Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχητικὸς λόγος ὁ μέγας

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΛΑ΄-Μ΄: Ο πνευματικός αγώνας της Αγίας Τεσσαρακοστής και η ποιμαντική μέριμνα

Διδασκαλίες επικεντρωμένες στην περίοδο της Μεγάλης Τεσσαρακοστής, την αληθινή νηστεία, την εν γένει άσκηση των αρετών και την επιμελή ποιμαντική καθοδήγηση εκ μέρους του ηγουμένου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 4 από 12

ΚΑΤΗΧΗΣΙΣ ΛΑʹ. Ὅτι χρὴ προσέχειν ἑαυτοῖς ἐν τοῖς διαφόροις βρώμασι, καὶ περὶ ἐγκρατείας. Ἀδελφοί μου καὶ πατέρες· ἐὰν καθ’ ἑκάστην ἡμέραν τὸ ῥυπαρὸν ἡμῶν στόμα ἀνοίγωμεν πρὸς ὑμᾶς, ὦ τέκνα πεποθημένα καὶ σεβάσμια, οὐκ ἀρκετὸν ἡγούμεθα διὰ τὸν περιόντα ἡμῖν πόθον καὶ τὴν ἐπὶ τὸ σῴζεσθαι ὑμᾶς ἐπικειμένην ἡμῖν φροντίδα· εἰς τοῦτο γάρ, κἂν ἁμαρτωλοί ἐσμεν, ἀδολεσχοῦμεν νύκτα καὶ ἡμέραν, καὶ περὶ τούτου καταγινόμεθα καὶ τοῦτο ἀναπνέομεν, καὶ τοῦτο ἐφιέμεθα, καὶ τοῦτο ἐκζητοῦμεν, καὶ τοῦτο ἡ ζωὴ ἡμῶν καὶ ὁ ἐπαινετὸς θάνατος. διὸ καὶ τὸ νῦν, ἐξερχομένων τῶν ἀδελφῶν, ἀνεπνεύσαμεν, εὑρόντες τὸ συλλαλεῖν ὑμῖν ἐν τοῖς γράμμασι.

Πῶς τοίνυν, ἀδελφοὶ ἡγιασμένοι, ἐπασχάσατε; καὶ πῶς διέρχεσθε ἐν εὐσεβείᾳ τὰς τῆς ἁγίας ἀναστάσεως θεοφωτίστους ἡμέρας; οἶδα δέ, ὅτι καθαίρεσθε καὶ φωτίζεσθε, καὶ ὑψοῦσθε καὶ ἁγιάζεσθε, καὶ τελειοῦσθε ἐν τῇ χάριτι τοῦ κυρίου μου, ἔχοντες τὸ εἰς ἀλλήλους ὁμονοητικὸν καὶ διεγηγερμένον ἐν πᾶσι καὶ μεγαλοπρόθυμον· τοῦτο γὰρ ἐπιδηλοῦσιν αἱ διαφόρως ἐπεισερχόμεναι ἐπιστολαὶ ὑμῶν, ἀναγγέλλουσαι ἡμῖν τὸ τῆς πίστεως κραταιὸν ὑμῶν καὶ τὸ τῆς ἀρετῆς ὑψηλότατον. καὶ γοῦν κύριος ὁ θεὸς ἡμῶν, ὁ οὕτως ὑμῖν ταῦτα χαρισάμενος καὶ ἐν τοιούτοις ὑμᾶς κατορθώμασι στηριξάμενος, πλειόνως καὶ μειζόνως καὶ διαρκεστάτως διατηρήσοι καὶ διαφυλάξοι ὅλους ὑμᾶς τοὺς ἐμοὺς φωστῆρας καὶ λαμπτῆρας, ὀφθαλμούς τε καὶ βραχίονας καὶ εἴτι ἄλλο τῶν ὁσιωτάτων. βλέπετε τοίνυν, τέκνα μου, καὶ ἀπὸ τοῦ παρόντος, ὅτι τὸ καλὸν καὶ δύσκτητόν ἐστι καὶ τοῖς μὴ προσέχουσιν εὐάλωτον, καὶ τὸ πολυχρονίως εὑρεθὲν ῥᾳδίως διὰ μικρᾶς ἀμελείας διαφεύγοιεν. προσέχετε ἑαυτοῖς ἀπὸ τοῦ ἐνεστῶτος καιροῦ, ὅτι ἐαρινός ἐστι καὶ τοῦ σώματος κινητικός, καὶ ἡ σὰρξ ἡμῶν γῆ οὖσα ζητεῖ γηΐνως ἐνεργεῖν. ἡ τοίνυν γῆ κοπριζομένη καὶ πιαινομένη ἀναφύει καὶ βλαστάνει καὶ ἀνθοφορεῖ. καὶ ἡ σὰρξ τὸ αὐτό, τοῖς διαφόροις βρώμασι καὶ πόμασι πιαινομένη. ἀνάγκη τὰς τῶν παθῶν ἀκάνθας ἀναβράζειν.

περιλάβετε ταύτην καὶ ὑπωπιάσατε ἀποστολικῶς, καὶ πρόνοιαν αὐτῆς εἰς ἐπιθυμίαν μὴ ποιεῖσθε, ἀλλὰ τὰ δέοντα καὶ αὐτάρκη χορηγοῦντες μένετε ζῆν ἐν τῷ πνεύματι.

Λοιπὸν μέτρον καὶ ἐπὶ τοῦ ἄρτου καὶ ἐπὶ τοῦ οἴνου. καὶ ὁ μὲν οἶνος, εἰ καὶ δίδοται εἰς πόσιν, ἀλλὰ κατὰ μικρὰν παρηγορίαν καὶ ἐν καιροῖς ἑορταστικοῖς καὶ ἐν τοῖς κοπωδεστέροις ἔργοις, ἢ ἐν τοῖς νοσηλευομένοις, ἢ ἐν τοῖς ἀθυμοῦσι καὶ ἐν τοῖς πρὸς ὁδὸν ἀπαίρουσιν, ἐπεὶ ἐπὶ τῶν ἄλλων ὀφείλει λαμβάνεσθαι μέχρι μιᾶς κράσεως, ἢ καὶ δύο τὸ πολύ· τὸ γὰρ Γεροντικὸν τί ἀσφαλίζεται, οἴδατε. οὐ τοίνυν ἀπείργειν ὑμᾶς βουλόμενος τῶν βρωμάτων, τέκνα μου, ταῦτα λέγω (καταργείσθω γὰρ τὰ βρώματα, κατὰ τὸν ἀπόστολον), ἀλλὰ τὴν ὄντως τροφὴν ὑμᾶς ἐφιέμενος ἔχειν, διὰ τοῦτο ἐν ὑπομνήσει τίθημι τοὺς λόγους. θέλω ὑμᾶς ἐσθίειν καὶ πίνειν, ἀλλ’ ἁρμοδίως καὶ θεοπρεπῶς καὶ σωστικῶς, πρός τε δύναμιν τοῦ σώματος, διὰ τὰ πρὸς χρείαν κατεπείγοντα ἔργα. ἢ οὐκ οἴδατε, ὅτι ἀντὶ τῆς ἐγκρατείας ταύτης καὶ ἀποστερήσεως τῶν τοῦ κόσμου ἡδέων, κρεοφαγιῶν καὶ οἰνοποσιῶν καὶ λουσμάτων καὶ θερμασμάτων καὶ καρυκευμάτων καὶ ζωμευμάτων, ἑτοιμάζεται ὑμῖν ὁ θεῖος ἐκεῖνος Παράδεισος, ὁ ἔχων “τὸ ξύλον τῆς ζωῆς” καὶ τὸ ὕδωρ τῆς ἀθανασίας, καὶ τὸν γλυκασμὸν τοῦ πνεύματος καὶ τὸ ἀμήχανον καὶ ἀπερινόητον κάλλος τῆς εὐχροίας τῶν ἀῤῥήτως θεωρουμένων αἰωνίων ἀγαθῶν; ὑμῖν τὸ ἀπολαύειν καὶ τρυφᾶν ἐκεῖσε ταμιεύεται· ἐκεῖ φθάζοντες ἔτι μικρὸν ὅσον διὰ θανάτου φάγεσθε καὶ πίεσθε ἀκορέστως καὶ αἰωνίως.

καὶ γὰρ ἐνταῦθα, τέκνα μου, ἐὰν ἐπ’ αὐτῶν τῶν βασιλευόντων λάβωμεν, οὐ τρυφὴ ἀλλὰ τροφὴ σκωλήκων ἡ ἀπόλαυσις αὐτῶν, οὐδὲ εὐζωΐα, ἀλλὰ δυσζωΐα ἡ ἄνεσις αὐτῶν, οὐδὲ χαρά, ἀλλὰ λύπη ἡ χαροποίησις αὐτῶν, οὐδὲ κατάσχεσις, ἀλλὰ ἀπόσχεσις ἡ κληρονομία αὐτῶν.

Καὶ ὄντως “ματαιότης ματαιοτήτων” ἡ εὐδαιμονία αὐτῶν. οὕτως ὁ μείζων αὐτῶν βασιλεύσας καὶ τῶν ἡδέων τοῦ κόσμου ἀπολαύσας προείρηκε Σολομών. ἔχετε δὲ ὑμεῖς τὴν φίλην ὑμῶν ἐγκράτειαν, τὴν σύζυγον ὑπακοήν· τὰς θυγατέρας τοῦ κυρίου, τὴν ἁγνείαν, τὴν παρθενίαν, τὴν ἐλεημοσύνην· τὰς ἱερὰς νεάνιδας, τὴν κατάνυξιν, τὴν ταπείνωσιν. ἀναβλέψατε εἰς τὸν οὐρανὸν ἄνω καὶ ἴδετε ποῦ ἡ κατοικία ὑμῶν καὶ ποῦ ἡ κεφαλὴ ὑμῶν, ὁ Χριστὸς καὶ ὁ κοινὸς πατὴρ πάντων, καὶ ἡ πόλις ὑμῶν, ἡ ἄνω Ἱερουσαλήμ, ἡ μήτηρ Παύλου καὶ Πέτρου καὶ τῶν κατ’ αὐτοὺς ἁγίων. ὄντως, ἐὰν ἐπιμείνητε, ἐνικήσατε· ἐὰν διαρκήσητε, ἐστεφανώθητε· ἐὰν οὕτω τελειωθῆτε, ἀνοιγήσονται ὑμῖν αἱ πύλαι τῆς βασιλείας τῶν οὐρανῶν καὶ τότε μου μνημονεύσετε τοῦ τάλανος καὶ ἀσώτου, ὅλως ὁρῶντες, μὴ εἰς κρίσιν ἀποπεμπόμενοι. ἀλλὰ δεήθητε καὶ ὑπὲρ ἐμοῦ, ὦ τέκνα μου, ἵνα με ὁ θεὸς σὺν ὑμῖν διασῴζων διασώσῃ καὶ δῷ πνεῦμα συνέσεως καὶ καταρτισμὸν ψυχῆς, εἰς τὸ ἀναμέσον ὑμῶν θεοπρεπῶς ἀναστρέφεσθαι.

Ταῦτα μὲν ἐν τῷ τέως ἐλαλήσαμεν. ἔπειτα καὶ ὁ οἰκονόμος, ὡς προέγραψα, ἐξελεύσεται· ὑμεῖς δὲ εὑρίσκοντές τινας γραμματοφόρους, μὴ διαλίπητε ἀντιπέμποντες ἡμῖν τὰ καθ’ ὑμᾶς, ὅπως ἔχει, καὶ ἀγωνίσασθε, τέκνα μου, εἰς τὰ ἔργα τῶν χειρῶν ὑμῶν, εἰς ἐπιμέλειαν τῶν κτηνῶν, τῶν χωρῶν, τῶν ἀμπελώνων, πάντα εὐσχημόνως καὶ κατὰ τάξιν ποιοῦντες. ἡγοῦ καλῶς, τέκνον Ἀκάκιε. ἅπαντες ὑμεῖς οἱ λοιποὶ ἀδελφοί μου ἐνθέως ἕπεσθε τῷ προάγοντι, ἵνα εὖ ὑμῖν γένηται πᾶσιν, καὶ ἔσεσθε τέκνα φωτός. ἄρτι δὲ σὺν τῷ ἀββᾷ Ἀμμωνίῳ ἀπεστείλαμεν καὶ τὸν ἀββᾶν Βαρθολομαῖον καὶ ἐπιτηρητήν, ὡς τέκνον ἡμῶν, ἐπὶ ταῖς παρισταμέναις χρείαις· συμφθάζει δὲ μικρὸν τί ποτε ἐξελθεῖν καὶ τὸ σκάφος μετὰ τῶν χρειῶν ὑμῶν. ἵνα δὲ γινώσκητε, ὅτι καὶ ἀδελφοὺς ὑπεδεξάμεθα, οὐ μὴν ἀλλὰ καὶ τὸ σχῆμα ἔχοντας· ἐξ ὧν εἷς ἐστι καὶ ὁ ἀββᾶς Ἐφραίμιος, τῆς πόλεως γεγονὼς περιφανὴς ἄνθρωπος καὶ ἀνὴρ εὐσεβὴς καὶ ζητῶν τὸν θεόν. εὔξασθε, ἵνα ἐν κυρίῳ καταρτίζωνται. προσαγορεύει ὑμᾶς ὁ κύριος καὶ πατήρ μου καὶ πατὴρ ὑμῶν, ὁ οἰκονόμος, ὁ παροικονόμος, ὁ πρωτοπρεσβύτερος Ἀθανάσιος, ὁ ἐπιστημονάρχης Βαρσανούφιος, ἡ λοιπὴ πᾶσα ἀδελφότης. ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΛΒʹ. Περὶ τοῦ εὐχαρίστως φέρειν τὰ λυπηρὰ τῆς κατὰ Χριστὸν ἡμῶν ζωῆς. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, πρὸς τὰς ἐμαυτοῦ πράξεις ἀφορῶν, ὅτι πονηραί εἰσιν, οἶδ’ ὅτι οὐδὲν ὁ ἀσθενής μου λόγος ἀνύσειε προσφερόμενος ὑμῖν. ἀλλ’ ἵνα μὴ ἀκούσαιμι “πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις”, ὅπερ εἴρηται ἐν τοῖς Εὐαγγελίοις, διὰ τοῦτο ἐπείγομαι, συλλαμβάνων τὴν εὐχὴν τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν εἰς ἐπικουρίαν, λαλεῖν καὶ ὑπομνήσκειν ὑμᾶς τὰ δέοντα, καὶ πιστεύω ὅτι τῇ καλῇ ὑμῶν τῇ πρὸς τὰς ἐντολὰς τοῦ θεοῦ ἐπείξει καὶ προαιρέσει καὶ τὸ ἐμὸν ἄχρηστον χρήσιμον ἐναποδείξετε.

