Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχήσεις μεγάλαι

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΞΣΤ΄-Ο΄: Ποιμαντική ευθύνη και μίμηση των οσίων

Αναφορές στο βαρύ φορτίο της πνευματικής ηγεσίας, την ορθή αντιμετώπιση των παραπτωμάτων των αδελφών και την αναγκαιότητα μιμήσεως των οσίων Πατέρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 14 από 22

ΛΟΓΟΣ ΞϚʹ. Ζωὴν δι’ αἰώνιον ἀθλεῖν ἐνθάδε. ΤΕΚΝΑ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ, Εἰ καὶ κατὰ παράδοσιν πατρικὴν ἡ κατήχησις ἡμῖν γίνεται, ἀλλ’ οὐχ οὕτως ἔχει· ἐκείνων μὲν γὰρ ὁ λόγος διὰ τῶν ἀγαθῶν πράξεων ἐνεργούμενος, ἐξηχεῖτο καὶ ἠνωτίζετο εἰς τὰ βάθη τῆς καρδίας τῶν ἀκουόντων· οὗ πολὺς ἦν ὁ καρπὸς τοῦ πνεύματος καὶ ἡ ἐπίδοσις· ἡμῶν δὲ τῶν ἀναξίων ἡ φωνὴ ἅτε ὡς ἀπὸ καρδίας ῥυπαρᾶς ἐξιοῦσα, καὶ ἐρημίας ἔργων, ἰσχνὴ τίς ἐστι καὶ ἀδύναμος, μὴ φθάνουσα διεγείρειν τὴν τιμιότητα ὑμῶν, Ὅμως εὐχαριστῶ καὶ ὑπερευχαριστῶ, ὅτι οὐ κατὰ τὸ εὐτελὲς τοῦ λόγου ἡμῶν· ἀλλὰ κατὰ τὸ θερμότατον τῆς ἐπὶ θεὸν ἀγάπης ἡμῶν. ἡμέραν ἐξ ἡμέρας ἔργον ποιεῖσθε καὶ σπουδὴν τοῦ περιπατῆσαι κατὰ τὸ εὐάρεστον τῷ κυρίῳ.

Ναὶ, ναὶ, τέκνα μου πορεύθητε πεποιθότες, καὶ εἷς τοῦ ἑνὸς εἰς παροξυσμὸν ἀγάπης κατανοοῦντες ἑαυτοὺς· μὴ παύεσθε εὐλαβούμενοι χρηστευόμενοι, ἀγωνιζόμενοι, ἐγκρατευόμενοι στοιχοῦντες τοῖς διδομένοις· φέροντες τὰ πάροντα, νηστείαν, ὀλιγοδεῖαν, σταθμητικὸν ἄρτον, τὸ μικρὸν πόμα τοῦ οἴνου, τὸ κοπῶδες τοῦ ἔργου, τὴν τοῦ κανόνος ἀπαραλειψίαν, τὴν ταχίστην ἐξανάστασιν καὶ παράστασιν, τὴν ὑπομονὴν μέχρι τέλους τῆς λειτουργίας· καὶ μέντοι, καὶ ταῦτα τὴν ἀδελφοῦ πρόσπληξιν, τὴν τοῦ οἰκονομοῦντος παραθεώρησιν· οὐ γὰρ πρὸς τὴν τοῦ παντὸς θέλησιν ἐπιφθάνει ἡ διοίκησις, τὴν ἄλλου προτίμησιν ἢ ὑπερανάβασιν· γίνεται γὰρ κατὰ πολλοὺς τοὺς τρόπους, τὸν τῶν ἰδίων ἀπομακρισμὸν, καὶ τὸ μὴ ἐθέλειν παραβάλλειν εἰς τοὺς πατρικοὺς οἴκους, τὸ στιχολογητικὸν, τὸ πρᾷον, τὸ ἀνεξίκακον, τὸ ἀγόγγυστον· γογγύσει γάρ τις, ἁμαρτία αὐτῷ φησιν.

Ἰδοὺ τὰ ἆθλα, τὰ σκάμματα τῶν ὑποτακτικῶν, ἐν τούτοις τὸ μαρτύριον· ἀντὶ πυρὸς καὶ ὀβελίσκου καὶ ἀρτεμβόλων καὶ τροχῶν καὶ καταπελτῶν καὶ ξιφῶν καὶ σταυροῦ τὰ εἰρημένα καὶ ῥηθησόμενα, ὕβρις, ἀτιμία, ἐπιτίμια, παραστάσιμον, ξηροφαγία, τῆξις σαρκὸς, ἐξ ἐγκρατείας βία, ὑπομονὴ, εὐτέλεια ἱματίου, ὑποδήματος ἢ σκεπάσματος, οὗ τινος ἄλλου τῶν κατὰ τὴν ζωήν. Ἐπεὶ οὖν στέφανοι ἡμῖν τῆς ἀθλήσεως, μαρτυρήσωμεν κατὰ συνείδησιν, ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὦ ἀδελφοὶ καὶ συστρατιῶται, ἵνα σὺν τοῖς ἁγίοις μάρτυσιν εὑρεθησώμεθα, ἀντὶ τῆς ἐκ τούτων στενώσεως καὶ θλίψεως καὶ στενοχωρίας ἀναδιδομένης ἡμῖν ζωῆς αἰωνίου, χαρᾶς ἀνεκλαλήτου, φωτὸς ἀπροσίτου, εὐφροσύνης· Ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία φησί. Πόλις οὖν ἡμῖν οὐ πάρεστι διὰ τῆς ἀποταγῆς, ἀλλὰ πολῖται τῆς ἄνω Ἱερουσαλὴμ γενησόμεθα.

Πατέρα κατὰ σάρκα καλεῖν οὐκ ἀνεχόμεθα· καὶ διὰ τοῦτο πατέρα τὸν κύριον ἐν τῷ αἰῶνι ἐκείνῳ εὑρήσομεν· ἄκληροι ἐπὶ γῆς ἐσμὲν, ἀλλὰ κλῆρος ἡμῖν μετὰ Χριστοῦ δοθήσεται· τὰς ἀπολαύσεις τῆς σαρκὸς ἀπεθέμεθα· ταυτασδὶ λέγω τὰς διὰ κρεῶν πολυειδῶς κατεργαζομένας· διὰ καλοοινίας ἢ καὶ πολυοινίας ὄψων πολυαρτύτων, ἄρτων ἐξειλεγμένων, καὶ ἄλλων δι’ ὧν ἡ κοιλία θεὸς ὀνομάζεται τῶν φιληδόνων· ἀλλ’ εὖ ἴστε ὅτι ἀντὶ τούτων, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη τρυφήσετε· γυναῖκα οὐ περιφέρετε, οὐδὲ τὴν τῆς ἐπιθυμίας ἡδονὴν ἐπληροῦτε· ἀλλὰ σύζυγον εὑρήσετε τὸ πανάγιον Πνεῦμα, καὶ ἡ ἡδονὴ τῆς ἀφθαρσίας καταλάβῃ ὑμᾶς.

