴπῃς ἐπανελθὼν ἐπανῆκα· μὴ φθέγξῃ χρονιῶν ἐχρόνισα· μὴ λογίσῃ δυναμωθεὶς ἐδυναμώθην· μικρὰ ἀμέλεια, καταφρόνησις ἐπὶ τὸ αὐτὸ ἀφυλάκτως σε προσλαμβάνουσα καὶ χειραγωγοῦσα εἰς τὸ βάραθρον τῆς ἁμαρτίας καταβάλλει. Σκοπεῖτε καὶ ὁρᾶτε μικροὶ καὶ μεγάλοι, προάγοντες καὶ ἀκολουθοῦντες, ἄρχοντες καὶ ἀρχόμενοι, ἄνω ἐμακαρίσθημεν· ὧδε ἐταλανίσθημεν, ἄνω ἐδοξάσθημεν, ὧδε ἡτοιμάσθημεν ἄνω ἀγγελικῶς, ἐβιώσαμεν· ὧδε σατανικῶς ἐπορεύθημεν, συνέφερεν αὐτῷ, φησιν, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος· συμφέρει καὶ ἐπὶ τῷ τοιούτῳ ταῦτα ἐρεῖσθαι· πλὴν ἀνακτέον καὶ ταῦτα ἐρεῖσθαι· πλὴν ἀνακτέον καὶ ἐπιστρεπτέον καὶ ταῦτα οὐ λυπεῖν ὑμᾶς θέλων ἀνεθέμην τῇ παρούσῃ κατηχήσει· ἀλλ’ ἵνα, τέκνα μου, διὰ τῆς προαγγέλσεως τὴν ἐρχομένην ῥομφαίαν τῆς ἁμαρτίας ἐξ ὑμῶν τε αὐτῶν, κᾀμοῦ τοῦ ταπεινοῦ ἐξεώσαμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΛΘʹ. Τὴν ψυχόλεθρον φευκτέον παῤῥησίαν. ΤΕΚΝΑ ΜΟΥ ΠΝΕΥΜΑΤΙΚΑ ΚΑΙ ΑΔΕΛΦΟΙ ΤΙΜΙΩΤΑΤΟΙ, Οὐκ ὀκνηρόν μοί ἐστι τὸ λέγειν καὶ κατασφαλίζεσθαι ὑμᾶς τοῖς λόγοις τῆς ἀληθείας συχνοτέρως, ὥστε μὴ ἐξ ἀγνοίας ἢ ἐκ καταφρονήσεως περιπέσῃ τις ὑμῶν τῷ κέντρῳ τοῦ θανάτου, ὅπερ ἐστιν ἡ ἁμαρτία· παραβὰς τὴν ἐντολὴν καὶ πράξας ἃ μὴ θέμις. Ὅποτε καὶ τοῦτο ποιοῦντες εὑρίσκομεν τὸν κακότεχνον Σατανᾶν ἐνεργοῦντα ἔν τισι, ἐφ’ οἷς μέγα μοι πένθος καὶ λυπὴ κατατήκουσα.

Διότι πάντων ὑφ’ ὑμῶν καθ’ οἱονοῦν τρόπον ἡμαρτημένων, ἐγὼ ὁ παμβέβηλος ὑφέξω τὸν λόγον ἐν ἡμέρᾳ δικαιοκρισίας καὶ ἀποκαλύψεως τῷ δεσπότῃ θεῷ, μὴ προαγγείλας, μὴ προασφαλισάμενος καὶ προδιδάξας. Οὐαὶ οὖν μοί ἐστὶν, ἐὰν μὴ διαγγέλλωμαι ὑμῖν. Μᾶλλον δὲ οὐαί μοι, ὅτι μὴ ὢν ἄξιος μηδὲ πρόβατον ὀνομάζεσθαι, ποιμένος ἐπέχω τάξιν. Τίς ἡ ἀπολογία; ποταπὴ ἡ πρόφασις; Σκότους μου ὄντος, φωτίζειν ἄλλους· πεπληγμένου καὶ ἡλκωμένου πάθεσιν, ἰατρεύειν τοὺς ἀσθενοῦντας· ἀλλὰ φέρω διὰ τὴν ὑμῶν ἀγάπην καὶ τὴν πατρικὴν κέλευσιν πυρὸς γεέννης ὑπέκκαυμα γενέσθαι μόνος, ἢ ὑμᾶς καταβλάψαι. Ἐγὼ γὰρ, ἀδελφοί μου; ὁρῶ καθ’ ἑκάστην ἡμέραν καὶ ἀποβλέπω ἡλίκον τὸ κριτήριον τοῦ θεοῦ, καὶ ὅπως ἐπιζητεῖ ἄρτιον εἶναι τὸν ἄνθρωπον ὁ θεὸς πάσῃ ἀρετῇ πεπληρωμένον, μάλιστα τὸν προεστῶτα τοῦ λόγου. Τί οὖν ποιήσω; πρὸς τί ἀποβλέψω; τίνα συναγωνιστὴν δέξομαι;

