Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Λόγοι κατὰ τῶν εἰκονομάχων

Θεόδωρος ὁ Στουδίτης

Προοίμιο του τρίτου αντιρρητικού λόγου και συλλογισμοί περί της περιγραπτής φύσεως

Εισαγωγή του τρίτου λόγου και παράθεση θεολογικών συλλογισμών που αποδεικνύουν την ψηλαφητή, ορατή και παθητή ανθρώπινη φύση του ενσαρκωμένου Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 9 από 13

ΑΝΤΙΡΡΗΤΙΚΟΣ Γʹ. Δαυῒδ μὲν ὁ ᾀσματογράφος μιᾷ βολίδι λίθου σφενδονήσας πατάξαι Γολιὰθ τὸν ἀλλόφυλον ᾄδεται. Ἐγὼ δὲ ὁ ἀπειροπόλεμος πρὸς τοῖς δυσὶ τρίτην ταύτην βολίδα τοῦ λόγου βαλών, ὀλέσαι τὸν ἀλλόφυλον νοῦν τῶν Εἰκονομάχων εὔχομαι· κἂν ὑπὲρ δύναμιν εἴη μοι τὸ ἐγχείρημα. Συλλογισμοῖς δέ τισι χρήσομαι πρὸς τὴν τοῦ λόγου ὑπόθεσιν, οὐκ ἔχουσι μὲν ἔντεχνον τὴν πλοκὴν κατὰ τὴν Ἀριστοτελικὴν τεχνολογίαν, εἴτ’ οὖν φλυαρίαν· ἁπλοϊκωτέρῳ δὲ φθέγματι, τῷ κράτει τῆς ἀληθείας ἐρηρεισμένοις. Καὶ τάχα οὐκ ἀκερδὲς εἴη τουτὶ τὸ πόνημα τοῖς ἐντευξομένοις· εἰ μὲν σοφοῖς, ἀφορμὴν ἐμποιοῦν σοφωτέρας θεωρίας· εἰ δὲ ἀμαθέσι. στοιχείωσίν τινα εἰς βοήθειαν τοῦ ὀρθοῦ λόγου, κάμνοντος ἄρτι μάλα ἐκ τῆς ἐπιλυττώσης εἰκονομαχικῆς αἱρέσεως.

Ἐπειδὴ δὲ τὸ εὐκρινὲς φίλον τῷ ἀναγινώσκοντι, ἐν τέσσαρσι κεφαλαίοις διαστήσομαι τὸν λόγον, ἑκάστῳ κεφαλαίῳ τὰ πρὸς τὸν αὐτὸν συντείνοντα σκοπὸν ὑποτάξας θεωρήματα. αʹ. Περὶ τῆς ἐν σώματι εἰκονογραφίας τοῦ Χριστοῦ.

βʹ. Ὅτι περιγραφόμενος ὁ Χριστὸς ἔχει τεχνητὴν εἰκόνα, ἐφ’ ᾗ θεωρεῖται, ὡς καὶ αὐτὴ ἐν Χριστῷ. γʹ. Ὅτι μία καὶ ἀμέριστος ἡ ἐπ’ ἀμφοῖν προσκύνησις, Χριστοῦ τε καὶ τῆς αὐτοῦ εἰκόνος. δʹ. Ὅτι πρωτότυπον ὢν τῆς ἑαυτοῦ εἰκόνος ὁ Χριστός. μίαν ἔχει τὴν πρὸς αὐτὴν ἐμφέρειαν, ὥσπερ καὶ τὴν προσκύνησιν.

Περὶ τῆς ἐν σώματι εἰκονογραφίας τοῦ Χριστοῦ. αʹ. Αἱ κοιναὶ ἔννοιαι πᾶσιν ἐξ ἴσου ὡμολόγηνται· οἷον φέρε εἰπεῖν· Ἡλίου ὑπὲρ γῆν ὄντος, ἡμέρα ἐστί, νὺξ οὐκ ἔστι. Καὶ πάλιν· εἴ τι ζῶον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἄνθρωπος. Καὶ πάλιν· πᾶν σῶμα τριχῆ διαστατόν, ἔχον ἀντιτυπίαν, χροιᾷ τε καὶ ἁφῇ ὑποπῖπτον, περιγραπτόν.