Διὰ τοῦτο χαίρετε· καὶ πρὸς ταῦτα ὁρῶντες, μὴ ἀποδυσπετεῖτε, μὴ κατοκνεῖτε, μὴ πτοεῖσθε, μηδὲ τὰ παρόντα, μηδὲ τὰ γενησόμενα κᾂν εἰ βαρυτέρα προσγίνωνται. Τί δὲ λέγω ταῦτα; κᾂν πῦρ κᾂν ξίφος, κᾂν θάνατος, πάντα δεύτερα ἡγούμενοι, ἔχεσθε τῆς μακαρίας ὁδοῦ ἡμῶν· ὁρᾶτε γὰρ διὰ τῆς τῶν ἀδελφῶν ἡμῶν κοιμήσεως, ὅτι μὴ τῷ θανάτῳ πᾶσαν ὥραν πλησιάζομεν. Χθὲς εἷς παρῆλθε καὶ ἄλλος πρὸ ἡμερῶν, καὶ ἐπὶ θύραις ἕτερος ἵσταται· καὶ μετ’ αὐτὸν τίς ἆρα; ἴσος ἐγὼ ὁ ἄθλιος, οὗ ἡ ἀπαλλαγὴ τάχα σωτήριος ὑμῖν γενήσεται. Πλὴν οἱ ὀφθαλμοί μου διὰ παντὸς καὶ ἡ μέριμνα ἐν τούτῳ τήκονταί μου τοὺς μυελοὺς, καὶ δαπανῶνται αἱ πονηραὶ σάρκες εἰς τὸ σώζεσθαι πάντας ὑμᾶς· τῆς δὲ ἁμαρτίας ἐνεργουμένης, κατὰ κενῆς ὁ κόπος. Γινώσκετε ὅτι ἐπαύξετε ἡ ἀδελφότης· καὶ ὡς ὁρᾶτε ὅτι καὶ ἀπὸ ἀλλοδαπῆς προσῆλθον ἡμῖν ἀδελφοὶ, καὶ ἄλλοι ἐκ τῶν ἐνταῦθα προσλαλοῦσι. Καὶ τίς ἐπιστήμων ἢ δυνατὸς ἀφηγεῖσθαι τοῦδε τοῦ ποιμνίου; καὶ ἐκτρέφειν αὐτὸ ἐν χλόῃ διδασκαλίας χρηστῆς καὶ ζωηφόρου, καὶ μή πως ἐπὶ κρημνοῦ ὠθίζειν διὰ τῆς ἀμελείας, ἀλλὰ καὶ τὸ ἀῤῥωστοῦν ἐπισκέπτεσθαι κατὰ ψυχὴν, καὶ τὸ συνδεσμεῖν, καὶ τὸ πεπλανημένον ἀνακαλεῖσθαι, καὶ τὸ ἠσθενηκὸς ἐνισχύειν, ἀποσοβεῖν τε τοὺς νοητοὺς λύκους, ἀσφαλῶς διατειχίζειν τὴν ποίμνην ἐν εὐχῇ καθαρᾷ καὶ κραταιᾷ;

Ταῦτα τὰ ἔργα τοῦ ἀληθοῦς ἐπιστάτου. Τί δὲ λέγετε αὐτοὶ πρὸς τὰ ἐμὰ κακὰ ὁρῶντες, ἢ ἐπαίρειν ὁσίας χεῖρας ὑμῶν, καὶ βοᾷν ἀπὸ καρδίας εἰς θεὸν, ἵνα δι’ ὑμῶν, ἔλθῃ ἐπ’ ἐμὲ ἰσχὺς, καὶ ἀναστήσῃ με ἐκ τοῦ πτώματος τῶν ἁμαρτιῶν μου καὶ δώσει εἰς καταρτισμὸν τῶν ψυχῶν ὑμῶν;

Γινώσκειν δὲ ὑμᾶς βούλομαι τὸ λυπηρὸν τῆς ψυχῆς μου, ὅτι ὁ τελευτήσας ὁ ἀδελφὸς διὰ τὰς ἁμαρτίας μου ἀσυνείδητος παρῆλθεν· εὑρέθησαν γὰρ ἐν αὐτῷ δύο ἀργύρια· καὶ φεῦ τῆς ἀπανθρωπίας μου! ποῦ αὐτὸν κεκράτηκεν ὁ διάβολος; ἐν ποίᾳ ἐλπίδι δύο ἀργύρια ἐλογίσατο εἶναι ἀντάξια βασιλείας οὐρανῶν; Οὐ γὰρ εἰκῆ τοῦτο παρορῶ, τέκνα μου· ἀλλὰ πολύς εἰμι περὶ τὸ πρᾶγμα κατασκεπτόμενος· καίπερ πολλάκις ἠνειχόμην αὐτοῦ ἐμπίπτοντος εἰς τὰ τοιαῦτα· ὀβολὸν, ἢ ῥαφίδα, ἢ πινακίδιον, ἢ λωρίον, ἢ ῥαμματίδα ἢ ἄλλο τι ἀποκρατεῖν ἢ ἀποκρύπτειν, καὶ δι’ αὐτοῦ ἀναπληροῦν ὅλον τὸν τόπον τῆς ἁμαρτίας δίκαιόν ἐστι; Οὐκ ὁρᾶτε ὅτι ταῦτα ἐν τῷ ἁγίῳ Κασιανῷ γέγραπται· Καὶ ἀναπληροῖ τὸν τόπον τῶν ἕνδεκά φησι κατὰ τὸν θεῖον Μάρκον τὸ ἓν ἁμάρτημα. Οὔπω γὰρ ἔσχεν ὁ ταπεινὸς ἐκεῖνος μίαν ψυχὴν καὶ καρδίαν, καὶ ἀποταγὴν· τὸ οἰκεῖον λογιζόμενος καὶ ἔχων· ἐν γὰρ τῷ θησαυρῷ αὐτοῦ ἦν ἡ ψυχὴ αὐτοῦ; ὥσπερ γάρ τις κεκλοφὼς ἓν τάλαντον χρυσίου, καὶ ἕνα ὄβολον πάλιν ἄλλος, ὑπεύθυνοι ἐξίσου τῷ κλέμματι γεγόνασι, καὶ ἂν διάφορος καὶ ἡ κλεψία καὶ ἡ τιμωρία. Οὕτῳ καὶ ἡ ἀποθησαύρισις ἐν τοῖς· ἀποτακτίταις, κᾂν ἐν ῥαφίδι εὑρεθῇ ἀναλόγως ἐντάσσεται εἰς κρῖμα παρὰ τῷ δικαίῳ κριτῇ.

