Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Λόγοι κατὰ τῶν εἰκονομάχων

Θεόδωρος ὁ Στουδίτης

Αντιμετώπιση εικονομαχικών ενστάσεων περί περιγραπτού και απεριγράπτου

Θεολογικές απαντήσεις σε επιχειρήματα των εικονομάχων σχετικά με την ερμηνεία αγιογραφικών χωρίων, την ανάληψη δουλικής μορφής, και την ασύγχυτη συνύπαρξη θείων και ανθρώπινων ιδιωμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 11 από 13

Ἀντίθεσις ὡς ἐκ τῶν Εἰκονομάχων. λθʹ. Εἰ τοῦ Πατρὸς εἰκὼν ἀπαράλλακτός ἐστιν ὁ Υἱός, ὡς ἐκεῖνον ἐν αὐτῷ φαίνεσθαι, κατὰ τό, Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα· ἀνάγκη λέγειν ἀπερίγραπτον εἶναι τὸν ἐξ ἀπεριγράπτου προελθόντα Πατρός. Ἐπεὶ πῶς ἂν ἐν τῷ περιγραπτῷ ὀφθείη ποτὲ τὸ ἀπερίγραπτον; Οὐκοῦν ἀπερίγραπτος ὁ Χριστός.

Λύσις πρὸς τοῦτο, ἐξ ἴσης θεωρίας. Εἰ ἐξ ἀπεριγράπτου Πατρός, ἀπερίγραπτος ὁ ἐξ αὐτοῦ προελθών, δηλονότι καὶ περιγεγραμμένος ὁ ἐκ περιγεγραμμένης μητρὸς προελθών· εἰ μή τί γε τὸ μὲν ἀληθές. τὸ δὲ ψευδὲς ὑποληπτέον. Εἰ δὲ ἄμφω ἀληθὲς ἐν τῷ ἑνὶ Χριστῷ, καὶ ἀμφοτέρας ἄρα γεννήσεως τὰ ἰδιώματα κέκτηται, ἀπερίγραπτος ὢν καὶ περιγραπτός.

Ἄλλο διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. μʹ. Εἰ τὸ ἀρχέτυπον ἐν τῇ εἰκόνι φαίνεται, ἔστω πάντως κατὰ τοῦτο κἀκεῖνο· ἐνσώματος δὲ ὁ Χριστός· ἐνσώματος ἄρα καὶ ὁ Πατήρ, καθ’ ὃν εἰκὼν ἐμορφώθη. Εἰ δὲ τοῦτο ἄτοπον, ἔστω πάντως, ὡς μὲν τοῦ Πατρὸς εἰκών. ἀπερίγραπτος· ἀπερίγραπτος γὰρ ὁ Πατήρ, ὅτι καὶ ἀσώματος· ὡς δὲ κατὰ τὸ ὑπ’ αὐτοῦ εἰρημένον, ὅτι Υἱὸς ἀνθρώπου ἐστί, μὴ θαυμάζηται τοῦτο. περιγεγραμμένος· περιγραπτὸς γὰρ πᾶς ἄνθρωπος. ὅτι καὶ ἐνσώματος· ὅπερ ἀληθές.

Ἄλλο. μαʹ. Εἰ ἐπὶ τῆς ἐνσωμάτου ἰδέας, καθώς φατε, εἴρηκεν ὁ Χριστός. Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα· προσεῖναι πάντως ἀναγκαῖον αὐτῷ κατὰ φύσιν. ὅσα καὶ τῷ Πατρί· ἔσται γὰρ οὕτως ἀκριβὴς ὁ χαρακτήρ. Ἀνείδεος δὲ ὁ Πατήρ, ἀσχημάτιστος, ἀπερίγραπτος Ταῦτα καὶ ὁ Χριστός. Ἐπεὶ πῶς ἐν τῷ εἰδοποιηθέντι τὸ ἀνείδεον φανείη, ἢ ἐν τῷ ἐσχηματισμένῳ τὸ ἀσχημάτιστον, ἢ ἐν τῷ περιληφθέντι τὸ ἀπερίληπτον;

Εἰ δὲ τοῦτο ἀσεβές, ἀσεβὲς ἂν εἴη λέγειν κατὰ τὴν ἐνσώματον ἰδέαν φάσκειν τὸν Χριστόν· Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα. Λείπεται δὴ λέγειν κατὰ τὴν τῆς θεότητος μορφήν, ὅπερ ἀληθές.

Ἀντίθεσις, ὡς ἐκ τῶν Εἰκονομάχων. μβʹ. Εἰ ἦν, φασί, ψιλὸς ὁ Χριστός, ἦν ἂν καὶ περιγραπτός· ψιλοῦ γὰρ τὸ περιγράφεσθαι. Ἐπειδὴ δὲ οὐ ψιλός. Θεὸς γὰρ ὁ αὐτὸς καὶ ἄνθρωπος, οὐδὲ περιγραπτός.

