Χρόνος περίππευσε τοίνυν ἐξότου ἀδελφὸς ἡμῶν ἐκοιμήθη· καὶ τάχα, ὡς λήσμονες τοῦ θανάτου γεγόναμεν.
Προσέχετε, ἀδελφοὶ, ἄφνω γὰρ σήμερον τυχὸν ἢ αὔριον πεπλήρωται ὁ τῆς ζωῆς ἡμῶν ὅρος, ὃν ἔπηξεν ἡ δικαία τοῦ θεοῦ ψῆφος· καὶ ἐξαποστέλλεται ἄγγελος ἀπ’ οὐρανῶν, ἵνα λύσῃ ἡμᾶς, ὡς ἐκ δεσμῶν, τῆς φρουρᾶς τοῦ σώματος, ἵνα ἀπαγάγῃ πρὸς τὸν κτίσαντα θεὸν καὶ ζωοπλαστήσαντα. Οἷοι τοίνυν ὀφείλομεν εἶναι παρατεταγμένοι, νουνεχεῖς, μεμελετημένοι, ἀπηκριβωμένοι κατὰ τὰς ἐννοίας, κατὰ τοὺς λόγους, κατὰ τὰς πράξεις· καὶ ἐγγύθεν ἡμῖν τὸ παράδειγμα· ἀναμνημονεύσωμεν γὰρ τοῦ ἀοιδίμου ἐκείνου Ἡσυχίου τοῦ Χωρηβίτου, πῶς τῇ ἐναργεῖ αἰσθήσει τῆς μεταστάσεως μετὰ τὴν ἀπόζευξιν ἐκεῖνο τὸ ἀοίδιμον ἀπεφθέγξατο, ὡς οὐδεῖς θάνατον ἐγνωκὼς δυνήσεται ἁμαρτῆσαί ποτε. Ἀναμνησθῶμεν δὲ κᾀκείνου τοῦ πατρὸς· πῶς ἐπειδὴ εἶδε τὸν ἀδελφὸν γελάσαντα, ὡς θαμβούμενος καὶ ἠπορηκὼς· Τί ἆρα ἔχει ὁ ἀδελφὸς οὗτος, φησιν, ὅτι γελᾷ; Φόβος οὖν πάρεστι μέγας καὶ κριτὴς ἀνερμήνευτος, καὶ ἐξετασμὸς ἀπαραλόγιστος, καὶ βάσανοι ἀτελεύτητοι, καὶ πικρὸς ὁ σκώληξ, καὶ δριμὺς ὁ τάρταρος, καὶ ἀφεγγὲς τὸ σκότος, καὶ ἄσβεστον τὸ πῦρ, καὶ τὸ χάος ἀπέραντον, καὶ τὰ χάσματα πληκτικὰ καὶ βαθύτατα, καὶ οἷα οὐ παραστήσει λόγος, οὐδὲ παραδέξεται ἀκοή.