Τί οὖν ὑμῖν δοκεῖ, ὦ βέλτιστοι; τοιοῦ τόν ἐστι ὅπερ εἴληφεν ὁ τοῦ Πατρὸς Λόγος ἀνθρωπισθεὶς σῶμα; Εἰ μὲν κατανεύσαιεν, καὶ συμφήσαιεν πάντως περιγραπτὸν αὐτὸ εἶναι· εἰ δὲ ἀνανεύσαιεν, οὐδὲν διαφέρει τοῦ λέγειν, ἡλίου ὑπὲρ γῆν ὄντος, μὴ ἡμέραν εἶναι, ἀλλὰ νύκτα· καὶ εἴ τι ζῶον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, μὴ ἄνθρωπον εἶναι. Τὸ δὲ οὕτω φρονεῖν καὶ λέγειν, μεμηνότων ἐστί. Μεμηνόσι δὲ διαλέγεσθαι, ἀνοήτων. Οὐκοῦν οὐδεὶς ἡμῖν πρὸς αὐτοὺς λόγος ἐθελουσίως κωφεύοντας· ἀλλ’ οἷς ἐστιν ὦτα τοῦ ἀκούειν.

βʹ. Ὄψις ἀκοῆς προτέρα καὶ τῇ θέσει τοῦ τόπου, καὶ τῇ αἰσθητικῇ ἀντιλήψει. Πρότερον γάρ τις ἰδών τι, ἀκοῇ τὸ ὁραθὲν διεπόρθμευσεν. Οἷον φέρε εἰπεῖν, εἶδεν Ἡσαΐας τὸν Κύριον καθήμενον ἐπὶ θρόνου δόξης, καὶ τοῦτον ὑπὸ τῶν ἑξαπτερύγων Σεραφὶμ κυκλούμενον καὶ αἰνούμενον. Καὶ πάλιν Ἰεζεκιὴλ τὸ ὄχημα τοῦ Θεοῦ, τὰ Χερουβὶμ ἀτενίζει.

Ἀλλὰ γὰρ καὶ οἱ θεσπέσιοι μαθηταί, πρότερον ἰδόντες τὸν Κύριον, δευτερεύοντα τὸν λόγον διεχάραξαν. Εἰ τοίνυν ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καί, ὅσον ἂν ἀναποδίσῃς. εὕροις τὴν λογογραφίαν εἰς ἱστορίαν καταλήγουσαν, ἀνάγκη πᾶσα ἀναιρουμένης τῆς ἱστορίας Χριστοῦ, προαναιρεῖσθαι τὴν λογογραφίαν αὐτοῦ. Καὶ χαραττομένης τῆς δευτέρας προχαράττεσθαι τὴν προτέραν.

Ἄλλο. γʹ. Εἰ τὸ ἀπερίγραπτον οὐσίας ἐστὶ Θεοῦ, τὸ δὲ περιγραπτὸν οὐσίας ἀνθρώπου, ἐξ ἀμφοῖν δὲ ὁ Χριστός· ἐκ δυοῖν ἄρα ἰδιωμάτων, ὥσπερ φύσεών ἐστι γνωριζόμενος. Καὶ πῶς οὐ βλάσφημον ἀπερίγραπτον αὐτὸν λέγειν σώματι ὥσπερ πνεύματι, διὰ τῆς ἀναιρέσεως τοῦ περιγραπτοῦ συναναιρουμένης τῆς ἀνθρωπίνης αὐτοῦ φύσεως;

Ἄλλο. δʹ. Ὧν οὐχ αἱ αὐταὶ ἰδιότητες, τούτων καὶ αἱ οὐσίαι διάφοροι. Ἰδίωμα δὲ θεότητος, τὸ ἀπερίγραπτον, τὸ ἀσώματον, τὸ ἀσχημάτιστον. Ἀνθρωπότητος δέ, τὸ περιγραπτόν, τὸ ψηλαφητόν, τὸ τριχῆ διαστατόν. Εἰ οὖν ὁ Χριστὸς ἐξ ἀμφοῖν, πάντως ἀπερίγραπτός τε καὶ περιγραπτός. Εἰ δὲ θάτερον μόνον, μιᾶς ἄρα ἐστὶν οὐσίας ἧς ἔχει τὸ ἰδίωμα, ὅπερ ἀσεβές.