Πρὸς τοῦτο λύσις. Εἰ ἐπ’ ἀναιρέσει τοῦ ψιλὸν εἶναι τὸν Χριστόν, ἀπερίγραπτον αὐτὸν φαῖεν, πάντως καὶ ἀσώματον· καὶ ποῦ τὸ περιγραπτὸν καὶ σχηματιστόν, δι’ οὗ καὶ τὸ εἶναι σῶμα, γνωρίζεσθαι πέφυκε; Τούτων γὰρ μὴ ὄντων, καὶ τό, περὶ ὃ ταῦτα, ἀναιρεῖσθαι ἀνάγκη. Ἀλλὰ μὴν Χριστὸς ἐν σώματι καὶ σχήματι· καὶ ἐν περιγραφῇ ἄρα.

Ἄλλο. μγʹ. Εἰ διὰ τὸ μὴ ψιλὸν εἶναι τὸν Χριστόν, φαῖεν αὐτὸν ἀπερίγραπτον κατὰ τὴν ἀνθρωπότητα· ἐπειδὴ τῆς θείας φύσεως τοῦτο ἰδίωμα, ἐμίχθη τὰ ἄμικτα, ἐν τῷ ἀπεριγράπτῳ τὸ περιγεγραμμένον. Ὧν δὲ τὰ ἰδιώματα ἐμίχθη, τούτων δηλαδὴ καὶ αἱ φύσεις. Εἰ δὲ τοῦτο λέγειν ἢ φρονεῖν ἀσεβές, οὐ ψιλὸς ἄρα ὁ Χριστός, κἂν περιγέγραπται σώματι· ἵνα μὴ ἐν τῷ [μὴ] περιγεγράφθαι, μιχθῇ τὰ ἄμικτα.

Ἄλλο. μδʹ. Τὸ ἀπερίγραπτον ἁπλοῦν τέ ἐστι καὶ ἀσύνθετον, ὡς πάσης ἀνῳκισμένον θέσεως. Χριστὸς δὲ διπλοῦς τε ὢν καὶ σύνθετος, εἰ μὴ περιγράφοιτο, ἀπώλεσεν ἂν τὸ τῆς διπλότητος καὶ συνθέσεως σχῆμα καὶ χρῆμα. Ἀλλὰ μὴν διπλοῦς τε καὶ σύνθετος ὁμολογεῖται· οὐκοῦν καὶ περιγραπτός· ὅπερ ἀληθές.

Ἄλλο. μεʹ. Ἄρσεν καὶ θῆλυ, μόνοις ἐν τοῖς τῶν σωμάτων ζητεῖται σχήμασι· μηδεμιᾶς ἐν τοῖς ἀσωμάτοις διαφορᾶς γνωριζομένης, τῆς χαρακτηριζούσης ἀμφότερα. Οὐκοῦν εἰ ὁ Χριστὸς ἀπερίγραπτος, ὡς ἔξω σώματος, ἔξω ἂν εἴη καὶ τῆς προδηλουμένης διαφορᾶς. Ἀλλὰ μὴν ἄρσην τεχθείς, ὥς φησιν Ἡσαΐας, ἐκ τῆς προφήτιδος· οὐκοῦν καὶ περιγραπτός.

Ἄλλο. μϛʹ. Τῶν σωμάτων τὰ μὲν ἐπινοίᾳ τμητά· ἅτινά εἰσιν ἀνέπαφα, καὶ διὰ τοῦτο ἀπερίγραπτα· τὰ δὲ ἐνεργείᾳ, ἅπερ εἰσὶ παχυμερῆ, ὡς ψηλαφητά, καὶ διὰ τοῦτο περιγραφόμενα. Εἰ οὖν ὁ Χριστὸς ἄτμητον εἴληφε σῶμα, καὶ ἀπερίγραπτον ἄρα. Ἀλλὰ μὴν τμητόν· φησὶ γὰρ ὁ θεηγόρος Λουκᾶς·

Καὶ ὅτε ἐπλήσθησαν αἱ ὀκτὼ ἡμέραι τοῦ περιτεμεῖν αὐτόν. Εἰ δὲ περιετμήθη, καὶ περιγραπτὸς ἄρα· ὅπερ ἀληθές.