Καὶ οἴμοι οἴμοι, τῷ ἁμαρτωλῷ· πῶς ὑμᾶς ὑποσκελίζει ὁ διάβολος; Τί κρίνετε; τί δίδοτε ἀπόφασιν; Οὐ φοβεῖσθε φόβον μέγαν, καὶ τρέμετε δικαιώματα θεοῦ; Εὐξώμεθα τοίνυν ὑπὲρ αὐτοῦ, παρακαλῶ τέκνα μου, καὶ ποιήσωμεν πάντες μίαν ἑβδομάδα, κατ’ ἑκάστην ἡμέραν ὑπὲρ ἐκείνου ποιοῦντες τρεῖς μετανοίας καὶ τριάκοντα εὐχὰς, ἵνα κύριος παραβιβάσῃ τὸ ἁμάρτημα αὐτοῦ· εἰ ὅλως καὶ παραβιβάσει· πλὴν δυνατός ἐστιν ἐπακοῦσαι τῆς δεήσεως ἡμῶν·

Καὶ ταῦτα μὲν ἐπ’ ὀλίγα λελάληκα ἀρτίως, θεοῦ δὲ διδόντος λόγον ἐν ἀνοίξει τοῦ ταπεινοῦ μου στόματος, καὶ ὑμῶν προθυμουμένων ἀκούειν ἐν καιρῷ τῷ δέοντι, μᾶλλον δὲ ὡς ἂν ἐμπνέωμεν, καὶ λαλήσομεν, καὶ ὑπομνήσομεν, καὶ διδάξομεν ὑμῖν τά τε παρόντα, τά τε μέλλοντα, ὡς οἷοί τε ἐσμὲν, ἵνα μή που τῷ κέντρῳ τῆς ἁμαρτίας πεσόντες ὀλισθήσωμεν εἰς βάραθρον ἀπωλείας· μᾶλλον δὲ ὀρθοποδοῦντες τύχωμεν τῶν ἐπαγγελμένων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΞΖʹ. Πτώσεις ἰδίας ἐννοεῖν τὰς τῶν πέλας. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Τὸ καθ’ ἡμᾶς τί ἔοικεν ἄλλο ἢ καθὼς καὶ αἱ θεῖαι ὑποθῆκαι φασὶν, ἢ κυβερνήτου τάξις καὶ τρόπος; Πολλὰ οὖν εἴωθε τῷ κυβερνήτῃ συμβαίνειν πλέοντι τὸ μέγα τοῦτο καὶ νοητὸν πέλαγος· πνεύσεις ἀνέμων ἤτοι πνευμάτων ἀκαθάρτων, κυμάτων ἀλλεπαλληλίαι, τάραχος καὶ κλύδων ἀκαταμάχητος·

Ἤχους γὰρ κυμάτων αὐτῆς, κατὰ τὸ ψαλμικὸν, τίς ὑποστήσεται; Καὶ οἷον ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων αἱ ψυχικαὶ ὀκλάδες ἡμῶν τῶν ταπεινῶν. Ἐπεὶ οὖν ταῦτα οὕτως ἐσθ’ ὅτε συμβαίνει καὶ κυματίζεσθαι ἡμᾶς καὶ ἐπικλύζειν τὸ ὕδωρ καὶ διατινάσσεσθαι τὸ πλοῖον καὶ διαῤῥήγνυσθαι σχοίνους καὶ φέρεσθαι κατὰ βράχους, οὐκ ἀθυμητέον ἐν τούτῳ, εἰ καὶ ἀθυμητέον, ἀλλ’ οὖν οὐδὲ ἀφετέον· ἀλλ’ ἔτι μᾶλλον καὶ νεανικῶς διεγερτέον· ἐν ᾧ καὶ ἡ δοκιμὴ τοῦ κυβερνήτου, καὶ τῆς περισώσεως τὸ θαῦμα. Ἐπεὶ εἰ πρὸς τὰς ἀντιπνεύσεις τῶν πνευμάτων καὶ τὰς εἰσκλύσεις τῶν ὑδάτων καὶ τὰς εὐμεταπτώτους τῶν πορισμάτων ἰλιγγιῶν ἰλιγγιάσει ὁ κυβερνῶν καὶ καταπέσῃ τῷ λογισμῷ, μέχρι καὶ φωνῆς καὶ εἴδους προσωπικοῦ αὐτῷ τε πρώτῳ, ἔπειτα καὶ τοῖς ναυτιλλομένοις καὶ πρὸ τοῦ κινδύνου ἐνεποίησε τὸν ὄλεθρον καὶ τὴν ἀπόγνωσιν.

Τοιγαροῦν, ὦ τέκνα, ἐὰν ἐν τῷ ταραχθῆναι τινὰς τῶν ἀδελφῶν ὡς ὕδατα θαλάσσης, ἢ ἐν τῷ διαῤῥαγῆναι τινὰ ὡς κάλως νηὸς, ἢ ἐν τῷ ἀντιλογῆσαι τινὰ καὶ αὐθαδειάσαι ὡς ἐναντίων ἀνέμων καταπέσωμεν ἡμεῖς οἱ τάλανες, παραλύομεν ὑμᾶς ἐφ’ ἅπαξ, καὶ φερόμεθα κινδυνεύοντες ἀκυβερνήτως.

Θλιπτικὸν οὖν καὶ τὸ ἐξ ἀβουλίας ἀποῤῥαγῆναι ἀδελφὸν, ὥσπερ νῦν ἐπὶ τοῦ ταπεινοῦ συνέβῃ Ἀρσενίου. Πῶς γὰρ οὐ λυπητικὸν καὶ τὸ ἀσυστροφεῖν τινὰ καὶ κατακλυδωνίζεσθαι; Δίκαιον γὰρ· ἀλλ’ οὐ μέντοιγε διατοῦτο ἐγκοπτέον τῆς προθέσεως ἡμῶν καὶ τῆς διαπλεύσεως· ζητεῖν δὲ μᾶλλον καὶ τὰ διαῤῥησσόμενα συνάπτειν καὶ τὰ ἐναντιούμενα ὁμαλίζειν, καὶ πάντα ποιεῖν καὶ λέγειν πρὸς τὸ συμφέρον καὶ σωματικὸν ἡμῶν.

Διατοῦτο ὑπὲρ μὲν τῶν ὀλισθαινόντων ἀεὶ προσευχώμεθα, καὶ μάλιστα ὑπὲρ τοῦ εἰς ἀπόνοιαν ἐμπεσόντος, οὗ οἴδατε οἰηματία καὶ λαιλαπιστοῦ καὶ φενακιστοῦ. Οὐ γὰρ οὕτως μισεῖ ὁ θεὸς καὶ ἀποστρέφεται πτωματιζόμενον, ὡς τὸν ὑπερήφανον· φησὶ γὰρ καὶ ὁ Ἀδελφόθεος· Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Ἑαυτοὺς δὲ περιφρουρήσωμεν καὶ ἀσφαλισώμεθα, καὶ ἐκ στόματος ζητοῦντος καταπιεῖν ἡμᾶς δράκοντος διὰ τῆς ἀναχωρήσεως ἀποφύγωμεν, καὶ εἰς τὰς αὐλὰς τῶν ἐντολῶν τοῦ κυρίου διαμείνωμεν.

Ἐκεῖ ἐκτρεφόμενοι καὶ ἐκεῖ νομευόμενοι ἔνθα οὐ λοιμική τις καὶ νοσερὰ καὶ θανατικὴ βοτάνη, ἀλλὰ ζωηφόρος καὶ εὐεκτοῦσα καὶ λιπαίνουσα τὰς τιμίας ὑμῶν ψυχὰς· καὶ ἐκεῖ ποτιζόμενοι, ἔνθα οὐ δυσπρόσιτα πόματα καὶ πικρίζοντα τῶν ἁμαρτημάτων, ἀλλὰ γλυκερὰ καὶ ἀναπαυστικὰ καὶ θεοδώρητα νάματα.