εʹ. Εἰ διὰ τὸ ἀπερίγραπτον τὸ περιγραπτὸν ἀφανίζεται. ὡς μὴ ἐγχωροῦντος θατέρου ἐν Χριστῷ εἶναι· ἀνάγκη πᾶσα καὶ διὰ τὸ ἀψηλάφητον τὸ ψηλαφητὸν ἐξαφανίζεσθαι· καὶ ὅσα ἄλλα ἀντιδιαστελλόμενα ταῖς ἑκατέραις αὐτοῦ φύσεσιν ἔνεστιν. Εἰ δὲ τοῦτο ἀσεβές, ἀσεβὲς ἂν εἴη καὶ τὸ μὴ περιγεγράφθαι αὐτὸν λέγειν κατὰ τὴν ἐνσωμάτωσιν.

Ἄλλο. ϛʹ. Εἰ οὐ περιγραπτὸς ὁ Χριστός, οὐδὲ παθητός· ἐξ ἴσου γὰρ τῷ ἀπεριγράπτῳ τὸ ἀπαθές. Ἀλλὰ μὴν παθητός, καθά φησι τὰ λόγια· οὐκοῦν καὶ περιγραπτός.

Ἄλλο. ζʹ. Ὅτι τό, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με, τῶν δύο φύσεων Χριστοῦ ἐστι δηλωτικόν, τῆς τε ἀπεριγράπτου καὶ περιγεγραμμένης. Εἰ τό, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, τῆς ἀνθρωπότητος, τὸ δέ, Πρὸ πάντων βουνῶν γεννᾷ με, τῆς θεότητος· ἀνάγκη τὸν ταῦτα λέγοντα, ὡς μὲν κτιστὸν περιγραφῇ ὑποπίπτειν· ὡς δὲ ἄκτιστον, ἀπερίγραπτον εἶναι. Εἰ δὲ διὰ τὸ θατέρῳ περιγεγράφθαι καὶ θάτερον συμπεριγράφοιτο, ἤτοι τῷ κτιστῷ τὸ ἄκτιστον, πᾶσα ἀνάγκη τὸ μὲν ἐξ ἀπεριγράπτου εἰς περιγραπτὸν μεταφοιτῆσαι· τὸ δὲ ἐκ περιγραπτοῦ εἰς ἀπερίγραπτον· ἀντιδιδούσης θατέρας φύσεως θατέρᾳ τὸ οἰκεῖον, καὶ ἀπολλυούσης τὸ προσὸν αὐτῇ φυσικὸν καὶ ἀκοινώνητον ἰδίωμα· καὶ οὐδεμιᾶς λοιπὸν οὔσης ἐν αὐτῷ ἀληθῶς, διὰ τῆς κενῆς ἀντιστροφῆς· ὅπερ ἄτοπον.

Ἄλλο, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. ηʹ. Εἰ τό· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, οὐ τὸν Λόγον εἰς σάρκα μεταπεποιῆσθαι φρονοῦμεν, διὰ τὴν τῆς θεότητός τε καὶ ἀνθρωπότητος ἐνυπάρξασαν σύνοδον· ἀλλὰ μένοντα ἐν τῇ οἰκείᾳ περιωπῇ τῆς θεότητος γεγενῆσθαι σάρκα· τὸν αὐτὸν δὴ τρόπον καὶ περιγράφεσθαι αὐτὸν λέγοντες, οὐ μεταβεβλῆσθαι αὐτὸν εἰς περιγραφήν, ᾗ Θεός ἐστι. πιστεύομεν· ἀλλ’ ᾗ ἄνθρωπος γεγονὼς ὦπται καθ’ ἡμᾶς.

Εἰ δὲ ἐν τῷ περιγράφεσθαι μεταβέβληται τὸ ἀπερίγραπτον· καὶ ἐν τῷ σὰρξ γενέσθαι, μεταβέβληται ἄρα ἡ φύσις τῆς θεότητος, ὅπερ ἄτοπον.