Μοχθεῖτε οὖν, τέκνα μου, καὶ ἀγωνίζεσθε, καὶ πρὸς τὰ ἐπερχόμενα λυπηρὰ τῆς κατὰ Χριστὸν ὑμῶν ζωῆς μὴ ξενοπαθεῖτε, ὡς παρὰ προσδοκίαν ἐρχόμενα· μὴ γὰρ οὐ τοῦτο ὡμολογήσατε, ἐληλυθότες ἀπὸ τοῦ κόσμου, κατενώπιον θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων αὐτοῦ καὶ πᾶσαν θλῖψιν καὶ στενοχωρίαν ὑπομεῖναι διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, τοῦτο μὲν καὶ ἐν πείνῃ καὶ δίψῃ, τοῦτο δὲ καὶ ἐν ψύχει καὶ γυμνότητι, ἐν ὕβρεσί τε καὶ ὀνειδισμοῖς καὶ τοῖς ἄλλοις ἀσκητικοῖς; λοιπὸν οὐ ξένον τι, ἀλλὰ τὸ ἤδη ὁμολογηθὲν ὑμῖν συμβαίνει, ὁσάκις ἂν καὶ συμβαίη. τί δὲ ἐντεῦθεν τὸ κέρδος; βασιλείας οὐρανῶν κληρονομία, τῶν αἰωνίων ἀγαθῶν εὐφροσύνη, ἀθανασίας ἀπόλαυσις, ζωῆς ἀϊδίου μακαριότης, υἱοθεσία, τρυφὴ παραδείσου, εἴτι ἄλλο ἐστὶ καὶ λέγεται.

Ὄντως οὖν ἀξίως πρὸς ταῦτα ἀνέκραγεν ὁ μέγας ἀπόστολος, ὅτι “οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς”, καὶ τότε ἐκεῖνος τὴν οἰκουμένην ὅλην διοικῶν καὶ ὡς ἐν μέσῳ λεόντων καὶ ἄρκτων καὶ πάρδων καὶ λύκων ὑπὸ τῶν ἀπίστων ἑλκόμενος καὶ περιαγόμενος, δακνόμενός τε καὶ σπαρασσόμενος, μετὰ τοῦ πεινῆν καὶ διψῆν αὐτὸν νύκτωρ τε καὶ μεθ’ ἡμέραν ταῖς ἰδίαις χερσὶν ἐργάζεσθαι πρὸς τὸ μὴ ἐπιβαρεῖν τινα, ἀλλ’ αὐταρκεῖν αὑτῷ τε καὶ τοῖς οὖσι μετ’ αὐτοῦ ταῖς κατὰ τὸ σῶμα χρείαις. ἡμεῖς δὲ εἰ μέν, ἐν οἷς ἐσμεν, εὐχαρίστως καὶ ὑπομονητικῶς φέρωμεν, εὖ ἂν ἔχοι καὶ οὐκ ἀπολειψόμεθα τῆς ἐκείνου μερίδος· εἰ δέ γε ἀποδυσπετοίημεν καὶ δυσαχθόμεθα καὶ βαρυθυμοῦμεν, πῶς τοῖς μέχρις αἵματος ἀντικαταστᾶσι πρὸς τὴν ἁμαρτίαν κοινωνήσομεν; ἢ πῶς οὐ καταγέλαστοι ἐσόμεθα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, μηδὲ τὰ ἐλάττονα μετὰ προθυμίας αἱρησάμενοι, λέγω δὴ τὴν ἀντίλογον ὑπακοήν, τὴν ἀγόγγυστον ἐργασίαν, τὴν ἀνυπερήφανον ὑπηρεσίαν, τὴν εὔκαιρον σιωπήν, τὴν εὔλογον λαλιάν, τὴν ἐπὶ τῇ τυχούσῃ διακονίᾳ μεταφοράν, τὴν εὐτονίαν τοῦ ἔργου, τὴν ἐκκοπὴν τοῦ θελήματος, τὴν εὐχάριστον ὑποδοχὴν τῆς τυχούσης ἐπιτιμίας, τὴν ἀνένδοτον παράστασιν τῆς ψαλμῳδίας καὶ προσευχῆς, νυκτερινῆς τε καὶ ἡμερινῆς, καὶ μέντοι καὶ τὴν ἐφήμερον τῶν ψαλμῶν στιχολογίαν;

ταῦτα γὰρ πάντα—ἐπεὶ καὶ πλείω τούτων ἄλλα οὐδὲ γὰρ δυνατὸν ἕκαστον καταλέγειν—ὑποδεχόμενοι καὶ ὑποφέροντες, κάλλιστα βιοῦμεν καὶ βιώσομεν, καὶ ἐπιτερπόμενός ἐστιν ὁ θεὸς ἐν τῷ ἔργῳ ἡμῶν, καὶ ὁ πληθυσμὸς τῆς ἀδελφότητος ὁσιώτερος, καὶ ἡ τῶν ἔξωθεν ἐπίσκεψις ὠφελιμωτέρα, καὶ ὁ τοῦ μαρτυρίου στέφανος ὑμῖν ἑτοιμαζόμενος. λοιπὸν “τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ” καὶ τῶν προειρημένων; οὐδὲν οὐδαμῶς. ἀλλὰ καὶ εἰ ἀποθανεῖν ἡμᾶς δέοι καθ’ ἑκάστην ἡμέραν, μετὰ χαρᾶς τοῦτο ἀσπασώμεθα, μόνον ὅτι διὰ Χριστὸν πάσχομεν χαίροντες καὶ ἀγαλλόμενοι καὶ “μηδεμίαν ἐν μηδενὶ προσκοπὴν διδόντες, ἵνα μὴ μωμηθῇ” ἡ ἀγαθὴ πολιτεία ἡμῶν. καὶ τοσαῦτα μὲν περὶ τούτων.

Ἴστε δέ, ὅτι στένωσις ἡμῖν γέγονεν ἐν τῷ σίτῳ, ἀποτυχησάντων τῶν χωρῶν, διὰ τὰς ἁμαρτίας μου, τοῦ ἑνὸς μοναστηρίου, ὥστε μηδὲ κόκκον προσδοκᾶν ἡμᾶς ἐκ τῶν ἐκεῖσε ἐνταῦθα δέχεσθαι. ἀλλ’ οὐδεμία ἀθυμία, εἴπερ εὐτυχεῖτε κατὰ ψυχήν· εἴρηκε γὰρ ὁ εἰρηκὼς καὶ ἀψευδής ἐστιν ἐν ταῖς ἐπαγγελίαις αὑτοῦ, ὅτι “ζητεῖτε τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν”· ὅπερ καὶ προέδειξε καὶ δείκνυσι καθ’ ἑκάστην ἐν ὀφθαλμοῖς ἡμῶν τὰ θαυμάσια καὶ τὰς δωρεὰς αὑτοῦ. μόνον, ὡς εἴρηται, ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὸν οὐρανὸν ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, καὶ τὰ ἄλλα συνεισοίσει ὁ καλὸς οἰκονόμος καὶ δοτὴρ ἁπάντων θεός, ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΛΓʹ Περὶ ἐγκρατείας οὐ μόνον τροφῶν, ἀλλὰ καὶ τῶν παθῶν, ῥηθεῖσα ἐν τῇ ἁγίᾳ Τεσσαρακοστῇ. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, ἐμάκρυνα τοῦ κατηχεῖν ὑμῶν τὰς τιμίας ἀκοὰς τὸν ἐξουθενημένον μου λόγον ἐκ τοῦ νοσηλεύεσθαί με ἐπὶ πολύ, καὶ ἡ μὲν χρεία ἐπείγει τοῦ λαλεῖν, ἡ δὲ ἀδυναμία ἐγκοπὴν ποιεῖ τοῦ διαβήματος. ἀλλ’ οὖν μικρά τινα ὑπομνηστικὰ ἐν τῷ μικρόν με ἀνακομίσασθαι προσφθέγξομαι ὑμῖν. ὡς ἴστε, ὁ παρὼν καιρὸς ἡ ἁγία Τεσσαρακοστή ἐστιν, ἀπαιτοῦσα ἡμᾶς τοὺς πνευματικοὺς ἀγῶνας ἔτι μᾶλλον παρὰ τὸν προλαβόντα χρόνον, ἤγουν τὴν προθυμίαν, τὴν εὐψυχίαν, τὴν εὐτονίαν, τὴν καρτερίαν, τὴν ὑπομονήν, τὴν οὐρανοδρόμον προσευχήν, τὴν δακρυοφόρον κατάνυξιν, τὴν εὔκαιρον σιωπήν, τὴν πρέπουσαν λαλιάν, τὴν ἀναντίλογον ὑπακοήν, τὴν συντριβοκάρδιον ταπείνωσιν, τὴν σύμμετρον ἐγκράτειαν καὶ ἀποχὴν οὐ μόνον τῶν ποικίλων καὶ κατὰ κόρον τροφῶν καὶ ποτῶν, ἀλλὰ καὶ φθόνου καὶ μίσους, θυμοῦ καὶ ἔριδος, ζήλου καὶ γογγυσμοῦ καὶ ὑπερηφανίας καὶ παντὸς ἄλλου μυσαρωτάτου πάθους.

Ἐπισκέψασθε οὖν ἑαυτούς, ὦ τέκνα, καὶ προσέχετε, παρακαλῶ· καθαρεύσατε τῶν προῤῥηθέντων καὶ καταρτίσατε ἑαυτοὺς σκεύη ἀπόλεκτα, ὄργανα θεοήχητα, ψαλτήρια τερπνότατα, πρὸς ὑποδοχὴν τοῦ ἁγίου πνεύματος· εἰς τοῦτο γὰρ καλεῖ ὁ καιρὸς καὶ τοῦτό ἐστιν ἡ νηστεία. μή μοι λεγέτω τις, ὅτι “τόσον καὶ ψάλλω καὶ στιχολογῶ καὶ τοσοῦτον προσεύχομαι· βραχυφαγῶ λίαν καὶ ὀλιγοποτῶ· καθεζόμενος ἀφυπνῶ, γονυκλιτῶ τε τοσοῦτον, αἴρω τὰς χεῖρας εἰς τὸν οὐρανὸν πολυώριον”. ἀποδεκτέα μὲν οὖν καὶ ταῦτα. πῶς γὰρ οὔ; ἀλλ’ ἐκεῖνό μοι φραζέτω, εἰ τὸ φρόνημα καταβεβλημένον ἔχει καὶ τὸ πνεῦμα κατανενυγμένον καὶ τὸ θέλημα ἐκκεκομμένον, ὥστε ἀεὶ εὐηκοεῖν καὶ μηδαμῶς ἀντιλέγειν, μηδὲ γογγύζειν τὸ καθόλου, ἢ φιλονεικεῖν τὸ καθάπαξ, μὴ διαφθονεῖν τὸν ἀδελφόν, μηδὲ ζηλεύειν τὸν πλησίον, μηδὲ κενονοεῖν καὶ κενολογεῖν ταῦτα καὶ ἐκεῖνα, ὡς “διατί ἐκεῖνος οὕτως ἔχει καὶ διατί τοῦτο τοιῶσδε”; κἀκ τούτου ἀλλοιοῦσθαι τὴν καρδίαν καὶ ἀγριοῦσθαι τῷ προσώπῳ καὶ προφέρειν οὐκ ἐξ ἀγαθοῦ θησαυροῦ τῆς ψυχῆς, ἀλλ’ ἐκ πονηροῦ, ῥήματα καὶ βαττολογήματα ἀπιστίας καὶ ἀφοβίας καὶ ἀτονίας, ἅτινα οὐ μόνον αὐτόν, ἀλλὰ καὶ τοὺς ἀκούοντας φέρει εἰς κατάπτωσιν.