Τὴν πέτραν ἐπέταξεν ἡμῖν ὁ θεὸς· πίνετε ὕδατα τὰ σωτήρια· τὸ μάννα οὐρανοδώρητον, ἀναλέγετε καὶ σιτίζεσθε· ἡ θάλασσα σχίζεται, διέρχεσθε καὶ πορεύεσθε καὶ περαιοῦσθε εἰς τὴν γῆν τῶν αἰωνίων ἀγαθῶν. Καὶ ἵνα μὴ μακρύνω τὸν λόγον διὰ τὸ βραχυμερὲς τῆς νυκτὸς τὰ πάντα κατέχετε, ἀπὸ παντὸς ἔργου πονηροῦ ἀπέχεστε ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΛΟΓΟΣ ΞΗʹ. Στείβειν ἀτραπὸν τὴν μέσην, μονωτάτην. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ἐξ ἀποστολικῆς προσφωνήσεως ἀπάρξομαι ὑμῖν τῆς παρούσης κατηχήσεως· Χαίρετε ἐν κυρίῳ πάντοτε. Καὶ ἵνα τί γὰρ μὴ χαρᾶς ἔμπλεοι ἐστὲ καὶ γεγηθότες πορεύεσθε· ὅτι ἠξιώθητε ἐν τῷ εὐαγγελικῷ σχήματι τούτῳ προληφθῆναι ὑπὸ τῆς προγνωστικῆς καὶ προοριστικῆς κλήσεως τοῦ πάντα ἐν τῇ ἑαυτοῦ σοφίᾳ διοικοῦντος θεοῦ; Καὶ ἀρτίως ἐν μετεώρῳ τινὶ τῆς ὑψηλῆς πολιτείας καθήμενοι περιωπῇ ἀποβλέπετε πρὸς τὰ τῶν ἀνθρώπων ταπεινὰ καὶ χαμαίζηλα, καὶ ὡς ἐν θαλάσσῃ κλυδωνιζόμενα, ἄλλοτε καὶ ἄλλως ὑπὸ τῆς φερομένης τῶν πραγμάτων ἀστάτου κινήσεως μεταφερόμενα.

Οὐδὲν οὖν ἐπίμονον, οὐδὲ τῆς αὐτῆς ἔχεται καταστάσεως, ὡς ὁρᾶτε· ἀλλὰ καὶ βασιλεῖς μεταλλάσσονται, καὶ ἄρχοντες πίπτουσι, καὶ οἱ κρατοῦντες δυνάσται γῆς, ὡς ἄνθρωποι ἀποθνήσκουσι· οἵ τε ἐγγαμιζόμενοι ὡς μικρόν τι καὶ διαζεύγνυνται, ἀφιέμενοι καὶ ἀφιέντες· τὸ κάλλος εὐμάραντον, ἡ νεότης εὐπαρακόμιστος, ἡ ἀπόλαυσις εὐδιάβατος, ὁ πλοῦτος διαῤῥυϊσκόμενος, καὶ πᾶσα κτηματικὴ κατάσχεσις ὡς σκιὰ ὀνειροπολοῦσα τοῖς κατέχειν νομίζουσιν ἀφίσταται.

Θρῆνος καὶ κοπετὸς ἐν ταῖς ἀποτυχίαις καὶ δυσπραγίαις τῶν ἐπικήρων· ἀθυμία καὶ ἀπόγνωσις ἐπὶ τῇ τῶν ἐφετῶν ἀπολειψίᾳ, δρόμος καὶ ἀγὼν ἄσπονδος ἐν τοῖς εἰκῆ καὶ μάτην σπουδαζομένοις ἢ δι’ ἐπιτυχίαν γαμικὴν, ἢ δι’ ἀξίαν ἀρχοντικὴν, ἢ διὰ κτῆσιν χρηματικὴν, ἢ διὰ νῖκος ἐπισφαλὲς, ἢ διὰ ζῆλον πλησιαστικὸν, ἢ διὰ φθόνον ἐριστικὸν, ἢ δι’ ὀλλυμένην καὶ φθοροποιὸν ἡδονὴν· καὶ οὐδενὶ σχεδὸν ἐν τοῖς ἑστῶσι καὶ μένουσι τὸ πυπτικὸν· ἀλλὰ συμφράζεται ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐξίσταται ἐν τῇ τοῦ βίου ἀπάτῃ καὶ ἐν τῷ ἀμελετήτῳ τοῦ θανάτου φθάζεται ὁ ἐλεεινὸς ἄνθρωπος, μᾶλλον δὲ ὁ λογικὸς καὶ θεοείκελος, ὡς ἄλογον καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν παρερχόμενον.

Τὰ παραυτίκα οὐχ οὕτως ἐστι τέκνα; Οἷδ’ ὅτι συμφήσετέ μοι· οὐ κατακριτικῶς, ἀλλὰ διαγνωστικῶς τὴν φύσιν τῶν πραγμάτων κατασκεπτόμενοι. Ὑμεῖς δὲ ὢ πῶς καὶ ποῦ ἐκλήθητε, ἀδελφοί μου, καὶ πῶς ἀνήλθετε εἰς τὸ ὄρος τοῦ κυρίου, καὶ πῶς θεωρεῖτε τὰ ἐξαίσια τῆς οὐρανίου διαγωγῆς;

Ἔχετε οὖν καύχημα πρὸς τὸν θεὸν μετὰ τούτων, καὶ τὸ λέγειν, ὅτι ἕνεκέν σου καὶ τοῦ εὐαγγελίου σου κατελίπομεν μητέρα καὶ πατέρα, ἀδελφοὺς καὶ ἀδελφὰς, γυναῖκα, τέκνα, συγγενεῖς, φίλους, πάντα τὰ περὶ σάρκα καὶ κόσμον καὶ τὰ τοῦ κοσμοκράτορος. Ὁ ἀναγαγὼν ἡμᾶς θεὸς εἰς τὴν περιωπὴν ταύτην κρατύνοι καὶ βεβαιώσοι ἐπὶ τὸ ποιεῖν αὐτοῦ τὸ εὐάρεστον πάντοτε ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.