Ἄλλο. θʹ. Ἴσον ἐστὶ τὸ λέγειν. Κύριος ἔκτισέ με. τῷ εἰπεῖν. Κύριος περιέγραψέ με. Εἰ γὰρ ἐπειδὴ οὐ γέγραπται. Κύριος ἐποίησέ με, Κύριος ἐσωμάτωσέ με, οὐκ ἔστι λέγειν μὴ ταῦτα αὐτὸν γεγονέναι· οὕτως ἐπειδὴ γέγραπται, Κύριος ἔκτισέ με, ὅτι καὶ περιέγραψέ με, ἐξ ἴσου ἐστὶ νοεῖν τοῖς ὀρθὰ φρονεῖν ἐθέλουσι. Κτίσις γὰρ περιγραφῆς ἰδίωμα, καὶ τοῖς μικρόν τι συνιοῦσιν.

Ἄλλο. ιʹ. Εἰ ἀπερίγραπτος ὁ Χριστός, ὥς φατε, οὐ μόνον κατὰ τὴν θεότητα, ἀλλὰ καὶ κατὰ τὴν ἀνθρωπότητα· θεότης ἄρα καὶ ἡ ἀνθρωπότης. Ὧν γὰρ τὰ αὐτὰ ἰδιώματα, τούτων μία καὶ ἡ φύσις. Ἀλλὰ μὴν ἐκ δύο φύσεων, οὐκοῦν καὶ ἐκ δυοῖν ἰδιωμάτων· ὡς ἂν μὴ τῇ ἀναιρέσει τοῦ περιγραπτοῦ, συναναιρεθείη καὶ ἡ φύσις τῆς ἀνθρωπότητος.

Ἄλλο. ιαʹ. Εἰ πᾶσα εἰκών, μορφῆς ἢ σχήματος, ἢ εἴδους, καὶ χρώματός ἐστιν εἰκών, Χριστὸς δὲ ἐν τούτοις· ἐπεὶ κατὰ τὰ Λόγια καὶ δούλου μορφὴν ἀνέλαβε, καὶ σχήματι εὑρέθη ὡς ἄνθρωπος, καὶ εἶδος ἔσχεν ἄτιμον, εἶτα καὶ ἐκλεῖπον, ὅπερ ἐστὶ σώματος σημαντικόν· εἰκονίζεται ἄρα ἐν τῇ τοιᾷδε περιγραφῇ τῆς ὁμοιώσεως αὐτοῦ.

Ἄλλο. ιβʹ. Ὥσπερ τὸ ἀπερίγραπτον, τὸ ἀψηλάφητον, τὸ ἀσχημάτιστον, ὁμόστοιχα· οὕτω τὸ περιγραπτόν, τὸ ψηλαφητόν, τὸ σχηματιστόν, καὶ ὅσα ἄλλα ἀντιδιαστελλόμενά ἐστι πρὸς ἄλληλα. Εἰ οὖν ὁ Χριστὸς ἀπερίγραπτός ἐστι καθὸ ἄνθρωπος, ἀκόλουθον ἂν εἴη λέγειν αὐτὸν καὶ ἀψηλάφητον, καὶ ἀσχημάτιστον· τῆς γὰρ [αὐτῆς] συστοιχίας ἀμφότερα.

Εἰ δὲ τοῦτο ἄτοπον, καὶ οὐ συγχωρεῖται θάτερον θατέρου διασχίζεσθαι· ὥσπερ οὐδὲ τὸ ἀπερίγραπτον τοῦ ἀψηλαφήτου καὶ ἀσχηματίστου· ἀνάγκη ψηλαφητὸν ὄντα καὶ περιγραπτὸν ὑπάρχειν· ἵνα μὴ διὰ τὸ ἀπερίγραπτον, καὶ ἀψηλάφητον αὐτὸν δοίημεν εἶναι, ὅπερ ἀσεβές.

Ἄλλο. ιγʹ. Εἴδη περιγραφῆς πολλά· ἡ κατάληψις· ἡ ποσότης· ἡ ποιότης· ἡ θέσις· οἱ τόποι· οἱ χρόνοι· τὰ σχήματα· τὰ σώματα· ἅτινα ἐπὶ Θεοῦ ἀποφάσκεται· ἐν οὐδενὶ γὰρ τούτων τὸ θεῖον. Χριστὸς δὲ ἐνανθρωπήσας εἴσω τούτων δείκνυται.