Οὐ τὰ τοιαῦτα οὖν, ὦ ἀδελφοί, νηστείας ἔργα, οὐδὲ ἐγκρατείας σκάμματα, ἀλλ’ εἴ τι ταπεινώσεως ἔχει καὶ ὑπακοῆς, ὡς εἴρηται· ἐν τοῖς δυσὶ γὰρ τούτοις κατορθώμασιν οἱονεὶ ὡς ἐν πτέρυξί τισιν ὁ ὑποτακτικὸς εἰς οὐρανὸν ἀνίπταται καὶ τῷ θεῷ συνόμιλος γίνεται. θαυμαστὸν δὲ οὐδέν, ὅτι, καίπερ οὕτως ἡμῶν λεγόντων καὶ ὑμῶν ἀκουόντων, ἐπεισέρχεται ἐν ὑμῖν τὰ μὴ πρέποντα, ἐπεὶ καὶ χώρα μικρὸν ἀμεληθεῖσα τῆς γεωπονίας ἐπιφύει τὰ ζιζάνια. τί δέ ἐστιν, ὅ φημι; ὅτι τινὲς τῶν ἀσυνετωτέρων—οὐ γὰρ ἐγκρατῶν τὸ πρᾶγμα, οὐδὲ τελείων—ζητοῦσι καὶ ἐκζητοῦσιν, ἐρεσχελοῦσι καὶ ἀντιβολοῦσι, διδόασι καὶ ἀντιδιδόασι, βλέπουσι καὶ ἀντιβλέπουσιν, ἐφίενται καὶ ἀντιεφίενται ὥσπερ τινὲς παῖδες καὶ νεωτερίζοντες, ἢ τάχα εἰπεῖν καὶ κοσμίζοντες, περὶ τί γε; περὶ ἐπωμίων, περὶ καλικίων, περὶ ἄλλων τινῶν τῶν τυχόντων. καὶ διατί ταῦτα οὕτως, τέκνα; καὶ τοῦτό ἐστι τὸ καύχημα ὑμῶν, ἢ τοῦτό ἐστι τὸ νήστευμα ὑμῶν, ἀλλ’ οὐχὶ μᾶλλον τὸ κατάπτωμα καὶ καταχόρτασμα; τί οὐ στέργετε ἐν τοῖς διδομένοις; τί οὐχ ὑπομένετε ἡμέραν ἐπιδόσεως; τί οὐκ ἐκδέχεσθε τὸν προσεπιόντα καιρόν;

οὐχ εἷς ἐστιν ἢ δύο, ἢ τρεῖς, ἀλλὰ καὶ τέσσαρες καὶ πέντε ἀπ’ ἐμοῦ τε τοῦ ἁμαρτωλοῦ καὶ τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν σκοποῦντες καὶ οἰκονομοῦντες μετὰ πόνου καὶ φόβου θεοῦ, συμπαθείας τε καὶ εὐσπλαγχνίας, καὶ τῆς καθ’ ἕκαστον ἀξίως ποιούμενοι τὴν κατὰ χρείαν ἐπίδοσιν. ἀλλ’ οὐ πάντως πάντοτε, οὐδὲ τὰ αὐτὰ οἱ αὐτοὶ οὔτε λαμβάνειν ὀφείλετε, οὔτε ἀμφιέννυσθαι, οὔτε σκέπεσθαι, οὔτε ὑποδύεσθαι, οὔτε τροφεύεσθαι, οὔτε ποτίζεσθαι, ἀλλὰ καθὼς ἡ χρεία ἐπιζητεῖ καὶ οἱ ἐπέχοντες τὴν οἰκονομίαν διοικήσουσι. τυχὸν ἴσως σὺ ἐπιζητῶν οὐδ’ ὃ φορεῖς ἄξιος εἶ πάντως, καὶ ἐν ᾧ ὀφείλεις ὡς ἀνάξιος κατανύττεσθαι, γογγύζων καὶ κάλλιον ἐπιζητῶν, σκόπησον ὁπόσον τὸ κρῖμα ἐπὶ τὴν σεαυτοῦ κεφαλὴν συνάγεις. ἄρτι ταῦτα μοναστῶν εἰσιν ἀληθινῶν, ἢ ὑποτακτικῶν ἐκλεκτῶν; μὴ γένοιτο, μισθαρνουμένων δέ τινων καὶ δουλοπρεπῶν. οἱ τοιοῦτοι γὰρ τὰ τηλικαῦτα ἐπιζητοῦσιν, ὡς ὑπὸ ζυγὸν ἢ δουλείας ἢ μισθαρνίας τελοῦντες· ὁ δὲ γνήσιος υἱός, ὡς εἰδὼς ὅτι πάντα τὰ τοῦ πατρὸς διαφέρει αὐτῷ καὶ ὡς φιλῶν φιλεῖται παρὰ τοῦ γεννήτορος, μένει, καθὼς ὁρᾶται ὑπὸ τοῦ πατρός, τάχα καὶ ποιεῖται γλυκεῖαν· καὶ εὔκαιρον καὶ φιλοπάτριον τὴν ἐπιζήτησιν.

Προσέχετε τοίνυν τί λαλῶ καὶ μὴ ὅτι ἐγὼ ἄρτι νοσῶν ἐσθίω καὶ πίνω παντοίως καὶ καταθαλπόμενος, καίπερ ἐν ταῖς ἡμέραις ταύταις, ἀντιφθέγξασθε· οὐ γὰρ θεμιτὸν ὑμῖν, ἐπεὶ καὶ αὐτοὶ ὑμεῖς ἅπαντες προΐστασθέ μοι εἰς τὸ μὴ διδεῖν ὑμῖν ἔργον θλίψεως, ἀσθενοῦντι διὰ τῆς ἐγκρατείας, ἀλλὰ συνιέντες ὅτι ταῦτα πρέπει ἁγίοις καὶ ἐν τούτοις ἡ ἀνόθευτος ὑποταγή, ἐν τῷ πάντα στέργειν καὶ ὑπομένειν. τὰ τοιαῦτα μισητὰ καὶ βδελυκτὰ ζητήματα, ἅπερ καὶ θεὸς καὶ εὐσεβοῦντες ἅπαντες ἀποστρέφονται, μισήσατε. καὶ δοῦλον οὐ ζητοῦντα πρὸς χρείαν ἀλλ’ ἐπιμένοντα πότε καὶ πῶς ὁ δεσπότης κατανυγεῖ νέμειν τὰ προσήκοντα εἰδότες, οὐδὲ κἂν ὡς δοῦλοι πιστοὶ αἱρούμεθα τῷ θεῷ καὶ δεσπότῃ πάντων δουλεῦσαι. δουλεύσωμεν αὐτῷ τοίνυν, ἀδελφοί μου γνησιώτατοι, ὡς γνήσιοι υἱοί, κατὰ τὴν προδεδηλωμένην θεωρίαν, καὶ μὴ ληρεῖτε ἐν τοῖς ταπεινοῖς μου λόγοις (ληρήσει γὰρ ὁ τοιοῦτος εἰς τιμωρίαν αἰώνιον), ἀλλὰ συμβάλλετε ταῦτα εἰς τὰς ὁσίας ὑμῶν ψυχάς, καὶ οἱ μὲν μὴ ἁλόντες εἰς τὰ τοιαῦτα χαίρετε καὶ φυλάσσεσθε, οἱ δὲ ἐμπεπτωκότες ἰάθητε διὰ τῆς παραινέσεως· εἰ δέ τις ἐμπέσοι πρὸς τὸ ἑξῆς, τὰ ἐπιτίμια παιδευέτωσαν αὐτόν.

Οἴμοι! οἴμοι! πῶς ἀζήλωτον τὸ ἀγαθὸν καὶ δυσεύρετόν ἐστιν ἐν τοῖς ἀνθρώποις, πῶς δὲ εὐζήλωτον καὶ εὐχερὲς τὸ κακόν! οὐδεὶς βλέπει πρὸς τὸν ὑπομονητικόν, πρὸς τὸν ῥακοδυτοῦντα, πρὸς τὸν καταψυχόμενον, πρὸς τὸν περιφρονούμενον, πρὸς τὸν ὀλιγοτροφούμενον, πρὸς τὸν παραθεωρούμενον, πρὸς τὸν εὐήκοον, πρὸς τὸν θεοταπείνωτον, καὶ εἰκονίζει πρὸς τὴν θείαν ὁμοίωσιν· ἀλλὰ πᾶς—σχεδὸν εἰπεῖν—πρὸς τὸν κάκιστον ἐπιζητεῖ ἀποσκοπεῖν, πρὸς τὸν ἐπιζητητικόν, πρὸς τὸν ἀντίλογον, πρὸς τὸν ὑβριστικόν, πρὸς τὸν γογγυστικόν, πρὸς τὸν καλοφορητικόν, πρὸς τὸν καταθαλπόμενον, πρὸς τὸν ἀναπαυόμενον, καὶ εἰς ἑαυτὸν ἀναμάσσεται τὰ κακά, γινόμενος υἱὸς ἀπειθείας καὶ υἱὸς τοῦ σκότους. ἀλλὰ φεῖσαι, φεῖσαι κύριε, καὶ ἐν τῷ ἐλέει σου ἀνακτησάμενος ἡμῶν τὰς ψυχὰς δίδου ποιεῖν τὸ θέλημά σου καὶ ἐργάζεσθαι τὰ προστάγματά σου, ἵνα ἐν πᾶσι καὶ παντοίως ἀκριβευόμενοι τὸν ἑαυτῶν βίον τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν σου ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅτι σοὶ πρέπει· πᾶσα δόξα, τιμή, κράτος, προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΛΔʹ. Περὶ τοῦ μὴ ἀμελεῖν τῆς οἰκείας σωτηρίας μέχρι θανάτου. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, κυβερνήτου ἴδιόν ἐστι τοῦ ἀπευθύνειν τὸ πλοῖον πρὸς τὴν προκειμένην ὁρμήν, εἰς τὸ ἀποσῶσαι αὐτὸ πρὸς λιμένα σωτήριον. καὶ μὴν καὶ ποιμένος γνώρισμά ἐστι τοῦ τὸ ποίμνιον αὑτοῦ εἰσελαύνειν καὶ ἐξελαύνειν ἀπό τε νομῶν εἰς νομὰς καὶ παρὰ ψυχρὸν ὕδωρ ἀναπαύειν, καὶ προσλαλεῖν αὐτὸ διὰ σύριγγος, καὶ φρουρεῖν αὐτὸ ἀθηριάλωτον διὰ ἀγρυπνίας, καὶ ὅσα ἄλλα ἐφαρμόζει τῷ ἀγαθῷ ποιμένι. ὡσαύτως καὶ τῷ στρατηγοῦντι ἴδιόν ἐστι λαὸν ἄγειν ἄριστα καὶ παραθήγειν αὐτὸν διὰ παρακλητικῶν λόγων οὐ μόνον εὖ μάλα φέρειν τὰ δυσχερῆ τῆς ὁδοῦ, ἀλλὰ καὶ ἐν καιρῷ συμβολῆς πολέμου χωρεῖν ἀνδρείως κατὰ τῶν ἐναντίων. οὕτως κἀγὼ ὁ τάλας καὶ ἀνάξιος ταύτην τὴν φροντίδα πεπιστευμένος τῆς καθ’ ὑμᾶς προστασίας, τὴν ταπεινήν μου ψυχὴν προθεῖναι ὀφείλω μέχρις αἵματος ὑπὲρ τῆς κοινῆς σωτηρίας ὑμῶν· τοῦτο γάρ ἐστιν ἴδιον, κατὰ τὸν λόγον τοῦ κυρίου, τῷ ἀγαθῷ καὶ ἀψευδεῖ ποιμένι.

ἐντεῦθέν μοι ἀγῶνες ἐπεισέρχονται ἀεὶ καὶ λύπαι καὶ μέριμναι, φροντίδες τε καὶ ἀδολεσχίαι, ἀγρυπνίαι τε καὶ ὀλιγωρίαι, καὶ πανταχόθεν περιέλκομαι, καὶ ἐξ οἰκείας δυνάμεως ἀντισχεθῆναι ἀπορῶν πρὸς τὸν θεὸν καταφεύγω τὸν φιλάνθρωπον, αἰτῶν καὶ δεόμενος, ἵνα μὴ τῇ ἀθυμίᾳ καὶ ἀδρανείᾳ παροργισθεὶς ἐπάρῃ τὴν κραταιὰν αὑτοῦ χεῖρα ἐκ τῆς διασώσεως ὑμῶν. ἕνεκα δὲ τῆς ὑμῶν πρὸς αὐτὸν ἀγάπης καὶ εἰλικρινοῦς πίστεως ἐπιμένων ἐπιμενεῖ σκέπων καὶ φυλάττων τὸ πλήρωμα ὑμῶν εἰς δόξαν καὶ ἔπαινον τῆς αὑτοῦ μεγαλωσύνης, δι’ ὑμῶν κἀμὲ τὸν ἁμαρτωλὸν ἐκβιαζόμενος περισῴζεσθαι· τῷ ὄντι γὰρ ἔργον ἐστὶ διεξάγειν ψυχὰς λογικὰς καὶ τοσοῦτον πλῆθος περικρατεῖσθαι.

Ἐγὼ οὖν, τέκνα μου, ὁμολογῶ καὶ ἀπέχω τοὺς ἐπὶ τῷ ἔργῳ τοῦ θεοῦ ἀγῶνας καὶ μόχθους καὶ ἱδρῶτας ὑμῶν καὶ ὅτι καθ’ ἑκάστην ἡμέραν τείνεσθε ἔνθεν καὶ ἔνθεν διὰ τῶν πνευματικῶν καὶ σωματικῶν ἔργων, τληπαθοῦντες καὶ μηδαμόθεν ἄνεσιν λαμβάνοντες, νυκτὶ μὲν ἀγρυπνοῦντες, ψάλλοντες καὶ προσευχόμενοι, ἡμέρᾳ δὲ τὰ ἔργα ἀναλαμβάνοντες καθ’ ὃ ἕκαστος ὑμῶν εὐφυῶς ἔχει, καὶ ὡσὰν μέλισσαι ἐφιπτάμενοι ἐκ τῆσδε πρὸς τήνδε τὴν διακονίαν καὶ ἐκ τοῦ τῇδε καθίσματος εἰς τὸν ἕτερον τόπον. καὶ ἐν τούτοις πᾶσι χαρᾷ χαίρω, τὸν μισθὸν ὑμῶν πολὺν ἐν τοῖς οὐρανοῖς ἀποκαραδοκῶν ἑτοιμάζεσθαι.