Βλέπετε γὰρ, τέκνα μου, τὴν κλῆσιν οἷα καὶ πηλίκη· καὶ βλέψατε καὶ ἰχνηλατήσατε τὰς ὁδοὺς τῶν ἐν αὐτῇ περιπατησάντων ἁγίων πατέρων ἡμῶν. Ἀντὶ γῆς οὐρανὸς ἡμῖν πρόκειται, ἀντὶ γονέων ὁ θεὸς πρῶτος καὶ ἀληθινὸς πατὴρ, ἀντὶ συγγόνων οἱ συνασκηταὶ καὶ πνευματογέννητοι ἀδελφοὶ, ἀντὶ φίλων οἱ ἀσώματοι καὶ θεοειδεῖς ἄγγελοι, ἀντὶ θησαυρῶν πολλῶν ὁ πλοῦτος τῶν ἀρετῶν, ἀντὶ ὑψηλῶν ἀξιωμάτων ἡ μεγάλη καὶ ἀτελεύτητος καὶ ἀνεκδιήγητος βασιλεία τῶν οὐρανῶν, ἀντὶ φιληδονίας πορνικῆς ἡ γλυκεῖα καὶ ἀκόρεστος ἀπάθεια, ἀντὶ γαυρισμοῦ ἵππων καὶ περιουσίας παντοίας τὰ ἀπερινόητα καὶ ἄφραστα ἀγαθά. Φοβήτητε οὖν τὸν μόνον ζῶντα θεὸν, τέκνα μου, συμφράξατε ἑαυτοὺς καὶ θωρακίσασθε πνευματικῶς, καὶ ὁπλοφορήσατε ἐντολικῶς, καὶ ἀναλάβετε τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ, καὶ καταῤῥάξασθε τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου καὶ τὰ πνεύματα τῆς πονηρίας, ἵνα λέξητε μετὰ τοῦ ἁγίου Παύλου·

Τὸν ἀγῶνα τὸν καλὸν ἠγωνισάμεθα, τὸν δρόμον τετελέκαμεν, τὴν πίστιν τετερήκαμεν, λοιπὸν ἀπόκειται ἡμῖν ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει ἡμῖν ὁ κύριος ὁ δίκαιος κριτὴς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἀναβαίνουσι ἕως τῶν οὐρανῶν, ὥς φησιν ὁ ψάλλων, καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων.

Τοῦτο δὲ ἡμεῖς ἐκλαβώμεθα ψυχικῶς. Ἔστι δὲ πῶς ἡ κατὰ μικρὸν κατόρθωσις· ἀνίησι γάρ τις εἰς ἀκρότητα τῆς ἀρετῆς, καὶ διὰ τῆς ἀμελείας κάτεισιν εἰς τὸ βάραθρον τῆς ἀπωλείας. Τίνα δὲ τὰ αἴτια, ὑμεῖς ἀποκρίθητε ὧν καὶ ἡ γνῶσις, τὰ μὲν δεξιὰ ἡ χριστομίμητος ὑπακοὴ, ἡ θεοσύζευκτος ταπεινοφροσύνη, τὸ ἀπέρπερον, τὸ ἀφιλόπρωτον, τὸ ἀφιλένδεικτον, τὸ ἁπλούστατον, τὸ ἀχαιρέκακον, τὸ ἀφιλότιμον, τὸ ἀγελοίαστον, τὸ ἀκαύχητον, τὸ ἀναπόμπευτον τῆς προτέρας τοῦ βίου διαγωγῆς· ὡς ὅτι ἐγώ, φησι, ἤμην τοῦ δεῖνος· καὶ τάδε μοι ὑπῆρχε, καὶ τοιῶσδε διεπραξάμην. Ὦ τῆς αἰσχύνης· ἐν οἷς ἔδει ἐγκαλύπτεσθαι, ἐν τούτοις ὡραΐζεται, μὴ εἰδὼς τὸ θεομίμητον αὐτοῦ ἀξίωμα. Προσθήσω δὲ τοῖς προλεχθεῖσι ἐπαγόμενος καὶ τὸ σύννουν καὶ εὐκατάμικτον εἰς τὴν ἀδελφότητα, καὶ τὸ εὐαπολόγητον καὶ προσκεκυφὸς τῶν αὐχένων καὶ τῆς κεφαλῆς. Οἱ μὲν γάρ εἰσι ὡς ἱέρακες ἀνατεινόμενοι.

Ἀλλ’ ὢ τῆς αἰσχημοσύνης μετὰ τούτων καὶ τῶν βλεφάρων κάτω νενευκὸς καὶ τὸ ἀπερίκλυστον τῆς χειρὸς καὶ τοῦ ποδὸς, τὸ ἠμελημένον καὶ ῥυπῶδες τῆς ἐσθῆτος, καὶ πρό γε πάντων καὶ μετὰ πάντων, τὸ ἐξαγγελτικὸν κατὰ πᾶσαν κίνησιν τῆς ψυχῆς. Καὶ ἵνα μὴ μακρὰν ἀποτείνοιμι λόγον, καὶ ὅσα τῆς αὐτῆς ἔχετε δυνάμεως ἀριστειῶν. Τὰ δὲ εὐώνυμα ἡ τοῦ θεοῦ ἀφοβία, οὗ δὲ φόβος θεοῦ ἀπολείπεται, ἐκεῖ πᾶσα πικρία καὶ θυμὸς καὶ βλασφημία, κατὰ τὸν ἀπόστολον, καὶ τὰ ἀκόλουθα τούτων, ὀγκότης φρονήματος, οἰδησμὸς προσώπου, ἐκστροφὴ ὀφθαλμῶν, διάνοιξις μυκτήρων, δῆσις βλεφάρων, τριχὸς ἀναπηδησμὸς, ὥσπερ τινας ἔστιν, ὅτε ἐκ τῶν ἐμῶν ἁμαρτιῶν ὁρῶ καθάπερ σύας διαστρεφομένους ἐν μέσῳ τῆς ἀδελφότητος, ἀμνημονήσαντας τῶν πρὸς θεὸν συνθηκῶν καὶ τῶν φρικτῶν ὑποσχέσεων, καὶ τὸ μᾶλλον ἀπαντᾷν φοβερὸν ἡμῖν κριτήριον.

Ὢ ἀνόητοι, καὶ βραδεῖ τῇ καρδίᾳ τοῦ μὴ συνιέναι, ἐφ’ οἷς διελαλήσαμεν τὸ πρότερον, καὶ οἷα συνεταξάμεθα ἀσπάζεσθαι. Οὐχὶ ταῦτα καθωμολογησάμεθα διψῇν καὶ πινῇν, γυμνητεύειν καὶ μυκτηρίζεσθαι καὶ χλευάζεσθαι καὶ λογχεύεσθαι καὶ ἀποθνήσκειν;

Καὶ ποῦ, μάταιε καὶ ὅμοιέ μου, ὅτι πρὸς ταῦτα ἐκ μικρῶν συμβάσεων ἀνατρέπῃ. Διὰ τοῦτο ἥκατε πάντες εἰς διαλογισμὸν· συνέλθετε εἰς φόβον θεοῦ· καὶ μὴ, ἃ ἀπειπάμεθα, ἀναλαμβάνωμεν· καὶ μὴ τοὺς κοσμικοὺς κατακλαίοντες, ὑπ’ αὐτῶν ἡμεῖς καταθρηνηθῶμεν κἀντεῦθεν καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Τί ὅτι καλῇ ἅγιος; Τί ὅτι εὐλογεῖσθαι ἐπιζητοῦσιν οἱ ἄνθρωποι ὑφ’ ἡμῶν τῶν ἀγρίων καὶ ἀνευλογήτων;

Ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ταῖς εὐχαῖς τῶν πατέρων ἡμῶν συντηρήσοι καὶ τοὺς εὐθυποροῦντας ἔτι ἐν τῇ ὁδῷ αὐτοῦ, καὶ τοὺς ὑποσκελιζομένους ἐπεισάξοι εἰς τὰς τρίβους τῶν ἐντολῶν αὐτοῦ· καὶ δώῃ μετὰ τῶν προειρημένων ἀπέχεσθαι ὑμᾶς καὶ γελοίου παντὸς καὶ τῆς ὀλεθρίου παῤῥησίας καὶ τῆς συμπλησιάσεως καὶ κροτήσεως σαρκὸς χειρῶν· ὡς γὰρ μὴ ἀκούσαντές τινα τὸ παράπαν τῶν τοιούτων παραγγελμάτων ὀλισθαίνουσι πειραζόμενοι. Ἀλλ’ ὑμεῖς μὲν ἅπαντες σώθητε καὶ σώζοισθε εὖ οἶδ’ ὅτι, εὔξασθε καὶ ἐμοὶ τῷ ἀσώτῳ καὶ αὐτοκατακρίτῳ, μὴ ἐμβληθῆναι εἰς κάμινον πυρὸς αἰωνίου· ἀλλὰ ποῦ ποτε σὺν ὑμῖν ἔσχατον εὑρεθῆναι εἰς ζωὴν ἀτελεύτητον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΛΟΓΟΣ ΞΘʹ. Πράξεις μιμεῖσθαι τῶν ὁσίων πατέρων. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ἀξίως μὲν ὑμῶν οὐκ εἰμὶ οὐδὲ εὑρίσκομαι ἐκπληρῶν τὴν καθήκουσαν ἐπιστασίαν ἐφ’ ὑμῖν, πλὴν ὅτι μέριμνά μοι καὶ φροντὶς περὶ πάντων ὑμῶν οὐ μικρὰ, ἀλλὰ καὶ ἀδολεσχία καὶ διανόησις καὶ θροησμὸς καὶ ἀνατιναγμὸς τῆς καρδίας μου· οὐκ οἶδα δὲ μή τι καὶ πρόσκομμα οἷον καὶ τὸ φθάσαν χθὲς καὶ τρίτην ἡμέραν· οὐχὶ γὰρ ὁ ἐχθρὸς καὶ πολέμιος προσραγεὶς ἀφήρπασεν ἕνα ἀδελφὸν ἐκ τῆς θεολέκτου στρατείας ἡμῶν; ἀλλ’ ἐκεῖνος μὲν ἐπανήχθη χάριτι Χριστοῦ. Τί δὲ τἆλλα; Οὐχὶ καθημέραν μετὰ τοσαύτης καὶ τηλικαύτης ἐπείξεως αὐτοῦ τοῦ ταπεινοῦ ἡμῶν λόγου, θείας τε ἀναγνώσεως καὶ πατρικῆς ἐντεύξεως, προσευχῆς τε ἀεννάου, καὶ κανονικῆς ἐπιστήμης· ἔτι ἀστασίαι καὶ μικροψυχίαι, γογγυσμοί τε καὶ παρακοαὶ, ὑπερηφανίαι τε καὶ κενοδοξίαι, ἀργολογίαι τε καὶ παῤῥησίαι, ὕπνοι τε βαρεῖς καὶ ἐπ’ αὐτοῦ τοῦ κανόνος· ἀβλεψίαι τε καὶ χλιαρότητες, ἀνυπομονησίαι τε καὶ ὀλιγοψυχίαι τῶν τινῶν.

Οὐ γὰρ ἁπάντων κατηγορήσω· οὐ γὰρ θέμις. Εἶθα τί με οἴεσθε ἐν τούτοις γίνεσθαι; καὶ ὁπόσον ἀθυμεῖν καὶ καταδύεσθαι καὶ ἀπολέγειν τῆς ἐμαυτοῦ ζωῆς; Τὸ δὲ αἴτιον, ὡς εἴρηται, αἱ ἐμαὶ ποικίλαι καὶ μυρίαι ἁμαρτίαι εἰσίν.

Ἀναβλέψατε οὖν, τέκνα, εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε πῶς ἐβίωσαν οἱ πατέρες ἡμῶν· ἐπίγνωτε τὸ πολυχρόνιον αὐτῶν τῆς καρτερίας, καὶ ἀνένδοτον τῆς ὑπομονῆς· ἤσκουν οὐχ ἕνα ἢ δύο ἐνιαυτοὺς, οὐδὲ μέχρι δεκάδος· ἀλλ’ ὁ μὲν τόσα, ὁ δὲ τόσα ἔτη ἡσυχάζων· οὗτος ἢ ἐκεῖνος ὑποτασσόμενος, ἢ ἕτερος εἰς τήνδε τὴν διακονίαν ἀποτεταγμένος, ἢ ὁ μὲν εἰς τήνδε τὴν ὑπηρεσίαν προβεβλημένος· καὶ ἡ προθυμία ἦν ἐν αὐτοῖς ζέουσα, πᾶσαν ἐκτέμνουσα διψυχίαν καὶ ὁδοποιοῦσα τὰ κατὰ θεὸν διαβήματα τῇ ψυχῇ, ἀποδείκνυντο ἐκ τῶν ἐν κόσμῳ πρὸς τὰ οὐράνια· καὶ ἐλάμβανον φῶς ἀγαθὸν ἀτενίζοντες τοῖς νοεροῖς ὀφθαλμοῖς· καὶ γλυκέα ἦν αὐτοῖς τὰ πικρὰ τοῦ κατὰ θεὸν βίου, καὶ τὰ τραχέα καὶ ἀνώμαλα τῶν εὐσεβῶν ἐπιτηδευμάτων, λεῖα καὶ εὐβαδῇ. Μνημονεύεις ὁ ἀκούων τοῦ μεγάλου Ἀντωνίου· τοῦ πεφωτισμένου Εὐθυμίου· τοῦ ἡγιασμένου Σάβα· τοῦ τρισμάκαρος Θεοδοσίου· τοῦ ἀοιδίμου Ἱλαρίωνος· τοῦ ἰσαγγέλου Ἀρσενίου;

Εἰ βούλει καὶ τοῦ ἡγιασμένου Θεοδώρου· τοῦ πανυμνήτου Δοσιθέου· τοῦ εὐλογημένου Δομετιανοῦ· τοῦ ἠγαπημένου Ἀββακύρου· τοῦ ὁσιωτάτου Μηνᾶ· τοῦ θεοφιλοῦς Ἀκακίου καὶ τῶν σὺν αὐτοῖς; Πῶς ἔσομαι μετὰ τοῦ Ἰὼβ, φησὶν ὁ μέγας Βασίλειος ἐν τισί που τῶν ἱερωτάτων αὐτοῦ λόγων, ὁ μηδὲ τὴν τυχοῦσαν θλίψιν μετ’ εὐχαριστίας ὑπενεγκών.