Ὁ γὰρ ἀκατάληπτος, ἐν παρθενικῇ νηδύϊ συνελήφθη· καὶ ὁ ἄποσος, τρίπηχυς ἐγένετο· καὶ ὁ ἄποιος, ποιότητι μεμόρφωται· καὶ ὁ ἔξω θέσεως, ἵσταται, καὶ κάθηται, καὶ ἀνακέκλιται· καὶ ὁ παρὰ τόπου, ἐν φάτνῃ τέθειται· καὶ ὁ ἀνώτερος χρόνου, δωδεκαετὴς κατὰ προκοπὴν ἡλικίας γίνεται· καὶ ὁ ἀσχημάτιστος, ἐν σχήματι ἀνθρώπου ὡράθη· καὶ ὁ ἀσώματος ἐν σώματι γεγονώς· Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα, τοῖς ἑαυτοῦ μαθηταῖς ἔφη. Περιγραπτὸς ἄρα ὁ αὐτός, καὶ ἀπερίγραπτος· τὸ μὲν τῇ θεότητι, τὸ δὲ τῇ ἀνθρωπότητι· κἂν οὐ βούλωνται οἱ ἀσεβέστατοι Εἰκονομάχοι.

Ἄλλο, κατὰ παράβλησιν εὐαγγελικήν. ιδʹ. Εἰ Θεὸν οὐδεὶς ἑώρακε πώποτε, καθὼς ὁ μονογενὴς Υἱὸς τοῦ Πατρὸς ἐξηγήσατο ὁ αὐτὸς Θεὸς ὤν· πῶς φησι τῷ ἀναβλέψαντι τυφλῷ. Καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνός ἐστιν; Οὐκοῦν ὁρατὸς ὁ αὐτὸς καὶ ἀόρατος· ἀλλὰ τὸ μὲν κατὰ τὴν ἀπερίγραπτον φύσιν· ἀόρατον γὰρ τὸ ἀπερίγραπτον· τὸ δὲ κατὰ τὴν περιγεγραμμένην ἀνθρωπότητα· ὁρατὸν γὰρ τὸ περιγεγραμμένον· ὅπερ ἀληθές.

Ἀντίθεσις ὡς ἐκ τῶν Εἰκονομάχων. ιεʹ. Εἰ σάρκα παραδόξως ἀνέλαβεν ὁ Χριστὸς ἐν τῇ οἰκείᾳ ὑποστάσει· ἀχαρακτήριστον δὲ ὡς τὸν τινὰ μὴ σημαίνουσαν, ἀλλὰ τὸν καθόλου ἄνθρωπον· πῶς ἄρα ἐφικτὸν ταύτην ψηλαφωμένην εὑρίσκεσθαι, καὶ χρώμασι διαφόροις καταγράφεσθαι; φαῦλος ὁ λόγος, καὶ ἡ ἐπίνοια ψευδής.

Πρὸς τοῦτο λύσις. Εἰ σάρκα παραδόξως ἀνέλαβεν ὁ Χριστὸς ἐν τῇ οἰκείᾳ ὑποστάσει· ἀχαρακτήριστον δέ, καθώς φατε, ὡς τὸν τινὰ μὴ σημαίνουσαν, ἀλλὰ τὸν καθόλου ἄνθρωπον, πῶς ἐν αὐτῷ ὑπέστη; τὰ γὰρ καθόλου ἐν τοῖς ἀτόμοις τὴν ὕπαρξιν ἔχει· οἷον, ἡ ἀνθρωπότης ἐν Πέτρῳ καὶ Παύλῳ καὶ τοῖς λοιποῖς ὁμοειδέσι. Μὴ ὄντων δὲ τῶν καθ’ ἕκαστα, ἀνῄρηται ὁ καθόλου ἄνθρωπος. Οὔκουν ἐν Χριστῷ ἡ ἀνθρωπότης, εἴπερ μὴ ὡς ἔν τινί ἐστιν ἐν αὐτῷ ὑφεστῶσα· καὶ λείπεται φαντασίᾳ αὐτὸν λέγειν σεσαρκῶσθαι· καθ’ ἣν οὐδὲ ψηλαφᾶσθαι δύναιτ’ ἄν, οὐδὲ χρώμασι διαφόροις περιγράφεσθαι.

Ἀλλὰ Μανιχαίων τὸ φρόνημα.