ἀλλ’ ἐπειδή, ἕως ἂν διὰ θανάτου ἐξέλθωμεν ἐκ τοῦδε τοῦ κόσμου, οὐκ ἔστιν οὐδὲ πρὸς μικρὸν ἀμελῆσαι τῆς σωτηρίας, ἐπεὶ τὸ πᾶν ἀπολώλαμεν, διὰ τοῦτο ὑπομνήσκω καὶ τανῦν· προσέχετε, μήποτε βαρυνθῶσιν αἱ καρδίαι ὑμῶν ἀπὸ ἀκηδίας καὶ χαυνώσεως καὶ συλλογισμῶν ἀκαίρων, καὶ συνεισέλθῃ ἐντεῦθεν ὄλεθρος καὶ πτῶσις κατὰ ψυχὴν ὑμῖν, ἀλλὰ νεάζοντες τῇ προθυμίᾳ συναποπεράνωμεν καὶ τὸ λοιπὸν τῆς ἐλλειπούσης ἡμῖν ὀλιγοημέρου καὶ ἐπικαίρου ζωῆς, ἵνα μετὰ ἀγώνων καλῶν καὶ σπουδασμάτων ἱερωτάτων καὶ κατορθωμάτων σεπτοτάτων μετέλθωμεν πρὸς τὸν μέλλοντα αἰῶνα ἐκ τοῦ τῇδε βίου ληψόμενοι τὸν ἀμαράντινον στέφανον τῆς δικαιοσύνης παρὰ τοῦ μισθαποδότου θεοῦ Βλεπέτω λοιπὸν ἕκαστος, πῶς τῇ διακονίᾳ παρίσταται λειτουργῶν τῷ κυρίῳ, μὴ ἀμελῶς, μὴ ῥᾳθύμως, μὴ ὀκνηρῶς, μὴ ἐπιπλάστως· οὐκ ἀνθρώπῳ, ἀλλὰ τῷ θεῷ γινωσκέτω προσκρούειν, εἰς ὃν ἡ λειτουργία. ἡμεῖς γὰρ τί ἐπέχομεν, ἢ μόνον συνδούλου τάξιν, ὑπομνήσκοντες τὰ τοῦ δεσπότου ἐντάλματα; ὥστε καὶ οἱ ὑπακούοντες καὶ οἱ παρακούοντες οὐχ ἡμῖν ὀφλήσουσιν ἢ θεραπεύσουσιν, ἀλλὰ τῷ τὰς ἐντολὰς δεδωκότι ἀγαθῷ δεσπότῃ καὶ θεῷ. εἴτε οὖν καλλιγραφεῖ τις, εἴτε διακονεῖ, εἴτε ἀροτριᾷ, εἴτε σκάπτει, εἴτε ἄλλο ποιεῖ, ποιείτω ὡς ἐνώπιον θεοῦ καὶ οὐκ ἀνθρώπων, καὶ καθαρὸν ἔσται τὸ ἔργον αὐτοῦ, ἐπιμετρούμενον κατὰ τὴν ἐνοῦσαν αὐτῷ δύναμιν ὑπὸ τοῦ καρδιογνώστου θεοῦ.

τὴν γλῶσσαν χρεία φυλάττειν ἀπὸ ματαιολογίας καὶ τὸν ὀφθαλμὸν φρουρεῖν ἀπὸ ἐναντίας θεωρίας, τήν τε καρδίαν τηρεῖν ἀπὸ λογισμῶν καὶ πάσας τὰς αἰσθήσεις ἀσφαλίζεσθαι τῷ φόβῳ τοῦ θεοῦ, ἐν μετριοφροσύνῃ πρὸς ἀλλήλους διεξέρχεσθαι, ἐν ἀγάπῃ ἀπαῤῥησιάστῳ μετ’ ἀλλήλων συνανακίρνασθαι, ὁμιλεῖν δὲ τὰ προσήκοντα καὶ ὁρᾶν τὰ χρήσιμα, καὶ ἀκούειν τὰ δέοντα, καὶ ἅπτεσθαι τὰ συμφέροντα, καὶ λογίζεσθαι τὰ ἔνθεα, ἵνα οὕτως χαίρωμεν καὶ συγχαίρωμεν, τὰς ἐντολὰς τοῦ θεοῦ ἐνεργοῦντες καὶ ἐπικερδῶς τὰς ἡμέρας τῆς παροικίας ἡμῶν διεξανύοντες, τὸν θεὸν ἔχοντες ἐν τῷ οὕτως ἡμᾶς πολιτεύεσθαι βοηθόν, ἀντιλήπτορα, καὶ τὴν πρεσβείαν τῆς ἁγίας Θεοτόκου κραταιὰν σκέπην, τῶν τε δεσποτῶν ἡμῶν τῶν μεγάλων ἁγίων, τοῦ Προδρόμου καὶ τοῦ Θεολόγου, ὧν καὶ τὰ μοναστήρια κατέχομεν. καὶ εἰ ὁ θεὸς μεθ’ ἡμῶν, τίς καθ’ ἡμῶν; καὶ εἰ κύριος ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, τίνα φοβηθησόμεθα; καὶ εἰ τῆς Θεοτόκου τὴν βοήθειαν ἔχοιμεν καὶ τῶν ἁγίων, τίς ἡμῶν κυριεύσει; οὐδεὶς οὐδαμῶς, ἀλλὰ καὶ δαίμονες ἀφ’ ἡμῶν πόῤῥω ἀφέξονται καὶ ἄνθρωποι ἐπαινέσουσιν, ἐχθροὶ πτοηθήσονται, καὶ οὐδεὶς κατὰ πρόσωπον ἡμῶν ἀντιστήσεται· εἰ δὲ ἐναντίως, τὰ ἐναντία ἡμῖν συμβήσεται.

Διό, πατέρες μου καὶ ἀδελφοί, φυλάττωμεν ἑαυτοὺς ἐν καταστάσει καθηκούσῃ, καὶ μάλιστα ἐν ταύτῃ τῇ πόλει παροικοῦντες, καὶ φύγωμεν ἀπὸ τοῦ λαλεῖν τὰ ἀλλότρια· ἀλλότρια γὰρ ἡμῶν εἰσι καὶ τὸ περὶ βασιλέων ὁμιλεῖν καὶ τὸ περὶ ἀρχόντων διαλέγεσθαι καὶ περὶ τοῦδε καὶ τοῦδε ἐξερευνᾶν. “ἃ προσετάγη σοι, ταῦτα διανοοῦ”, φησίν. ἄλλη ἡ περὶ ἡμᾶς φροντίς, ἀλλοῖαι αἱ ὁμιλίαι. οἱ οὖν τοῦ κόσμου τὰ τοῦ κόσμου, οἱ σωματικοὶ τὰ σωματικά, ἡμεῖς δὲ τὰ τοῦ ἡμετέρου βασιλέως, τὰ περὶ ὠφελείας ψυχῆς, τὰ περὶ ἀρετῶν, τὰ περὶ βίου τῶν ὁσίων πατέρων ἡμῶν, τὰ περὶ θανάτου, τὰ περὶ μεταστάσεως, τὰ περὶ ὑπαντήσεως τῶν ἁγίων ἀγγέλων καὶ περὶ ἀπολογίας τῆς ἐν τῷ βήματι τοῦ Χριστοῦ, τὰ περὶ ἀνταποδόσεως, τὰ περὶ βασιλείας οὐρανῶν, οὕτως ὡς οἱ ἄγγελοι διαφαινόμενοι, τὸ ὅσον ἐφ’ ἡμῖν, φωτίζοντες καὶ τοὺς ἐν τῷ κόσμῳ περιαντλουμένους, ἐπεὶ τάχα ἐκ τῆς ματαίας ὁμιλίας συμβαίνει ἡμᾶς καὶ εἰς ἃ μὴ θέμις καὶ κατηγορίας ἔν τισι δέχεσθαι.

Προσέχετε οὖν ἐκ τοῦ δεῦρο καὶ φυλάξατε τὸ στόμα ὑμῶν τοῦ λαλεῖν τὰ μὴ ἀνήκοντα, καὶ προσεπεκτείνεσθε ἐπὶ ταῖς ἀγαθοεργίαις ὑμῶν, ζῆλον ἀναλαμβάνοντες ἔτι μᾶλλον θερμότερον ὑπὲρ τῆς ἀγάπης τοῦ θεοῦ, ὑπὲρ ἐνστάσεως τῆς ἀληθείας αὐτοῦ προαιρούμενοι καὶ θανεῖν, καὶ τὰς προθέσεις ὑμῶν τὰς τηλικαύτας ὁ θεὸς ὡς πράξεις λογιζόμενος μαρτυρίου στεφάνοις ὑμᾶς καταστέψει ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. καὶ ταῦτα μὲν ἐπ’ ὀλίγον νῦν· οὐκ ἀποκνήσω δέ, εἰ ὑπερεύχεσθέ μοι καὶ ὑπάρχει μοι δύναμις, καὶ πρὸς τὸ ἑξῆς τὰ αὐτὰ ποιεῖν διὰ τῆς πρὸς ὑμᾶς ὑπομνήσεως, ὑπομνησκόμενος κἀγώ, καὶ διὰ τῆς πρὸς ὑμᾶς νουθεσίας νουθετούμενος καὶ συνετιζόμενος· ἀδελφικῶς γὰρ καὶ ἀγαπητικῶς καὶ οὐκ αὐθεντικῶς, οὐδὲ ἐξουσιαστικῶς ἡ πρὸς ὑμᾶς ὁμιλία ἡμῶν καὶ γίνεται καὶ γενήσεται ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΛΕ. Ὅτι ὑπομένουσιν ἡμῖν ἐν τῇ μαρτυρικῇ ὑποταγῇ ἀποληψόμεθα τὰ αἰώνια γέρα. Ἀδελφοὶ καὶ πατέρες καὶ τέκνα, κεκοπιακότες ἐστὲ ἤδη ἐκ τῆς παρελθούσης ἀγρυπνίας τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Σάβα, ἄρτι δὲ καὶ ἐκ τοῦ παρόντος κανόνος τοῦ ἐν ἁγίοις καὶ θαυματοποιοῦ πατρὸς ἡμῶν Νικολάου, καὶ ὁ κόπος ὑμῶν ὅσιος καὶ ψυχωφελής, οὐκ ἀπολλύμενος, ἀλλὰ σῳζόμενος, τηρούμενος εἰς ἡμέραν ἀνταποδόσεως δικαιοκρισίας θεοῦ. καὶ τάχα ἀποκνεῖ πως ἡ ἀκοὴ δέχεσθαι λόγον. ἀλλ’ ἵνα ἐκκόψωμεν τὴν συνήθειαν, καὶ τὸ παρὸν βραχέα τινὰ διαλεξώμεθα, ὑπομνήσκοντες ὑμᾶς καὶ προθυμοποιούμενοι, ὅτι τὸ ἔργον ὑμῶν χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ συνεργίᾳ τῶν εὐχῶν τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν ἐν προκοπῇ ἐστι, καὶ καθ’ ἑκάστην ὡς εἰπεῖν προστιθέμενον καὶ ἐπαυξόμενον καὶ τελούμενον οὐκ ἐξ ὑμῶν, φθαρτῶν καὶ ἐπικήρων, ἀλλ’ ἐξ ἐργασίας τῶν ἁγίων καὶ ζωοποιῶν αὐτοῦ ἐντολῶν. καὶ εὖγε, εὖγε, ὅτι τοιοῦτον καὶ τηλικοῦτον τὸ πραγματευόμενον ὑμῖν καὶ ἐνεργούμενον καὶ σπουδαζόμενον καὶ ἐπὶ σωτηρίᾳ τῶν τιμίων ὑμῶν ψυχῶν.

Ἄλλοι μὲν ἄλλα αἱροῦνται τῶν ἀνθρώπων, καὶ ὃ μὲν περὶ τοῦ οἰκοδεσποτῆσαι, ὃ δὲ περὶ τοῦ εὐπραγῆσαι καὶ δοξασθῆναι ἐκ τῶν τοῦ αἰῶνος τούτου ὀνειροπολουμένων ἀξιωμάτων, ἕτερος δὲ περὶ τοῦ γῆμαι, ἦ παιδοποιῆσαι, ἢ πολυκτηματῆσαι ἐν ἀγροῖς ἢ ἐν δούλοις· πλεῖστα γὰρ καὶ ποικίλα τὰ τοῦ κόσμου τούτου ἐπιθυμήματα. ὑμεῖς δὲ τούτοις πᾶσι χαίρειν προσειπόντες, εἰς ἄλλον κόσμον διὰ τῆς ὑψηλῆς πολιτείας μετενεχθέντες, τὰ ὑπερκόσμια καὶ οὐράνια καὶ ἐφίεσθε καὶ ἐπιζητεῖτε, καὶ ἐν τούτοις ἡ καρδία ὑμῶν καὶ ἡ μέριμνα καὶ ἡ ἀδολεσχία, μήτι γὰρ ἄλλο, ἢ ἵνα καθαρθῆτε τελείως ἐκ τῶν παθῶν καὶ κτήσησθε “καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην”, προσευχήν τε ἄοκνον, σπουδὴν ἀνένδοτον, κατανύξεως δάκρυα, ἀμεριμνίαν παντελῆ, οὐ λέγω φίλων καὶ συνήθων, ἀλλ’ ἤδη καὶ αὐτῶν τῶν τεκόντων καὶ πάσης σχεδὸν τῆς ματαιοπόνου ἀδολεσχίας. καὶ οὕτως ἐστὶν εὐδοκίᾳ θεοῦ· καὶ γὰρ ὁρῶ ἕνα ἕκαστον ὑμῶν, πῶς ἀεὶ ἐνίσταται καὶ ἐναθλεῖ καὶ ἐκβιάζεται ἑαυτὸν ἀποῤῥαγῆναι παντὸς πάθους ἐνοχλοῦντος καὶ μετὰ θεοῦ μόνου γενέσθαι τῇ διαθέσει.

Οὕτω τοιγαροῦν, ὑπομένουσιν ἐν τῇ μαρτυρικῇ ταύτῃ ὑποταγῇ, δώσειεν ὑμῖν Χριστὸς ὁ θεὸς ἡμῶν “ἰσχὺν καὶ κραταίωσιν” ἀποτρέψασθαι ὑμᾶς πᾶσαν ἐμπαθῆ καὶ σατανικὴν ἀντιπαράστασιν καὶ εὐμαρῶς διανύσαι τὸν προκείμενον ὑμῖν τρισμακάριστον ἀγῶνα, καθάπερ καὶ τοῖς προβεβιωκόσιν ἁγίοις ἀνδράσι καὶ θεοφόροις πατράσιν ἡμῶν. μὴ γὰρ κἀκεῖνοι, σῶμα περικείμενοι καὶ ὁμοιοπαθεῖς ἡμῖν ὄντες, δίχα πόνων καὶ ἀγώνων διεξῆλθον τὸν τῇδε βίον; οὐ μὲν οὖν, ἀλλὰ πολλὰ πολυτρόπως ἐνηθληκότες καὶ διαγωνισάμενοι καὶ διὰ πάσης ὑπακοῆς καὶ ταπεινώσεως, ἐγκρατείας τε καὶ τῆς λοιπῆς ἀρετῆς, ὑποτάξαντες τὴν σάρκα τῷ πνεύματι ἀνέδραμον εἰς τὸ τῆς πολιτείας ὕψος καὶ ἐκτήσαντο, ἃ ἐκτήσαντο, τὸ δοξασθῆναι αὐτούς.