Ἓν οὖν γὰρ ἔργον ἐστὶ τὸ τὰς ὑμετέρας εὐχὰς ἐπιδίδοσθαί μοι· ὅπως ἐν αὐτοῖς στηριζόμενος, ἰσχύσω καλῶς ἡγεῖσθαι καὶ ἀνταγωνίζεσθαι πρὸς τὰ οἰκεῖα πάθη, καὶ κατευοδοῦσθαι ἐν τῷ θελήματι τοῦ κυρίου. Βασιλεία οὐρανῶν πρόκειται, ἀδελφοί μου, ἁρπάσωμεν αὐτὴν διὰ τῆς ἐργασίας τῶν θείων ἐντολῶν. Μὴ φιληδονήσωμεν· μὴ καταῤῥᾳθυμήσωμεν· ἔτι ῥαγῶμεν κόσμου καὶ τῶν ἐν κόσμῳ, τοῦ κλύδωνος τῶν παθῶν ὑπερπλεύσωμεν, τῶν τῆς πονηρίας πνευμάτων ὑπεραρθῶμεν. Διασωσώμεθα ἑαυτοὺς εἰς τὸν ἀκύμαντον λιμένα τῆς αἰωνίου ζωῆς.

Οἷον πικρὸν τῆς ἀμελοῦσιν πρόκειται κολαστήριον; οἷος θυμὸς καὶ ὀργὴ ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τὴν κατεργαζομένην τὸ κακὸν, χριστιανοῦ τε παντὸς, πλέον δὲ ὅμως μοναχοῦ; ὅτι καθόσον ἐτιμήθημεν, κατὰ τοσοῦτον καὶ ἀπαιτηθησόμεθα τὸ ἀμώμητον τῆς πολιτείας.

Πρὸς μικρὸν γοῦν ἐστι τὸ ἐκ τῆς βίας θλιπτικὸν καὶ ἀΐδιον τὸ ἐκ τούτου ἀπολαυστικὸν, ἐν ἕξει γενομένων ἡμῶν ἀγαθῇ τῇ ὀλιγοστῇ βίᾳ. Τοῦτο καὶ ἐν βρώματι, τοῦτο καὶ ἐν ὕπνῳ, τοῦτο καὶ ἐν θυμῷ, καὶ ἐννοίαις πονηραῖς, καὶ ἐν παντὶ ἄλλῳ· ἐὰν γὰρ στέρξωμεν καὶ καταβιασώμεθα, δυναμοῖ ἡμᾶς ὁ θεὸς, καὶ εὐήλατον καὶ πρανῆ εὑρίσκομεν τὴν ὁδὸν τῆς ἀρετῆς· ἡ δὲ ἁμαρτία δυσκολώδης καὶ κρημνώδης καὶ θλιπτικὴ· σκοτεινὴ καὶ μυσαρὰ καὶ πανολέθριος τοῖς μετιοῦσιν αὐτήν. Δεῦρο δὴ οὖν λοιπὸν, τέκνα μου, ἐπὶ τὴν τεθλιμμένην καὶ ἄθλιπτον καὶ στενὴν καὶ εὐπλάτυντον ὁδὸν τοῦ θεοῦ πορευσώμεθα· τὸ εὔτονον ἐν ταῖς ἀγρυπνίαις ἡμῶν ἐπιμενέτω, καὶ τὸ εὔψαλτον τὸ εὐλαβητικὸν, τὸ πρὸς ἀδελφοὺς ἀγαπητικὸν καὶ ἀπαῤῥησίαστον· μέγα γὰρ κακὸν ἡ παῤῥησία καὶ θανάσιμον πρᾶγμα. Καὶ ὁ πολύπειρος διάβολος· εἰ μὴ προσέχει τις, ὀξέως ἐνσκήπτει καὶ παρεισδύει καὶ τιτρώσκει τῷ βέλει τῆς κακίας αὐτοῦ ἐν ταῖς καρδίαις ἡμῶν· διαδεικνὺς πρόσωπα φιλόκαλα νεηλίκων· προσερεθίζων μειδιάσμασι φιληδόνοις τοὺς ἑκατέρους εἰς ἔξαψιν παθῶν· ὅτε γὰρ τὸν ἕνα ἐξαπατήσας καταπείσει ἀγαπᾶν πορνικῶς τὸν πρὸς ὃν τὸ πάθος πειρᾶται ἀντιπεπονθέναι καὶ ἀντιφίλτρως ἔχειν πρὸς ἐκεῖνον. Εἶτα ἕλκονται ἀλληλοδοσίαι ὁράσεων καὶ διαβλεπτισμοὶ καὶ διαχύσεις ψυχικαὶ καὶ πυρκαϊαὶ φιληδονίαι.