Καὶ αὖθις· πῶς ἔσομαι μετὰ τοῦ Δαβὶδ, ὁ μὴ πρὸς τὸν πολέμιον γενναίως ἀγωνισάμενος; Κἀγὼ ἡμῖν ἐπιλέγω, ὦ τέκνα· πῶς ἔσῃ σὺ ἢ ἐγὼ μετὰ τῶν προειρημένων, ἐὰν μὴ τοῖς ἴχνεσιν αὐτῶν ἐπακολουθήσωμεν, ἐὰν μὴ ἀφομοιωθῶμεν τῷ βίῳ αὐτῶν, καθόσον δυνατόν;

Ὁ ταπεινούμενος τοίνυν καὶ εἰς βυθὸν ἑαυτὸν ἑκάστοτε καταβιβάζων ταπεινοφροσύνης, εἰς οὐρανοὺς ἀνέρχεται· ὁ ὑπακούων ἀδιακρίτως καὶ συνωθούμενος πρὸς πᾶσαν εὐπείθειαν, ὑιὸς θεοῦ κληθήσεται· ὁ ἀμετακίνητος καὶ ἀδιάσειστος, τῆς ἐπὶ θεῷ μαρτυριομολογίας αὐτοῦ, καὶ μὴ κλέπτων ἑαυτὸν καὶ ἀφαρπάζων τῶν λοιπῶν ἀδελφῶν μετὰ Παύλου ἀνθομολογήσεται λέγων· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; θλίψις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ διωγμὸς καὶ τὰ ἐξῆς· ὁ ἀπροσπαθῆς καὶ ἀσύνδετος ταῖς τε γονικαῖς ἀγαπήσεσι καὶ ταῖς συγγενικαῖς καὶ κοσμικαῖς σχέσεσι, παῤῥησιάσεται μετὰ τοῦ ἁγίου Δαβὶδ, φάσκων· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου· ὁ πᾶσαν ἡμέραν ἐν κατανύξει καὶ φόβῳ ῥημάτων θεοῦ, καὶ ἐννοίᾳ θανάτου καὶ μεταστάσεως θεωρίᾳ ἑαυτὸν ἐπιστρέφων ἐπιλέξει·

Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργα κυρίου· ὁ τὰς ἐντολὰς καὶ τοὺς κανόνας φυλάσσων, καὶ ἐν εὐλαβεῖ καταστάσει, καὶ εὐκαίρῳ σιωπῇ, καὶ εὐκαίρῳ λαλιᾷ παριστῶν ἑαυτὸν, στεφανηφορήσει ἐν οὐρανοῖς.

Καὶ λοιπὸν, ὦ τέκνα, εἴ τί μου πείθεσθε καλῶς συμβουλεύοντι καὶ οὐκ ἀπατῶντι, κράζων βοῷ μεγάλῃ τῇ φωνῇ· Ἕως καιρὸς ἐνδοίη καὶ ἕως ἡ πανήγυρις πάρεστι, καὶ ἕως οἱ ἁρπασταὶ τῆς βασιλείας τῶν οὐρανῶν δύνανται βιάζεσθαι, ἀγωνισώμεθα, ἀνακτησώμεθα ἑαυτοὺς, ἀναδράμωμεν, ἀνυψωθῶμεν, ἀναθεωρήσωμεν, ἀναλαβώμεθα, τελειωθῶμεν ἐν ἁγίαις ἀναστροφαῖς, καθὼς γέγραπται· οὐκ οἴδαμεν γὰρ τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ κύριος ἔρχεται· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΛΟΓΟΣ Οʹ. Μὴ δεῖν ὁμιλεῖν ἐν μονῇ κόσμου πράγη. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Ἡ ἐπιθυμία τῆς ἀκροάσεως ὑμῶν, προθυμότερόν με ποιεῖ περὶ τὴν κατήχησιν· καὶ διανιστῶ τὴν ἐμαυτοῦ καρδίαν πάλιν τὰ κοινωφελῆ λαλεῖν, καὶ τῶν αὐτῶν ἔχεσθαι λόγων.

Ἐμοὶ οὖν οὐκ ἐξὸν ἦν ἐν τοιούτῳ βαθμῷ εἶναι, οὐδὲ τοιαῦτα ἐγχειρίζεσθαι· γινώσκω γὰρ τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τοῦ θεοῦ· ἀλλ’ ἐφ’ ὅσον παραχωρήσει αὐτοῦ, οὐ γὰρ ἂν εἴποιμι, εὐδοκίᾳ προΐσταμαι, δέον ἐπιβάλλειν τὴν ἐμαυτοῦ δύναμιν, καὶ μὴ ἀποσιωπᾶν τὸ καθόλου, νουθετοῦντος καὶ κοινῶς καὶ ἰδίως ἕνα ἕκαστον ὑμῶν, καὶ φανεροῦντος ὅποι πορευτέον τὴν φωτεινὴν ὁδὸν τῶν ἐντολῶν αὐτοῦ· καὶ ὅθεν παραφυλακτέον, ἵνα μὴ παραῤῥυῶμεν ἐκτραπέντες τῆς ἀληθείας· πολλοὶ μὲν οὖν ἐξ ὑμῶν γινώσκετε καὶ ἐξεδιδάχθητε, καὶ τάχα περὶ ὑμῶν οὐ πολλὴ χρεία· πλὴν διὰ τοὺς ἄλλους καὶ πρὸς ὑμᾶς εἰρεῖσθαι οὐκ ἀνόνητον.

Παρέρχονται οὖν αἱ ἡμέραι ἡμῶν καὶ ὑποδαπανᾶται ὁ χρόνος τῆς ζωῆς ἡμῶν, καὶ ἐγγίζομεν εἰς τὸ τοῦ θανάτου κατάλυμα· καὶ οὐκ οἴδαμεν, εἰ ἐσμὲν εὐτρεπισμένοι, καὶ ἡτοιμασμένοι, τὰ ἐφόδια τῆς ἐκεῖσε ὁδοῦ περιποιησάμενοι.