Ἐπιμνησθῶμεν τοίνυν τὰ τοῦ πανοσίου πατρὸς ἡμῶν Σάβα κατορθώματα, εἰς ἐφόδιον τῶν ψυχῶν ἡμῶν, καὶ μὴ ἀμνημονήσωμεν τὰ τοῦ ὁμοταγοῦς ἡμῶν προτερήματα· ὑποτακτικὸς γὰρ ὤν, ὡς ἴστε, ὑπήκοος ἦν ἄκρως, εὐπρόθυμος, εὐδούλευτος, καὶ τὰς ἐσχάτας διακονίας λαμβάνων ἔχαιρεν ὡς δοξαζόμενος, κοπιῶν μὲν ταῖς χερσὶν νύκτωρ καὶ μεθ’ ἡμέραν, ὑδροφορῶν, ξυλοφορῶν, πρῶτος ἐρχόμενος εἰς τὴν ψαλμῳδίαν καὶ ἔσχατος ἐξερχόμενος καὶ εἴ τι ἄλλο περὶ αὐτοῦ ὅσιον γέγραπται· οὐ γὰρ σχολὴ μακρηγορεῖν, διὰ τὴν ὥραν. μιμησώμεθα οὖν τοῦτον, τέκνα, καὶ ἡμεῖς (δυνατὸν γάρ ἐστιν) ὃ μὲν ἐν τούτῳ, ὃ δὲ ἐν ἄλλῳ πλεονεκτήματι συντρέχοντες καὶ συναμιλλώμενοι ἀλλήλοις ἐν τοῖς κατορθώμασι, καὶ πρὸ πάντων γε ἐκεῖνο φυλαξώμεθα, τὸ μή τι οἰκειοβούλως πράσσειν, μηδὲ αὐτὰ τὰ δοκοῦντα ἡμῖν καλά, ἄνευ τῆς καθηκούσης διερωτήσεως. πρὸς δὲ τούτοις οὐδὲ ἐκεῖνο σιωπῆσαι ἄξιον, εἰ καὶ μέμψεως ἔχει αἰτίαν, ὅτι οὐκ οἶδ’ ὅπως τοῦτο πράττεται καὶ ἐνεργεῖται παρά τισιν ἀμυήτοις καὶ καταφρονηταῖς, λέγω δὲ τὸ γενέσθαι ἀπωλείας, μᾶλλον δὲ κλοπὰς συχνοτέρως· ἐπὰν γὰρ ἐάσῃ τις τὰ οἰκεῖα καλίκια, ἢ τὰ ὀρτάρια, ἢ τὰ γραφεῖα, ἢ ἄλλα τινά, ἢ ἐν τῷ κοιταρίῳ, ἢ ἐν ἄλλῳ τόπῳ ἀσφαλείας, ἀπιὼν εἴς τινα ἀπόκρισιν, ἢ καὶ μακρότερον ἀποδημῶν, ὑποστρέφων οὐχ εὑρίσκει ἃ κατέλιπε.

καὶ τοῦτο ὅλον διαβόλου ἔργον, καὶ τοῦτο ὀλέθριον καὶ ταρακτικὸν ἐν ἀδελφότητι. πρῶτον μὲν λῦπαι καὶ ἔχθραι, ὑποψίαι τε καὶ καταλαλιαὶ διὰ τοὺς ὑπευθύνους καὶ εἰς τοὺς ἀνευθύνους, ἔπειτα καὶ κατὰ τὴν ἀπόφασιν τοῦ μακαρίου ἀποστόλου κλέπται βασιλείαν θεοῦ οὐ κληρονομήσουσι. “κλέπται” δὲ εἰπὼν οὐ προσέθηκε “χρυσίου ἢ ἀργυρίου, ἢ ἱματισμοῦ πολυτελοῦς”, ἀλλὰ ἁπλῶς τὴν φωνὴν ἐξέδωκεν ἐφ’ ὅτου οὖν καὶ βραχυτάτου πράγματος.

Διὰ τοῦτο, παρακαλῶ ὑμᾶς, μὴ κλέπτετε σακκοῤῥάφια, βελόνια, πινακίδια, κηρούλια, λουρίδια, ἐγχείρια μαχαίρια, ζωνάρια, προσθήσω δὲ καὶ κρομμύδια καὶ συκίδια καὶ ἀρτίδια καὶ λαχανίδια καὶ τὰ τούτοις ὅμοια· οἱ γὰρ τοιαῦτα κλέπτοντες καὶ πάλιν λέγω βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. οὐ φοβεῖ ὑμᾶς ὁ ἀποστολικὸς ὅρος; μήτοι ἐγώ εἰμι ὁ τάλας ἐπαπειλῶν; γνωρίζετε τὰ ἀναγινωσκόμενα. διὰ τοῦτο οὖν, παρακαλῶ ὑμᾶς, ἀξίως περιπατήσωμεν τῆς κλήσεως ἡμῶν, ἧς ἐκλήθημεν, καθαρῶς, ὁσίως καὶ δικαίως, τῶν προειρημένων πάντων ἀπηλλαγμένοι, ἵνα κληρονόμοι ἐσώμεθα τῶν αἰωνίων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΛϚʹ. Περὶ τοῦ πρὸς ἓν μόνον ἀποβλέπειν, εἴτουν τὸ σῶμα τῶν ἑαυτῶν ψυχῶν. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, οὐκ ἐν ταύτῃ τῇ κατηχήσει εἰμὶ πεποιθώς (ἄπαγε, οὐ γάρ ἐστί τινος ἀξία), ἀλλ’ ἐπὶ τῇ τοῦ κυρίου μου ἀγαθότητι, τῇ φρουρούσῃ καὶ συνετιζούσῃ καὶ στηριζούσῃ τὰς καρδίας ὑμῶν εἰς τὸν φόβον αὐτοῦ, δι’ ἧς καὶ αὐτὸ τὸ ταπεινόν μου στόμα ἀνοίγεται μικρόν τι πρὸς διάλεξιν τῆς ἐπιδεομένης χρείας, εἰς καταρτισμὸν τῆς τιμιότητος ὑμῶν, συνεπικουρούσης δηλονότι καὶ τῆς εὐχῆς τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν. καὶ πολλὰ μὲν εἰρήκαμεν πρότερον, καὶ πάλιν δὲ ἐροῦμεν, καὶ ἐροῦντες οὐ παυσόμεθα, καὶ ἕως ἂν εἰμὶ ἐν τῷ δυστήνῳ σαρκίῳ μου, οὐκ ἀνήσω. οὐκ ἀνόνητος δέ, ὡς οἶμαι, γίνεται ἡ διάλεξις, ἀγαπητοί, ἀλλὰ τῇ ἐθελοσώστῳ προαιρέσει ὑμῶν. εἰ καὶ μηδαμινή, ὅλως εἰς βάθος που χωροῦσα τῶν καθαρῶν ὑμῶν καρδιῶν καὶ ἐνέσπειρε καὶ ἀνεβλάστησε καὶ ἤνεγκε τὸν καρπὸν οὐκ ὀλίγον, οὐδὲ φθειρόμενον, ἀλλ’ εἰς αἰῶνα διαμένοντα. τὸ ἔργον ὑμῶν οὐκ ἀπολλύμενον, οὐδὲ ἀποῤῥυόμενον, ἀλλ’ “ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων” Δαυϊτικῶς εἰπεῖν, ἐν αὐτῇ τῇ ἀσκητικῇ ζωῇ πεφυτευμένον δείκνυται, καὶ θάλλει καὶ ἀνθοφορεῖ καὶ ἐν τῷ μέλλοντι αἰῶνι τὸν καρπὸν ὑμῶν ἀποδώσειεν τῷ δεσπότῃ θεῷ.

Τοιγαροῦν χαίρετε καὶ εὐφραίνεσθε, καὶ τὴν τηλικαύτην χαρὰν μηδὲν ἀρεῖ ἀφ’ ὑμῶν τῶν εἰωθότων συμπίπτειν καθ’ ἑκάστην λυπηρῶν καὶ θλιβερῶν ὁρατῶς τε καὶ ἀοράτως, πρὸς ἓν μόνον ἀποσκοπούντων. τοῦτο δέ ἐστι τὸ περὶ τῶν ψυχῶν ὑμῶν σῶσμα, ἡγεῖσθαι τὰ πάντα δεύτερα, καὶ τὰ ἐξ ἐγκρατείας πονήματα καὶ τὰ ἐξ ἐπιτιμίων κολαφίσματα, καὶ τὰ ἐκ προσκρούσεων ἀλγήματα, καὶ τὰ ἐξ ὑπακοῆς ἐπιφορτώματα, καὶ τὰ ἐξ ἐργοχείρων ἱδρώματα, καὶ τὰ ἐξ ἀγρυπνιῶν ὀλιγωρήματα, καὶ τὰ ἐκ τῶν κατὰ τὰς ὡρισμένας ὥρας ψαλμῳδιῶν συμβαίνοντα ὀχλήματα, καὶ εἴ τι ἄλλο, ὡς εἰς ὁδὸν πορευόμενοι καὶ ἀμφότερα παρατρέχοντες, τά τε ἡδέα, τά τε δυσχερῆ, καὶ πρὸς οὐδὲν καθελκόμενοι, ἀλλὰ πρὸς τὸ κατάλυμα σπουδῇ πολλῇ ἐπειγόμενοι πρὶν ἢ δῦναι τὸν ἥλιον. τί δέ ἐστι τὸ κατάλυμα, ἀδελφοί μου, ἀλλ’ ἢ ὁ θάνατος; τίς δὲ ἡ λεχθεῖσα ἑσπέρα, ἀλλ’ ἢ ἡ τῆς ζωῆς ταύτης ἐν τάφῳ κατάδυσις, οὐ μὴν οὕτω καταλῦσαι, ὡς ἐν ζοφερῷ καὶ δυσωδεστάτῳ χωρίῳ κατακλειόμενοι, ἀλλὰ κατὰ πρῶτον μὲν λόγον ὡς χριστιανοὶ ἀληθινοί, ἔπειτα δὲ ὡς ἐν τῷ ἁγίῳ σχήματι τούτῳ ἐναθλήσαντες ὑποτακτικῶς ἀναλάμψαι εἰς ζωὴν αἰώνιον;

καὶ ἡ ἡμέρα ἀπέραντος, ἥτις ὑπὸ τοῦ ἀπροσίτου ἐκείνου φωτὸς δημιουργεῖται εἰς ἀνάπαυσιν αἰωνίαν, τοῦτο μὲν μετὰ τὴν τελευταίαν ἀποκατάστασιν, ἡνίκα καὶ τὰ νῦν διαλυόμενα ἡμῶν σώματα ἐν ἀφθαρσίᾳ ἀναλάβωμεν, πρὸς τὸ τῶν αὐτῶν συμμετασχεῖν ὑμῖν ἀγαθῶν, ὡς συγκοπιάσαντα· τοῦτο δὲ καὶ εὐθὺς μετὰ τὴν ἀποβίωσιν, κἀν οὐ τελείως, ἐπειδὴ “ψυχαὶ δικαίων ἐν χειρὶ κυρίου, καὶ οὐ μὴ ἅψηται αὐτῶν θάνατος”, καθὼς γέγραπται. ὅπου δὲ χεὶρ κυρίου, τί ἐκεῖ οὐ καλὸν καὶ ἀναπαυστικὸν καὶ θεραπευτικόν; ὥστε δῆλον, ὅτι, ὡς πάντες οἱ ἅγιοι καὶ δίκαιοι καὶ σεσωσμένοι, καὶ ὑμεῖς οἱ καλῶς τὸν ἀγῶνα ὑμῶν τελειοῦντες ἀπ’ αὐτῆς τῆς ἀποθέσεως τοῦ σώματος ἐν αἰσθήσει τῶν ἡτοιμασμένων ὑμῖν ἀγαθῶν γινόμενοι ἐν χαρᾷ μέλλετε εἶναι διηνεκεῖ καὶ θυμηδίᾳ.

Μὴ οὖν λοιπόν τις νυσταζέτω, μηδὲ καθευδέτω, μηδὲ ῥεγχέτω, μηδὲ ὑπτιαζέσθω, μηδ’ οὖν ὀκνείτω, μηδὲ γογγυζέτω, μηδὲ ἀπομενέτω, μηδὲ ὀπισθοποδείτω τοῦ οὐρανίου δρόμου τούτου καὶ θεοστεφανώτου καὶ πολυάθλου, ἀλλ’ οἱ πάντες πανταχόθεν τὰ πάντα ἐρανιζόμενοι πολὺν τὸν μισθὸν ὑμῖν πορίζεσθε. ὁ γραφεὺς μὴ ἐκλυέσθω τοῦ γράφειν, ὁ κανοναρχῶν μὴ ἀτονείτω τοῦ σαλπίζειν, τοῦ ὑποψάλλειν, τοῦ διεγείρειν τὰς θείας χοροστασίας· ὁ φωτοποιὸς μὴ ἀκηδιάτω τοῦ ὑφάπτειν καὶ κοσμίζειν τὰ τῆς ἐκκλησίας ἱερὰ φωταγωγήματα· ὁ κελλαρίτης, ὁ ὀψοποιός, ὁ τραπεζάριος, ὃ μὲν ἐπιδιδούς, καθ’ ὅ τι ἄν τις χρείαν ἔχῃ, μετὰ πολλῆς ἐπιτηρήσεως, εὐσπλαγχνίας τε καὶ συμπαθείας καὶ διακρίσεως τῶν προσώπων (ἄλλως γὰρ οὗτος καὶ ἄλλως ἐκεῖνος), ὃ δὲ ἑψῶν τὰ πρὸς τὴν χρείαν καὶ τῷ πυρὶ μαχόμενος, πρὸς τὸ κάλλιστα καὶ ἡδύτατα ἀπεργάζεσθαι τὰ βρώματα τῶν ἀδελφῶν· ὁ δὲ ἕτερος ἐν τῷ ἰσόσταθμον τὸν ἄρτον νέμειν, τὸν ἁπαλώτερόν τε καὶ ξηρότερον καὶ ἀχρειότερον μὴ ὡς ἔτυχε προσριπτεῖν, ἀλλὰ κατὰ διάκρισιν τοῖς ὑψηλοτέροις καὶ μέσοις καὶ ἐσχάτοις ἐπιμερίζειν (οὕτω τὰ σύνθετα, τὰ ἐλαιόκοκκα, τὰ κάρυα, τὰ λάχανα, τὰ κοχλιάρια, τὰ βαυκάλια), καὶ μηδὲ τοῦ ἐσχάτου παροπτάνεσθαι τὸ χρειῶδες, ὡς τοῦ κυρίου τὴν ἐπὶ τούτοις ὑπηρεσίαν ἀναδεχομένου, καθὼς διδάσκει ὁ θεῖος καὶ μέγας πατὴρ ἡμῶν Βασίλειος.