Καὶ εἰ μὴ πολλὴ βοήθεια θεοῦ, σκέπη τε πατρικὴ, διάγνωσίς τε τοῦ πειρασμοῦ παρὰ τῶν πανθανόντων, ἐκεῖ ὄλεθρος καὶ σοδομιτικὸς ἐμπρησμὸς καὶ γομοῤῥητικὸς ἀφανισμός. Ἀλλὰ φύγωμεν πάντες, ἐγώ τε γὰρ πρῶτος προπειρασθεὶς ὀρέγω ὑμῖν χεῖρα τοῖς πανθάνουσι· μεγάλη δὲ ἀσφαλεία φυλακὴ ὀφθαλμῶν, ἐξαγόρευσις ἀληθινή.

Ἀλλ’ οὖν μὴ δὲ πρὸς ἑαυτοὺς παῤῥησιασώμεθα· μένει γὰρ καὶ ὧδε ὁ θάνατος, καὶ τοῖς ἀγνοοῦσιν οὐκ ἀναγκαῖος εἰς φανέρωσιν· πλὴν ἅπασι φυλακτέον, ἵνα μὴ ὁ ἀμαθὴς τοῦ χείρονος τῇ ἀγνοίᾳ ἔλθοι εἰς τὸ βόθρον τῆς ἀπωλείας.

Οἴδατε ὃ λέγω πεπονθότες οἱ τοιοῦτοι· μὴ ἅψῃ, θίγῃς μέλος σου παντοῖον, μὴ καταβλέψῃ τὴν γύμνωσίν σου, ἵνα μὴ τὴν τοῦ Χαναὰν ἀρὰν ἀπενέγκῃ. Οὐδὲ γὰρ ἄλλῳ ἐνισχήθη πλημμελήματι ὁ πεπτωκὼς μέγας στύλος ἐν τῇ ἐρήμῳ, ὡς ἔφη ὁ θεῖος Ἀντώνιος, ἢ τούτῳ· κἂν εἰ τὸν τρόπον τοῦ πνεύματος οὐκ ἀπεκάλυψεν ὁ πάνσοφος. Ἐστὶ γὰρ πορνεία καὶ μὴ πλησιάζοντι ἑτέρῳ σώματι.

Βλέπετε πῶς περιπατεῖτε· μὴ σπάσησθε θάνατον· καὶ ὅτε τὴν χρείαν ποιεῖσθε τὴν ἀναγκαίαν, εὐσχημόνως καθήμενοι, καὶ ὕδωρ νοεῖτε, μὴ κατανοοῦντες μηδ’ αὐτὸ χεόμενον, μὴ δὲ προσψαύοντες δακτύλῳ τὸ μέλος. Ὢ ἄνθρωπε ταλαίπωρε, οἶδας τί λέγει ὁ ἀπόστολος;

Ὅτι με τίς ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου. Θηρίῳ συνοικεῖς, ἀγρίῳ λέοντι τῇ σαρκί· ἐὰν μὴ ῥομφαίαν κατ’ αὐτοῦ ἀνατείνῃς, ἥρπασέ σε, συνέτριψεν, ὤλεσεν· ἔργον σοι ἐστὶ τῷ δράκοντι χειραφεῖν καὶ δακτυλάπτειν· ἀγαπητικὸν καὶ μετὰ τόξου καὶ ῥομφαίας ἱστάμενον ἄθραυστον διαμεῖναι, καὶ ἀθάνατον· Ἐλεήσατέ με, τέκνα μου, καὶ ἀδελφοὶ ἐλεήσατε, καὶ μὴ μετὰ τῶν ἀμυθήτων μου κακῶν συνεπιβάλοιτε, καὶ πῦρ ἄλλο ἐπὶ τὴν κεφαλήν μου, μᾶλλον δὲ καὶ τὴν οὖσάν μοι ὑπὲρ πάντα ἄνθρωπον κακίαν διασκορπίσατε ταῖς ἀγαθοεργίαις ὑμῶν· γέγραπται γὰρ ὅτι· Υἱὸς σοφὸς εὐφραίνει πατέρα αὐτοῦ, καὶ τὴν ἀπολείπουσαν αὐτῷ ἀσυνεσίαν συγγνωμονεῖ. Ταῦτα οὖν λαβεῖν ὑμῖν χρεία, καὶ ἀλλήλοις πεῖραν διδόναι καὶ λαμβάνειν, ἐξ ὧν καταπανθάνομεν καὶ εἰς κρυπτότερα, καὶ ἐπιβάλλειν τὸν λόγον, καὶ μὴ λογίζεσθαι αἰσχύνην τὴν διήγησιν· μᾶλλον γὰρ αἱρούμεθα ἐντρεπτικὰ λαλεῖν ἤπερ πράττει.