Χρόνος περίππευσε τοίνυν ἐξότου ἀδελφὸς ἡμῶν ἐκοιμήθη· καὶ τάχα, ὡς λήσμονες τοῦ θανάτου γεγόναμεν. Προσέχετε, ἀδελφοὶ, ἄφνω γὰρ σήμερον τυχὸν ἢ αὔριον πεπλήρωται ὁ τῆς ζωῆς ἡμῶν ὅρος, ὃν ἔπηξεν ἡ δικαία τοῦ θεοῦ ψῆφος· καὶ ἐξαποστέλλεται ἄγγελος ἀπ’ οὐρανῶν, ἵνα λύσῃ ἡμᾶς, ὡς ἐκ δεσμῶν, τῆς φρουρᾶς τοῦ σώματος, ἵνα ἀπαγάγῃ πρὸς τὸν κτίσαντα θεὸν καὶ ζωοπλαστήσαντα. Οἷοι τοίνυν ὀφείλομεν εἶναι παρατεταγμένοι, νουνεχεῖς, μεμελετημένοι, ἀπηκριβωμένοι κατὰ τὰς ἐννοίας, κατὰ τοὺς λόγους, κατὰ τὰς πράξεις· καὶ ἐγγύθεν ἡμῖν τὸ παράδειγμα· ἀναμνημονεύσωμεν γὰρ τοῦ ἀοιδίμου ἐκείνου Ἡσυχίου τοῦ Χωρηβίτου, πῶς τῇ ἐναργεῖ αἰσθήσει τῆς μεταστάσεως μετὰ τὴν ἀπόζευξιν ἐκεῖνο τὸ ἀοίδιμον ἀπεφθέγξατο, ὡς οὐδεῖς θάνατον ἐγνωκὼς δυνήσεται ἁμαρτῆσαί ποτε. Ἀναμνησθῶμεν δὲ κᾀκείνου τοῦ πατρὸς· πῶς ἐπειδὴ εἶδε τὸν ἀδελφὸν γελάσαντα, ὡς θαμβούμενος καὶ ἠπορηκὼς· Τί ἆρα ἔχει ὁ ἀδελφὸς οὗτος, φησιν, ὅτι γελᾷ; Φόβος οὖν πάρεστι μέγας καὶ κριτὴς ἀνερμήνευτος, καὶ ἐξετασμὸς ἀπαραλόγιστος, καὶ βάσανοι ἀτελεύτητοι, καὶ πικρὸς ὁ σκώληξ, καὶ δριμὺς ὁ τάρταρος, καὶ ἀφεγγὲς τὸ σκότος, καὶ ἄσβεστον τὸ πῦρ, καὶ τὸ χάος ἀπέραντον, καὶ τὰ χάσματα πληκτικὰ καὶ βαθύτατα, καὶ οἷα οὐ παραστήσει λόγος, οὐδὲ παραδέξεται ἀκοή.

Καὶ τίς διηγήσεται τὸ ὑπερβάλλον καὶ ὑπερέχον τῶν δειχθησομένων καὶ φανθησομένων ἐν τῇ ὥρα ἐκείνῃ, ἐν ᾗ ἐμφανῶν ἥξει ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεταί, φησι, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα.

Προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. Ἆρα τότε ποῖοι φανθησόμεθα, καὶ πῶς ἴδωμεν ἀλλήλους, καὶ ποῦ ταχθησόμεθα; Πρὶν οὖν εἰσέλθωμεν εἰς πεῖραν τῶν τοιούτων, τῷ φόβῳ τῆς προσδοκίας, ὡς ἤδη παρόντα καὶ ἴδωμεν καὶ μελετήσωμεν· ἵνα ἥκοντα, εὔκολα ἡμῖν γένηται· καὶ δυνηθῶμεν διελθεῖν ἐκεῖνο τὸ ἀνυπόστατον τῶν προσδοκωμένων.

Ναὶ, δεσπόται μου καὶ ἀδελφοί μου, ναὶ κύριοι καὶ σωτῆρες τῆς ταπεινῆς μου ψυχῆς, ἐγὼ μὲν οὖν οἶδα, ὅτι κατὰ τὰ ἔργα μου ἀπόπεμπτος γενήσομαι τῆς βασιλείας τῶν οὐρανῶν· ὑμεῖς δὲ εἴπερ τὴν πρόθεσιν ὑμῶν καὶ τὴν ἀποταγὴν· ἣν καλῶς ἀπετάξασθε τελειώσετε· τὰς ἡδονὰς νεκρώσαντες, καὶ τὸ σῶμα ἁγνὸν τηρήσαντες καὶ τὸ ἀδιάσπαστον τῆς ὁμολογίας φυλάξαντες, κληρονόμοι θεοῦ ἔσεσθε, καὶ υἱοὶ φωτὸς, καὶ υἱοὶ ἡμέρας, ὡς ἄγγελοι μετὰ ἀγγέλων συναυλιζόμενοι καὶ τῶν ἁγίων ἁπάντων. Δέξασθε οὖν τέκνα μου, νεῦρα ἰσχύος καὶ δυνάμεως· καὶ ἀνορθώσατε τὰ τῆς ψυχῆς γόνατα ἵνα δύνησθε καλῶς βαδίζειν τὴν ὁδὸν τοῦ θεοῦ. Δέξασθε πνεῦμα σωφροσύνης. Δέξασθε πνεῦμα εὐταξίας. Πάντες κοινῇ ἀνεγερθῶμεν προθύμως πρὸς πάντα· ἀποθώμεθα τὸ ῥάθυμον, τὸ ὀκνῶδες· δράμωμεν πρὸς τὰς προσευχὰς, πρὸς τοὺς ὄρθρους, πρὸς τὰς ψαλμῳδίας, πρὸς τὰς ὑπακοὰς, πρὸς τὰ ἐργόχειρα. Φυλάξωμεν τὰς κοσμικὰς ὁμιλίας· τοῦτο γὰρ ὁρῶ λυμαινόμενον οὐκ ὀλίγους ὑμῶν. Τί ὑμῖν καὶ τὸ λαλεῖν τὰ τῶν ἀνθρώπων; Διὰ τοῦτο ὁ ἅγιος Δαβὶδ διὰ τοὺς λόγους τῶν χειλέων σου, φησὶ πρὸς τῶν κύριον· ἐν τῷ μὴ λαλεῖν τὰ τοῦ κόσμου. Ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς; Καὶ γὰρ σκληρόν ἐστι τὸ ἀσκητικὸν, καὶ τὸ μὴ διηγεῖσθαι τὰ τῶν ἀνθρώπων, καὶ τὰ τῶν πόλεων, καὶ τὰ τῶν βασιλέων, καὶ τὰ καθ’ ἑκάστην ἡμέραν γενόμενα ἐν τῷ κόσμῳ τούτῳ.

Τέως ἐγὼ μηδὲν ἔχων ἀγαθὸν ἄλλο, εἰ ἐπέτυχον συνεργοῦντος μοί τινος, ἀπ’ αὐτοῦ ἐλεγχόμενος καὶ μόνον ἐκεῖνα ὁμιλεῖν ἐθέλοντος, ἃ ὁμιλοῦσιν ἅγιοι καὶ δίκαιοι καὶ ὅσιοι καὶ πατέρες φυλάξασθαι εἶχον, μὴ ταχὺ ἐκβάλλειν λόγον ἐκ τοῦ πονηροῦ μου στόματος ἐπὶ τοῖς μὴ προσηκοῦσι. Μὴ ἀπομένετε οὖν καὶ αἰτιᾶσθε τὰ πράγματα ψευδολόγως ἐκ τοῦ κανόνος· ἐνεργεῖτε τὰ ἐγκείμενα ἐπιτίμια, ἀδελφοί, ἵνα μὴ ἐπιτιμηθῆτε αἰώνια, ἔῤῥωσθε οἱ ἀσθενοῦντες· ἀνεγέρθητε οἱ ὀλισθαίνοντες· εὐλογία κυρίου ἐφ’ ὑμᾶς· ἡ χάρις τοῦ κυρίου ἐπὶ τὰ στόματα ὑμῶν· ἡ ἰσχὺς τοῦ ὑψίστου ἐπὶ τὸν κάμνοντα· νίκη Θεοῦ ἐπὶ πάντας ὑμᾶς· ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.