Τοιγαροῦν ἐκ τῶν προῤῥηθέντων διακονιῶν οἱ ἐν ταῖς λοιπαῖς ἐνειλημμένοι ἀναλάβετε τὸν νοῦν καὶ οὕτω ποιεῖτε, πρό γε πάντων ὁ οἰκονομῶν, ὁ παροικονομῶν, καὶ πρό γε τούτων ὁ τὰ δεύτερα φέρων, ὁ πρωτοπρεσβύτερός τε καὶ ὁ πρωτοεπιστημονάρχης, ὁ πρωτοκαλλιγράφος, ὁ πρωτοβεστιάριος, καὶ μάλιστά γε οὗτος, ἐνταῦθα γὰρ καὶ ἡ βάσανος. βλέπε, Λουκιανέ, ἡλίκην διακονίαν κατεπιστεύθης! δοξασθήτω ὁ θεὸς ἐν σοὶ δι’ αὐτῆς. πρὸς τούτοις ὁ πρωτοκηπουρὸς καὶ ὁ πρωτοσκυτεύς· οὐδ’ οὗτος ἔχει μικρὸν τὸν ἀγῶνα. βλέπε, Θεοδόσιε, ὁποίαν διακονίαν ἐπέχεις! εὔφρανον τὸν δεσπότην σου κύριον ἐν αὐτῇ. σὺ δὲ ποῦ διέφυγες ἡμῖν, πρωτονοσοκόμε; ἢ οὐκ οἶδας, ὅτι τῶν ἀθλούντων ὁ μέγιστος εἶ, εἴπερ συνιὼν κατέχεις σου τὴν διακονίαν; εἰ γὰρ μέγας ὁ ἀσθενῶν καὶ ὑποφέρων εὐχαρίστως, πόσου ἄξιος ὁ τοῦτον ἐξυπηρετούμενος θεοπρεπῶς καὶ ἀόκνως; βλέπε σύ τε καὶ οἱ μετὰ σοῦ, πῶς θεραπεύετε τοὺς νοσεροὺς καὶ πῶς συγκαίεσθε ταῖς καύσεσιν αὐτῶν, πῶς συμπονεῖτε τοῖς πονήμασιν αὐτῶν, πῶς συνεξολιγωρεῖτε τοῖς ἐξολιγωρήμασιν αὐτῶν, πῶς συνεξαπορεῖτε τοῖς ἐξαπορήμασιν αὐτῶν. εἰς θεὸν καὶ εἰς ὑμᾶς ἀποβλέπουσι. στρωννύσθωσαν τοίνυν αἱ στρωμναὶ—ὡς εἰπεῖν—καθ’ ἑκάστην, διδόσθω καὶ τὰ πρὸς χρείαν ἀόκνως καὶ εὐκαίρως.

γινέσθωσαν αἱ ἀλοιφαί, τὰ ἐπιθέματα, αἱ φαρμακοποσίαι, τὰ ἄλλα θεραπεύματα, κατ’ ἀξίαν δὲ προσώπου ἕκαστον, καὶ βρῶμα καὶ πόμα καὶ στρῶμα καὶ εἴ τι τῶν ἄλλων. καὶ ἐὰν ταῦτα ἀκούοντες καὶ ποιῆτε καὶ ἐνεργῆτε, μακάριοί ἐστε καὶ υἱοὶ θεοῦ κληθήσεσθε.

Οὕτω γοῦν μεγάλαι καὶ ἀξιοθαύμαστοι αἱ ὑπηρεσίαι ὑμῶν, καὶ ἱεροτελεῖς καὶ ἁγιοπρεπεῖς, καὶ τρισμακάριστος ὁ οὕτω ποιῶν, κἂν μεμβρανᾶς, κἂν σκυτεύς, κἂν ἀγκιστρᾶς, κἂν θυρωρός, κἂν κεραμεύς, κἂν κατηναρᾶς, κἂν βυρσεύς (καὶ μάλιστά γε οὗτος), κἂν τραπεζᾶς, κἂν ἁλιεύς (οὐδὲ τὸν τρόπον παρατρέχω), κἂν ζωγράφος (καὶ μάλιστά γε οὗτος, θείας μορφὰς δημιουργῶν καὶ προσκυνητάς), κἂν κανισκᾶς, κἂν οἰνοχόος (καὶ μάλιστά γε οὗτος), κἂν ὀριάριος (καὶ μάλιστά γε οὗτος), κἂν κτηνίτης (καὶ μάλιστά γε οὗτος), κἂν ὑφάντης (καὶ μάλιστά γε οὗτος), κἂν σελλοποιός, κἂν εἴ τις οὖν ἄλλος. μακάριοι πάντες, ἐργάται θεοῦ πάντες, γεωργοὶ τοῦ τῆς τρυφῆς παραδείσου. πάντας οὖν ὁ κύριός μου καὶ θεός, δι’ εὐχῆς τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν, διαφυλάξει ἐνεργοῦντας τὰς ζωοποιοὺς αὑτοῦ ἐντολάς, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΛΖʹ. Περὶ τοῦ μὴ δυσκινήτους ἡμᾶς ἀλλ’ εὐκινήτους εἶναι πρὸς τὰς ἐντολὰς τοῦ θεοῦ. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, εὐχαριστῶ τῷ θεῷ μου πάντοτε περὶ ὑμῶν, μάλιστα ἐν ταῖς παρούσαις ἡμέραις διαγνοὺς τὴν ἐπίδοσιν τῆς προθυμίας ὑμῶν ἐπὶ πᾶσι μὲν τοῖς ἄλλοις, ἐξαιρέτως δὲ ἐν ταῖς ἐθελουσίοις ἀτιμασίαις, πῶς ἑαυτοὺς ἐπιδίδοιτε, καὶ ὃ μὲν δεσμεῖται, ὃ δὲ σιδήρῳ περιβάλλεται, ὃ δὲ σχοινίῳ δέδεται περὶ τὸν τράχηλον, προπομπὴν ποιούμενος ἐπὶ πάσης τῆς ἀδελφότητος, ὁ δ’ ἄλλος λυσίζωνος παριστάμενος, ἢ ἑτέρως πως, ἵνα μὴ καθ’ ἕνα καταλέγωμεν, καὶ οὕτως πέπεισμαι, ὅτι ἡ ἀθλιότης μου μόνης ἐμποδίζει, ἐπεὶ οὐδὲν τὸ κωλῦον τὰ τῶν πατέρων ἡμῶν ἀνδραγαθήματα ἐπιδείκνυσθαι. καὶ πρὸς ταῦτα τί εἴπω; ὅτι οὐκ εἰμὶ ἄξιος καλεῖσθαι ὑμῶν πατήρ, οὐδὲ διδάσκαλος, οὐδὲ καθηγούμενος, διὰ τὴν καλλίστην ὑμῶν πεποίθησιν καὶ ἐνάρετον διαγωγήν. εὔχομαι δ’ ὅμως μηδὲν ὑμᾶς ἐγκόπτεσθαι ἐκ τῆς ἐμῆς ἀθλιότητος, ἀλλ’ ἢ μεγαλοψύχως ἐπὶ πάσης ἐργασίας πνευματικῆς ἀθλεῖν νομίμως ἐν τῷ μαρτυρίῳ τῆς ἀμωμήτου ὑποταγῆς. ἕκαστος δὲ ἴδιον χάρισμα ἔχει, καθὼς γέγραπται, καὶ ὃ μὲν τοῦτο, ὃ δὲ ἐκεῖνο. ὥστε καὶ ὑμεῖς, ἀδελφοί μου ἠγαπημένοι, ἰδιοποιεῖσθε τὰ ἀλλήλων κατορθώματα καὶ χαίρετε τῇ ἑτεροίων προκοπῇ.

σὺ τυχὸν φέρεις τὴν τοιάνδε ἀτιμίαν, ἕτερος δὲ νικᾷ ἐν τῇ πολυεργίᾳ, καὶ ἄλλος πλεονεκτεῖ ἐν τῇ σιωπῇ, καὶ ἕτερος ὑπερέχει ἐν τῇ εὐηκοΐᾳ καὶ ἀμφότεροι τὰ ἀμφότερα ἔχετε. εἰς ἀλλήλους περιχωρεῖ τὸ καλόν, ὥσπερ καὶ τὸ ἐναντίον. διὰ τοῦτο χαίρετε καὶ συγχαίρετε ἀλλήλοις, καὶ καθ’ ὅ τις ἔχει χάρισμα, ἐν τούτῳ ἐπειγέσθω, φεύγων τὸ κενόδοξον καὶ τὸ τοῦ ἀδελφοῦ αὑτοῦ μεῖζον λογιζόμενος κατόρθωμα.

Ἐὰν τοίνυν οὕτως ἐσμὲν καὶ εἰς ἀλλήλους συγκιρνώμεθα καὶ πρὸς ἀλλήλους δεσμούμεθα τῇ ἐνώσει τῆς ἀγάπης, προκόψομεν μᾶλλον καὶ μᾶλλον καὶ ὁ θεὸς δοξασθήσεται ἐν τῷ ἔργῳ ἡμῶν, καὶ ἀκουστὴ ἡ πολιτεία ἡμῶν γενήσεται ἐν πολλῷ μέρει τῆς οἰκουμένης. μηδεὶς δὲ ἔστω, παρακαλῶ, ἰδιοθελὴς καὶ ἰδιόῤῥυθμος· “οὐαὶ γάρ”, φησίν, “οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες”. μηδεὶς νωθρὸς καὶ παρειμένος, ἵνα μὴ ἀκούσῃ “ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ”· μηδ’ αὖ πάλιν ἀπληροφόρητος καὶ ἐπαμφοτερίζων ταῖς κρίσεσιν, ἵνα μὴ καὶ οὗτος ἐπακούσῃ τοῦ λέγοντος “ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ”. ἀλλὰ πάντες εὐκίνητοι, ἀεικίνητοι πρὸς τὴν ἐργασίαν τῆς ἐντολῆς, εἰλικρινεῖς καὶ ἀπρόσκοποι διὰ τῆς τῶν κρυπτῶν ἐξαγορεύσεως, μὴ κρατούμενοι ὑπὸ τῆς κενῆς δόξης, μηδὲ καθελκόμενοι ὑπὸ τῶν μυσαρῶν ἡδονῶν, μηδὲ ἐξελκόμενοι ὑπὸ τῆς ἰδίας ἐπιθυμίας· ὁ γὰρ τοιοῦτος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ καὶ στάσιν μὴ ἔχοντι, μηδὲ βάσιν ἐν τῇ καρδίᾳ αὑτοῦ. ἀλλ’ ἀπείη ἐξ ὑμῶν πάντων τὰ τοιαῦτα. ὅσα δέ εἰσιν ἐπαινετὰ καὶ κρείττονα, καὶ κτήσοισθε καὶ καταπλουτήσοιτε καὶ ἀποθησαυρίσοιτε ἐν ταῖς τιμίαις ὑμῶν ψυχαῖς, πρὸς ἐπιτυχίαν τῆς βασιλείας τῶν οὐρανῶν.

ὃ οὖν τις ὑμῶν ἐργάζεται καθ’ ἑκάστην ἡμέραν, εἴτε ἐπαινετόν, εἴτε ψεκτόν, παρατρέχον ἐστίν· ἀμείβεται γὰρ ὡς ῥοῦς ποταμιαῖος, καὶ τοσοῦτον, ὥστε οὐδὲ αἴσθησιν τῆς χθὲς ἡμέρας πρὸς τὴν παροῦσαν ἀποσῴζειν ἔχει. ἀλγεῖ τις ὑπὲρ ἐντολῆς, κοπιᾷ, θρηνεῖ, ὑπομένει, ἱδροῖ, καρδιουλκεῖται, στενοχωρεῖται, ἀδημονεῖ ἢ τυχὸν καὶ ὀνειδίζεται καὶ ἕτερά τινα πανθάνει πρὸς ὥραν ἢ αἴσθησιν, καὶ εὐθὺς παρέδραμε καὶ μένει ὁ ὑπομεμενηκὼς εἰς αἰῶνας αἰώνων, τηρούμενος πρὸς μισθαποδοσίαν. πάλιν οὖν ἡδονεύεταί τις, γελᾷ, τρυφᾷ, ἀτακτεῖ, στρηνιᾷ, παίζει, ἀργεῖ, ἀνυποτακτεῖ, παῤῥησιάζεται, περπερεύεται, φθονεῖ, βασκαίνει, ὀργίζεται, θυμοῦται, δυσπιστεῖ, πονηρεύεται, παρακούει, ὑψηλοφρονεῖ, ῥᾳθυμεῖ καὶ τὰ ὅμοια, μετὰ τὸ οὐδὲν πρὸς τὴν παροῦσαν ὥραν ὠφελεῖσθαι, ἔτι καὶ θησαυρίζει ἑαυτῷ κρῖμα ἀπαραίτητον ἐν ἡμέρᾳ τῆς ἀνταποδόσεως καὶ δικαιοκρισίας τοῦ θεοῦ. διὰ τοῦτο, ἀδελφοί μου, ἐπιλογισώμεθα καὶ ἑλώμεθα τὴν ἀρετήν, ὡς δὲ μοχθηρὰν καὶ ἐπαχθῆ φύγωμεν τὴν κακίαν· εἰ μὴ γὰρ οὕτω διακρίνωμεν τὰ πράγματα, οὐ δυνάμεθα βλέψαι ὀρθῶς, τοῦ καλοῦ τε καὶ τοῦ κακοῦ διαφορὰν ποιούμενοι.