Ἀσφάλεια γὰρ ὀχυρὰ καὶ ἀποτροπὴ τοῦ διαβόλου εἰσέρχεται ἐνταῦθα. Ἰσχύετε ἐν ταῖς διακονίαις ὑμῶν· κραταιοῦσθε ἐν τοῖς ἔργοις ὑμῶν· ἀναβαστάζετε ἀλλήλων τὰ βάρη ἐν ἐλπίδος χαρᾷ, ἐν εὐσεβείᾳ πνευματικῆς εὐφροσύνης· αὐξάνεσθε καθεκάστην· καὶ τελειοῦσθε ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ Μʹ. Ἐκ τοῦ κατηχεῖν οὐ μικρὸν κέρδος φέρειν. ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Ἐρωτῶ τίνος ἕνεκεν γίνεται ἡ κατήχησις, ἆρα ἵνα μόνον πρὸς ὥραν ἀναγνωσθῇ καὶ τέρψωμεν ὑμῶν τὰς ἀκοὰς τυχὸν, ἢ αὐτοὶ ἐπαινέσητέ με ἐκ διαθέσεως ἢ καὶ πρὸς χάριν; Οὐδαμῶς· μὴ οὕτω τέκνα· ἀλλὰ διὰ τοῦτο ῥέσκεται, ἵνα ἐνωτίζησθε τὰ λεγόμενα, καὶ ἡ δύναμις ἐνιζάνη ταῖς ψυχαῖς ὑμῶν, καὶ φέρῃ τινὰ καρπὸν διὰ τῆς χάριτος τοῦ Χριστοῦ, συνεπικουρούσης τῆς εὐχῆς τοῦ πατρός μου δι’ ὑμῶν. Ἐγὼ δὲ ὡς τὰ πολλὰ ἐν τοῖς πολλοῖς, οὕτως ὁρῶ, ὅτι ἅμα τῆς ἀναγνώσεως καὶ εὐθὺς παρῆλθε τὰ λεγόμενα· καὶ ὡς ὅτι οὐδὲ ἐσημάνθη ὑμῖν τι περὶ τῶν προῤῥηθέντων.

Εὐθὺς γὰρ ἐξερχόμεθα μετὰ τὴν ἀποπλήρωσιν καὶ ἐν τοῖς αὐτοῖς ἐμπίπτομεν κατηγορήμασι· ὁ μὲν γὰρ ἄρχεται ἀκαίρως συντυγχάνειν· ὁ δὲ ἀφαρεὶ ἐπερωτᾶν· ἄλλος γογγύζειν· ἕτερος ἀποδυσπετεῖν πρὸς τὸ καλοῦν ἔργον· ἄλλος ἐνδιαβάλλειν καὶ διεγείρειν μάχας, καὶ ἕτερος λοιδορεῖν· καὶ ὁ μὲν ὑποκρύπτεσθαι παρὰ τὰς γωνίας τοῦ μοναστηρίου, ὁ δὲ ἡλίου λάμποντος μόλις ἐξανίστασθαι τοῖς κοίτης καὶ καθέξεσθαι ἐν τῷ ἐργοχείρῳ. Τὰς γὰρ νωτείας καὶ τὰς ἐκλύσεις, καὶ τοὺς νυσταγμοὺς καὶ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα, καὶ τὴν τοῦ ὅλου σώματος ἐξάτονον ὄκλασιν περίημι λέγειν.

Μὴ οὕτω τοιγαροῦν, τέκνα· μηδαμῶς, ἵνα μὴ ἀκούσητε· Οὗτος ὁ λαὸς τοῖς χείλεσί με εὐλογεῖ, τῇ δὲ καρδίᾳ πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ. Μάτην δὲ σέβονταί με· ἀλλ’ ἐπὰν ἀκούσωμεν τοῦ σωτηρίου λόγου· εἴ τε διὰ κατηχήσεως, εἴ τε δι’ ἐπακροάσεως τῶν θεοπνεύστων γραφῶν, καθ’ οἵαν ὥραν συμβῇ, γενηθήτω ἐν τῇ καρδίᾳ ὑμῶν κίνησις φόβου θεοῦ, σπινθὴρ ἀγάπης αὐτοῦ, ἐπιθυμία προκοπῆς, ἔφεσις ἐργασίας τῶν ἁγίων ἐντολῶν, ἵνα ἀξιωθῶμεν τῆς αὐτοῦ βασιλείας, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὅτι αὐτῷ δόξα, καὶ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.