ἀλλ’ ἐπεὶ χάριτι Χριστοῦ ἐβλέψαμεν, φύγωμεν ἀπὸ τοῦ σκότους, προσεγγίσωμεν δὲ τῷ φωτὶ καὶ τὰς ὑπολοίπους ἡμέρας τῆς ἐπικήρου ἡμῶν ζωῆς τελέσωμεν εὐαρεστοῦντες θεῷ, ἵνα ἐπιτύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν σὺν πᾶσι τοῖς ἁγίοις, τοῖς ἀπ’ αἰῶνος αὐτῷ εὐαρεστήσασιν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ παναγίῳ πατρὶ καὶ τῷ ζωοποιῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΛΗʹ. Ὅτι ἡ ταπεινὴ ἡμῶν κατήχησις πολὺ κέρδος εἴωθε ταῖς ψυχαῖς ἡμῶν ἐμποιεῖν χάριτι Χριστοῦ. Ἀδελφοί μου καὶ πατέρες, ἐρωτῶ, τίνος ἕνεκεν γίνεται ἡ κατήχησις; ἆρα ἵνα μόνον πρὸς ὥραν ἀναγνωσθῇ καὶ τέρψωμεν ὑμῶν τὰς ἀκοὰς τυχόν, ἢ αὐτοὶ ἐπαινέσητέ με ἐκ διαθέσεως ἢ καὶ πρὸς χάριν; οὐδαμῶς. μὴ οὕτω, τέκνα, ἀλλὰ διὰ τοῦτο ῥέσκεται, ἵνα ἐνωτίζησθε τὰ λεγόμενα καὶ ἡ δύναμις ἐνιζάνῃ ταῖς ψυχαῖς ὑμῶν καὶ φέρῃ τινὰ καρπὸν διὰ τῆς χάριτος τοῦ Χριστοῦ, συνεπικουρούσης τῆς εὐχῆς τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν. ἐγὼ δὲ ὡς τὰ πολλὰ ἐν τοῖς πολλοῖς οὕτως ὁρῶ, ὅτι ἅμα τῆς ἀναγνώσεως καὶ εὐθὺς παρῆλθε τὰ λεγόμενα, καὶ ὡς ὅτι οὐδὲ ἐσημάνθη ὑμῖν τι περὶ τῶν προῤῥηθέντων· εὐθὺς γὰρ ἐξερχόμεθα, μετὰ τὴν ἀποπλήρωσιν, καὶ ἐν τοῖς αὐτοῖς ἐμπίπτομεν κατηγορήμασιν. ὃ μὲν γὰρ ἄρχεται ἀκαίρως συντυγχάνειν, ὃ δὲ ἀφαρεὶ ἐπερωτᾶν, ἄλλος γογγύζειν, ἕτερος ἀποδυσπετεῖν πρὸς τὸ καλοῦν ἔργον, ἄλλος ἐνδιαβάλλειν καὶ διεγείρειν μάχας, ἕτερος λοιδορεῖν καὶ ὃ μὲν ὑποκρύπτεσθαι παρὰ τὰς γωνίας τοῦ μοναστηρίου, ὃ δὲ ἡλίου λάμποντος μόλις ἐξανίστασθαι τῆς κοίτης καὶ καθέζεσθαι ἐν τῷ ἐργοχείρῳ· τὰς γὰρ νωθείας καὶ τὰς ἐκλύσεις καὶ τοὺς νυσταγμοὺς καὶ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα καὶ τὴν τοῦ ὅλου σώματος ἐξάτονον ὄκλασιν πάρειμι λέγειν.

Μὴ οὕτω τοιγαροῦν, τέκνα· μηδαμῶς, ἵνα μὴ ἀκούσητε “οὗτος ὁ λαὸς τοῖς χείλεσί με εὐλογεῖ, τῇ δὲ καρδίᾳ πόρρω ἀπέχει ἀπ’ ἐμοῦ, μάτην δὲ σέβονταί με”. ἀλλ’ ἐπὰν ἀκούσωμεν τοῦ σωτηρίου λόγου, εἴτε διὰ κατηχήσεως, εἴτε δι’ ἐπακροάσεως τῶν θεοπνεύστων Γραφῶν, καθ’ οἵαν ὥραν συμβῇ, γενηθήτω ἐν τῇ καρδίᾳ ὑμῶν κίνησις φόβου θεοῦ, σπινθὴρ ἀγάπης αὐτοῦ, ἐπιθυμία προκοπῆς, ἔφεσις ἐργασίας τῶν ἁγίων ἐντολῶν, ἵνα ἀξιωθῶμεν τῆς αὐτοῦ βασιλείας, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΛΘʹ. Ὅτι τοῖς καλῶς εὐδρομοῦσιν ἀπόκεινται οἱ τῆς δικαιοσύνης στέφανοι. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, ὀφειλέτης ὑμῶν εἰμι τοῦ ἀλείφειν ὑμᾶς λόγοις παρακλητικοῖς, εἴπερ καὶ δυναίμην ὁ πτωχὸς καὶ εὐτελής, πρὸς τοὺς προκειμένους ἀγῶνας καὶ συμπροθυμεῖσθαι περὶ τὰς χρηστοτέρας ἐλπίδας. διὰ τοῦτο ἡ ὀλιγοστὴ καὶ πενιχρὰ κατήχησις αὕτη. δέξασθε τοιγαροῦν λόγον παρακλήσεως καὶ τὸ νῦν, καὶ συνεγέρθητε καὶ προθυμίας πλησθέντες τελεῖτε τὸν δρόμον τὸν πνευματικὸν (δρομεῖς γάρ ἐστε ὡς ἀληθῶς τοῦ δεσπότου θεοῦ), καὶ διανύετε δρόμον, οὐχ οἷον οἱ ἐπὶ γῆς τρέχοντες ἐν μιᾷ καιροῦ ῥοπῇ δίαυλον βραχὺν καὶ εὐπεριόριστον, ἀλλὰ τὸν ἀπὸ γῆς εἰς οὐρανὸν φέροντα, πολυετῆ τε καὶ πολυστάδιον· οὐδὲ ἐν μικρᾷ τινι γωνίᾳ μιᾶς πόλεως, θεατὰς τοσούτους γε καὶ τοσούτους ἔχοντες, ἀλλ’, ὡς ἔοικεν, ἐπὶ τῆς οἰκουμένης, τὰ ἀπειροπληθῆ τάγματα τῶν ἀγγέλων καὶ πάντων τῶν ἁγίων καὶ δικαίων ἐπόπτας κεκτημένοι, καὶ ὁ στέφανος ὑμῖν νικῶσι καὶ τὰ ἔπαθλα οὐ φθαρτά, ὡς οἷα φθαρτὸς δίδωσι βασιλεύς, ἀλλὰ ἄφθαρτα καὶ ἀπρόσιτα, κατὰ τὸν αὐτὸν διανομέα, ἄφθαρτον ὄντα καὶ παμβασιλέα θεὸν τῶν ἁπάντων. οὐδὲ πάλιν ἡ χαρὰ τῆς νίκης λύπη σύγκρατος ἐπὶ μικραῖς ἡμέραις τε ἱσταμένη καὶ αὖθις διαλυομένη, οὐ μὲν οὖν, ἀλλὰ χαρὰ ἄλυπος καὶ ἀνώδυνος, καὶ τῆς εὐφροσύνης ταύτης οὐκ ἔσται τέλος εἰς τοὺς αἰῶνας.

Μακάριοι μὲν οὖν πρῶτον μέν, ὅτι ἐν τοιούτῳ σταδίῳ εἰσεληλύθατε διὰ τοῦ ἐπανῃρημένου ὑμῖν σχήματος ἁγίου. μακαρίους δὲ ὑμᾶς μᾶλλον ἄν τις ὀνομάσειε τότε, ὁπόταν, ἀποδραμόντας διὰ θανάτου, στεφανοῖ ὑμᾶς Χριστὸς ὁ θεὸς ἐν τῇ ἀῤῥήτῳ καὶ ἀθανάτῳ εὐζωΐᾳ. διὸ βλεπέτω ἕκαστος ὑμῶν, ἀγαπητοί, ὅπως τρέχῃ καὶ ὅπως καταλαμβάνῃ τὰ σημεῖα τῆς ἀρετῆς, διαβαίνων καὶ ὑπερβαίνων τοὺς συντρέχοντας πειρασμοὺς τοῦ διαβόλου, πνεῦμα ἰσχύος λαμβάνων, ὑπομονῆς τε καὶ καρτερίας, καὶ μήτε ἐντεῦθεν, μήτε ἐκεῖθεν αἰνιγματωδῶς διαβλεπόμενος, ἀλλ’ ὅλος συντεταγμένος ὢν πρὸς τὴν ἀποπεράτωσιν τοῦ δρόμου, μὴ σκάζων ἔν τινι, μηδὲ περιτρεπόμενος ταῖς ἐναντίαις ὑπαντήσεσι. καὶ γοῦν μὴ δειλιάσητε, ἐπείπερ πολύ ἐστι τὸ διάστημα καὶ ὁ χρόνος. ἄγγελον ἑνὶ ἑκάστῳ παρέσχεν ἡμῖν ὁ ἀγωνοθέτης θεός, καὶ συνδιαμείβει τοὺς ἀγῶνας καὶ ὑπερμαχεῖ κατὰ τῶν ἐναντίων ἐπὶ παντὸς καιροῦ καὶ τόπου.

Ἐδράμετε τοιγαροῦν καλῶς ἀπὸ πρώτης ἡμέρας τῆς ἐνταῦθα ὑμῶν ἐλεύσεως ἕως τοῦ παρόντος, καὶ εἰ καί τινες ὑπεσκελίσθησαν, πάλιν ἀνωρθώθησαν. καὶ εἰ ἐῤῥᾳθυμήκασιν, ἀλλὰ αὖθις ἀνεκλήθησαν. καὶ εἰ κατητόνησαν, ἀλλὰ θᾶττον ἀνεῤῥώσθησαν. θελήσεως γὰρ καὶ προαιρέσεώς ἐστιν ἐμπράκτου χρεία πρὸς τὸ εὐτονεῖν καὶ τρέχειν ἴσα καὶ ἵπποις καὶ πτηνοῖς, μᾶλλον δὲ καὶ ὑπὲρ πάντα ταῦτα ἀκατάφθαστα καὶ ἀκατάληπτα, κἂν τυχὸν σωματικῶς χωλαίνων ἔστι τις, ἢ μονόπους, ἢ ἄπους, ἢ κλινήρης· τοιοῦτο γὰρ τὸ μεγαλοδώρημα. δράμοιτε καὶ ἀπὸ τοῦ παρόντος, παρακαλῶ, μὴ ἐλάττονα τῶν προτέρων ἀλλὰ καὶ ἐπεικτικώτερα συντρέχοντες καὶ συναμιλλώμενοι τὴν καλὴν ἅμιλλαν ταύτην. προτρέχειν δέ ἐστιν ἐν τῷ ταπεινοφρονέστερόν τινα εἶναι, καὶ προάγειν ἐστὶν καὶ ὑπερβάλλειν ἐν τῷ ὑπηκοώτερον εἶναι καὶ εὐλαβέστερον καὶ ἀγογγυστικώτερον καὶ ψαλμικώτερον καὶ ἡσυχαστικώτερον, πολυεργαστικώτερόν τε καὶ εὐκτικώτερον, ἐξαγορευτικώτερόν τε καὶ ἀπαῤῥησιαστικώτερον, ἀκακώτερόν τε καὶ ἀφθονέστερον, πειστικώτερόν τε καὶ φιλοπατριώτερον, καὶ ὅσα ἄλλα κατά τε ψυχὴν καὶ σῶμα ἐνεργεῖται τῆς ἀρετῆς ἰδιώματα.

τούτοις καὶ ἐν τοῖς τοιούτοις ἔστω ὑμῶν τὸ τρέχειν καὶ δι’ αὐτῶν ἐπαιρώμεθα ἐκ δυνάμεως εἰς δύναμιν καὶ ἀπὸ κόσμου εἰς οὐρανόν, καὶ μακάριός ἐστιν ὃς ἀπλήστως δράμει, ὅτι πλουσιωτέρως στεφανωθήσεται καὶ ἀνακηρυχθήσεται ὑπὸ τοῦ δεσπότου θεοῦ ἐπὶ τοῦ φοβεροῦ βήματος ἐκείνου.

Ἔστω οὖν ὑμῶν λοιπὸν ἡ ἀγάπη κοινὸν ἰδίωμα, χαρακτηρίζον ὑμᾶς δρομεῖς τοῦ μεγάλου βασιλέως, μᾶλλον δὲ μαθητάς, ἵν’ οἰκειότερον εἴπωμεν. καὶ ἐν τῇ ἀγάπῃ μένοντες στέργετε τὰ εἰς ἀλλήλους, τὰς προτιμήσεις λέγω καὶ προχειρίσεις εἴτε διακονιῶν, εἴτε ἐργοχείρων, εἴτε στάσεων καὶ τάξεων. καὶ ἀπέστω φθόνος καὶ ἀπεληλάσθω ἔρις, καὶ ἀποσκορακιζέσθω θυμὸς καὶ πᾶν φαῦλον πρᾶγμα, τὰ τῶν πλησίον εὐδοκιμήματα ἰδιοποιούμενοι καὶ χαίροντες ταῖς ἀλλήλων προκοπαῖς. οὕτω γὰρ εὐδρομεῖν ἐστι καὶ οὕτω θεραπεύειν θεόν, καὶ οὕτω τις νικᾷ, κἂν μηδὲν ἄλλο τι κέκτηται. ἡ ἀγάπη γὰρ τὸ μέγα κλέος τῶν ἀρετῶν, τὸ δὲ διαπονεῖσθαι, ὅτι ἐκεῖνος προεκρίθη ἐν τῷδε τῷ πράγματι καὶ ἐν τῇδε τῇ διακονίᾳ, σαθρὸν καὶ ἐπιβλαβὲς καὶ τῆς ἐναντίας μερίδος γνώρισμα. μὴ δὴ οὕτως, μὴ δή, ὅτι “μᾶλλον ὤφειλον ἐγὼ ὑπὲρ τὸν δεῖνα ἀναπαύεσθαι” καὶ “πολυχρονιώτερος ὢν τοῦ δεῖνος, χρεία μοι τὸ ὑψηλότερον”. οὐκ ὀρθῶς, ἀδελφοί.

φεύγοιτε οὖν, δέομαι, τὰς τοιαύτας πανουργίας τοῦ διαβόλου, τὰ μισούμενα τοῖς πατράσι νεωτερίσματα, τὰ κωμῳδιαζόμενα τοῖς ἁγίοις ἐκστρηνιάσματα· ἀλλ’ εἴ τι καλόν, εἴ τι σεμνόν, εἴ τι πρέπει ἁγίοις, ὅσα φιλαδελφίας, ὅσα ταπεινοφροσύνης, ὅσα ἐσχατιασμοῦ, κατὰ μίμησιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ τὰ εὐτελῆ καὶ ἐξουθενημένα ἑλομένου, ταῦτα καὶ σχοίητε καὶ ἔχοιτε καὶ κτᾶσθε καὶ κτίζεσθε, πορευόμενοι νηπίως καὶ ἀκάκως καὶ εἰλικρινῶς, ὡς ἄρνες Χριστοῦ, ὡς λαὸς ἐκλεκτὸς κυρίου, μηδὲν παρὰ τὸ διατεταγμένον πράσσοντες. εἰ δὲ καὶ γένηται, πάλιν ἐπανορθούμενοι δι’ ἐπιτιμίων, ἵν’ οὕτως ἀκούσητε τῆς ἐπιθυμουμένης φωνῆς ἐκείνης ἐν καιρῷ ἀνταποδόσεως, “δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου”· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ παναγίῳ πατρὶ καὶ τῷ ζωοποιῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Μʹ. Περὶ τοῦ ἀποῤῥίψασθαι ἡμᾶς πᾶσαν ἀκηδίαν καὶ διεγερθῆναι πρὸς ἐργασίαν πνευματικήν. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, ὥσπερ ἕκαστος ὑμῶν ἀπαιτούμενός ἐστι τὸ τῆς οἰκείας διακονίας ἔργον, οὕτως κἀγὼ χρεωστῶ ὑμῖν τὸν τῆς κατηχήσεως λόγον. εἴθε δὲ τοιοῦτον εὐπόρουν ποικίλον καὶ διάφορον, ὡς δύνασθαι πᾶσι προσφυῆ εἶναι, ἁρμόδιον διὰ τῆς χάριτος τοῦ Χριστοῦ· πολλοὶ γάρ εἰσιν ἐν ὑμῖν, ἀδελφοί μου, οἱ χρῄζοντες παρακλήσεως, οἱ ἐπιδεεῖς παραμυθίας, οἱ χρῄζοντες στηριγμοῦ, ἄλλοι ὑπομνήσεως, ἕτεροι διορθώσεως, καὶ μέντοι τινὲς ἐλεγμοῦ καὶ ἄλλοι ἐπιτιμίου καί τινες συγκαταβάσεως, ἄλλοι ἀκριβείας, ἔνιοι δὲ ἀτιμίας καὶ ἀδοξίας. πολλῶν γὰρ ὄντων καὶ διαφόρων τῶν ἠθῶν, ἀναλόγως καὶ ὁ διδασκαλικὸς τρόπος ὀφείλει γίνεσθαι· ᾧ γὰρ τρόπῳ οὗτος θεραπεύεται, ἕτερος τυχὸν βλάπτεται, καὶ δι’ οὗπερ ἄλλος εὐεργετεῖται, συμβαίνει τὸν ἕτερον καταλύεσθαι, καὶ καθ’ οἷον λόγον τις οἰκοδομεῖται, συμβαίνει τὸν ἕτερον ζημιοῦσθαι. ὅθεν οὐ μικρὰ ἡ διακονία μου, ἀλλὰ τῷ ὄντι χαλεπὴ καὶ δυσάνυστος. χρήσομαι δὲ αὐτῇ, χειραγωγούμενος ταῖς εὐχαῖς τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν, καὶ οὐδ’ αὐτῆς ἀμελήσαιμι, ἕως ἐμπνέω· μοχθήσω δὲ καὶ ἀγωνίσομαι τοὺς κυρίους μου καὶ πατέρας μου ὑπομνήσκειν τὰ δέοντα.

Πάντες οὖν εὐδοκίᾳ θεοῦ τῶν σῳζομένων ἐστέ, καὶ πάντες ἐπὶ τῷ σωθῆναι ἐληλύθατε, καὶ πάντων ὑμῶν οὐδὲν ἄλλο τὸ ζήτημα, ἢ τὸ σωτηρίας ἐπιτυχεῖν. ἀλλ’ ἐπειδὴ διάβολός ἐστι παντὶ ἀγαθῷ ὑπεναντίος, πειραζόμεθα οἱ πολλοί, ὡς οὐ βουλόμεθα· τοὺς μὲν γὰρ ταῖς ἡδοναῖς φλογίζει, συλλαμβανόμενος εἰς ἐπικουρίαν τὴν ἔμφυτον ὄρεξιν τῆς νεότητος· τοὺς δὲ τῇ φιλαρχίᾳ καταβάλλει, δι’ ἣν καὶ αὐτὸς ἐκ τῶν ὑψίστων κατέπεσε· τοὺς δὲ ἀμελείᾳ χαυνοῖ καὶ ἀκηδίᾳ δεσμεῖ καὶ ἄγει, ὡς βούλεται καὶ ὅπῃ βούλεται· ἀπιστίᾳ παραλύει καὶ ἰδιοῤῥυθμίᾳ παραλαμβάνων παρασκευάζει ἔκτοπα πράττειν. καὶ ἵνα τί ἓν καθ’ ἓν λέγω, δι’ ὧν ὑποσκελίζειν ἡμᾶς πειρᾶται, καθ’ ἑκάστην ἡμέραν πρὸς αὐτὸ τοῦτο παριστάμενος καὶ ἀναμένων τὴν κατάλυσιν ἡμῶν; ἀλλ’ ἐπιτιμήσει αὐτῷ κύριος ὁ θεός, ὁ εἰπὼν τῇ θαλάσσῃ “σιώπα, πεφίμωσο”, καὶ ἀποσκορακίσει αὐτὸν πόρρω που ἀφ’ ἡμῶν. τοῦτο δὲ γίνεται, ἐάν περ εἰς ἑαυτοὺς γενώμεθα καὶ ἀναλογισώμεθα τὸν πρῶτον σκοπὸν τῆς ἐνταῦθα ἡμῶν ἐλεύσεως· πᾶσαν γὰρ θλῖψιν καὶ στενοχωρίαν μέχρι θανάτου ὑπὸ μάρτυρι θεῷ καθωμολογήσαμεν ὑποστῆναι.

διὰ τοῦτο ἀποῤῥίψατε πάντες τὰ πάντα, οἱ ἀθυμοῦντες τὴν ἀθυμίαν, οἱ φιλαρχοῦντες τὴν φιλαρχίαν, οἱ ἀκηδιῶντες τὴν ἀκηδίαν, οἱ φιληδονοῦντες τὴν φιληδονίαν, οἱ ὑπερηφανευόμενοι τὴν ὑπερηφανίαν, οἱ κενοδοξοῦντες τὴν κενοδοξίαν, οἱ παῤῥησιαζόμενοι τὴν παῤῥησίαν, οἱ ἀτακτοῦντες τὴν ἀταξίαν, οἱ πολυλογοῦντες τὴν πολυλογίαν, οἱ φιλοκοσμοῦντες τὴν φιλοκοσμίαν, οἱ φιλοσαρκοῦντες τὴν φιλοσαρκίαν, οἱ συλλυπούμενοι τὴν ἄλογον λύπην· εἰ δὲ καὶ φθονεῖ τις, τὸν φθόνον, ἢ ἐρίζει, τὴν ἔριδα, ἢ μάχεται, τὴν μάχην, ἢ ἀργεῖ, τὴν ἀργίαν. ταῦτα καὶ τὰ τοιαῦτα τοῦ σκότους ἔργα, τῆς κακίας εἴδη, τοῦ πονηροῦ θελήματα καὶ εὑρήματα· τὰ δὲ τοῦ ἀγαθοῦ θεοῦ ἡμῶν ἡ εἰρήνη, ἡ πραότης, ἡ ταπείνωσις, ἡ ὑπακοή, ἡ ἀφθονία, ἡ ἐργασία, ἡ ἐπιμέλεια, ἡ διέγερσις, ἡ ἀγάπη, ἡ πίστις, ἡ ἐλπίς, ἡ εὐταξία, ἡ προσευχή. ταῦτα τὰ τοῦ φωτὸς ἔργα, ταῦτα τὰ τῆς δικαιοσύνης ἔπαθλα, τὰ τῶν ἁγίων κατορθώματα.

Εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, παρακαλῶ ὑμᾶς, διὰ τὴν ἀγάπην τοῦ κυρίου, ἀνανήψατε οἱ κεκαρωμένοι τοῖς τοιούτοις πάθεσι, γρηγορήσατε οἱ καθεύδοντες τοῖς τηλικούτοις προσκόμμασιν. εἰ θέλομεν οὖν ζῆσαι καλὴν ζωὴν καὶ εἰ ἀγαπῶμεν ἰδεῖν ἡμέρας ἀγαθάς, ἀκούσωμεν τοῦ λέγοντος· “ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν”, καὶ “ποῦ οἱ ὀφθαλμοὶ κυρίου”, ἀλλ’ ἢ “ἐπὶ τοὺς φοβουμένους αὐτόν”; ποῦ δὲ τὸ παρωργισμένον “πρόσωπον τοῦ κυρίου”, ἀλλ’ ἢ “ἐπὶ τοὺς ποιοῦντας κακά, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν”; ὅλον τὸ ἑξῆς τοῦ ψαλμοῦ νουθεσίαν ἡμῖν ἀρίστην ὑποδείκνυσιν, εἰ θέλομεν προσέχειν.

Καὶ τοῦτο μὲν οὕτως. ἐν ταῖς ἡμέραις δὲ ταύταις οὐκ ὀλίγοι τῶν ἀδελφῶν ἀσθενοῦσιν· ἔστι γὰρ ὁ καιρὸς νοσερός. βοηθήσωμεν οἱ ὑγιαίνοντες τοῖς κάμνουσιν, οἱ δὲ ἀσθενοῦντες τὴν παιδείαν κυρίου ὡς σωτήριον δεξώμεθα καὶ ὑπομονητικῶς φέρωμεν καὶ εὐχαρίστως ἀποδεχώμεθα τὰ διδόμενα ἡμῖν. ἡνίκα δ’ ἂν ἀφεθῶμεν τῆς νόσου, μὴ εἰκῇ καὶ μάτην περιφερώμεθα, ἀλλ’ ἐν τοῖς ἔργοις ἡμῶν παριστάμεθα· οὐ γάρ εἰσιν ἐν ἡμῖν δοῦλοι ἀργυρώνητοι, εἰς αὐτὸ τοῦτο τὸ τῆς δουλείας χρῆμα ἀφωρισμένοι (ὅπερ ἡ ἁμαρτία προεξένησε καὶ ὁ ἀπόστολος παρεχώρησε τοῖς κατὰ κόσμον), ἀλλ’ ἡμεῖς αὐτοὶ ἑαυτῶν δοῦλοί τε καὶ δεσπόται, δουλεύοντες καὶ δουλευόμενοι. ὥστε προσέχειν ὀφείλει τις, ἵνα μᾶλλον δουλεύῃ καὶ μὴ δουλεύηται ἀκαίρως. οἶδεν οὖν κύριος ἕκαστον ἡμῶν, καὶ τὸ ἔργον αὐτοῦ καὶ τὴν διακονίαν. οἶδεν οὖν τίνος ἐγένετο καὶ ὅστις ἦν πρότερον, καὶ ὅπως ἦν ἐν τῷ κόσμῳ καὶ πῶς ἐστιν ἄρτι, καὶ πῶς βιάζεται καὶ ὑπομένει καὶ τίσι συνηρίθμηται, καὶ πόσος ἐστὶν ἐν στάσει καὶ οἵους ἔχει προηγουμένους καὶ ἑπομένους, καὶ μεθ’ ὧν ἐσθιᾶται καὶ συναναστρέφεται καὶ καθεύδει, καὶ οἵοις κέχρηται ἱματίοις καὶ ὑποδήμασι· καὶ πρὸς ταῦτα πάντα ὁ ἀκριβὴς ζυγοστάτης, ὁ δίκαιος ἐξισωτής, ὁ ἀλαθὴς ὀφθαλμός, “ἀποδώσει”, καθὼς γέγραπται, “ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ”.

λοιπὸν μηδεὶς ἀθυμείτω, μηδεὶς ἕτερόν τι λογιζέσθω παρ’ ὃ λογίζεσθαι χρή· θεῷ γὰρ πεφανερώμεθα, ἀλλὰ καὶ παραστησόμεθα ἐνώπιον τοῦ φοβεροῦ καὶ φρικτοῦ αὐτοῦ κριτηρίου, ὅτε τῶν βεβιωμένων ἡμῖν ἀποτίννυμεν λόγον, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. ἀμήν.