Ἀντίθεσις ὡς ἐκ τῶν Εἰκονομάχων. μζʹ. Εἰ ὅσα τῶν σωμάτων ἄτμητα καὶ ἀνέπαφα, ταῦτα καὶ ἀπερίγραπτα· ἐπειδὴ δὲ ἄγγελοι ἀσώματοι, πῶς ἐν περιγραφῇ; Οὐκοῦν περιγραφόμενοι καὶ ἐνσώματοί εἰσιν. Εἰ δὲ ἀσώματοι, οὐ περιγραπτοὶ ἄρα.

Λύσις πρὸς τοῦτο. Τῇ παραβολῇ τοῦ παχυμεροῦς σώματος, ἡ τῶν ἀγγέλων φύσις ἀσώματος· τῇ δὲ συγκρίσει τῆς θεότητος, οὐκ ἀσώματος, οὐδὲ ἀπερίγραπτος. Διὰ τοῦτό φησιν ὁ Ἀπόστολος, Καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια.

Τὸ γὰρ κυρίως ἀσώματον, ἀπεριόριστόν τέ ἐστι καὶ ἀπερίγραπτον· ὅπερ ληπτέον ἐπὶ τῆς θείας φύσεως μόνης. Ἄγγελος δὲ τόπῳ περιοριστός, καὶ διὰ τοῦτο περιγραπτός. Οὐ γάρ, ὅτε εἰς Ναζαρὲτ φοιτήσας, τῇ Παρθένῳ τό, Χαῖρε. κέκραγεν, ἀλλαχοῦ παρῆν. Ὁ τοῦ Πατρὸς δὲ Λόγος συλληφθεὶς ἐν τῇ μήτρᾳ τῆς Θεοτόκου, κἀκεῖ παρῆν, καὶ ὑπὲρ τὸ πᾶν ἦν. Καὶ διὰ τοῦτο καθὸ Θεός, ἀπερίγραπτος ὡς ἀπεριόριστος· εἰ καὶ ὅτι καθὸ ἄνθρωπος κυηθεὶς ἐκ τῆς Παρθένου, περιγραπτός.

Ἄλλο. Μηʹ. Εἰ καθ’ ἣν ἔλαβε μορφὴν δούλου ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐ περιγέγραπται, οὐκ ἄλλη ἂν εἴη αὕτη παρὰ τὴν θείαν μορφήν, εἴπερ ταύτης τὸ ἀπερίγραπτον. Εἰ δὲ ἑτέρα καὶ ὁμοούσιος ἡμῖν, πῶς ἧς τὴν μορφὴν ἀνέλαβε. ταύτης οὐχὶ καὶ τὸ ἰδίωμα εἴληφε; Περιγραπτὸς ἄρα ὁ Χριστός, ἐπείπερ καὶ ἡμεῖς, ὧν τὴν μορφὴν ἀνέλαβεν.

Ἄλλο. μθʹ. Εἰ ἐξ ὧν ὡς ἄνθρωπος ὁ Χριστὸς περιγέγραπται. παραβλάπτεται τὰ ἐξ ὧν ὡς Θεὸς οὐ περιγέγραπται· πᾶσα ἀνάγκη καὶ ἐξ ὧν ὡς ἄνθρωπος φαίνεται ποιῶν τε καὶ λέγων, λυμαίνεσθαι τὰ ἐξ ὧν ὡς Θεὸς δείκνυται διαλεγόμενός τε καὶ θαυματουργῶν. Εἰ δὲ ἐνταῦθα οὐ λυμαίνεται τοῦτο ἐκεῖνο μένον ἑκάτερον εἴσω τοῦ οἰκείου ὅρου ἐν τῷ ἑνὶ ἐξ ἀμφοῖν Χριστῷ, οὐδὲ ἐκεῖσε ἄρα ἀναιρήσει τὸ περιγραπτὸν τὸ ἀπερίγραπτον.

Ἄλλο ἐκ παραβολῆς τῆς θεοπνεύστου Γραφῆς. νʹ. Ἰουδαίοις διαλεγόμενος τάδε φησὶν ὁ Σωτήρ· Πρὶν Ἀβραάμ, ἐγώ εἰμι. καὶ πάλιν ὁ εὐαγγελιστής, Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυΐδ, υἱοῦ Ἀβραάμ. Πῶς οὖν ὁ πρὶν Ἀβραάμ, υἱὸς Ἀβραάμ; Ἢ δηλονότι τὸ μὲν θεοπρεπῶς, τὸ δὲ ἀνθρωποπρεπῶς εἰρῆσθαι ἐκληψόμεθα;

Κἀν τῷ περιγραπτῷ καὶ ἀπεριγράπτῳ τοῦτο νομιστέον· ὅτι οὐ θάτερον θάτερον ἀδικήσει ἐν τῷ ἑνὶ ἐξ ἀμφοῖν γνωριζομένῳ Χριστῷ.

Ἄλλο. ναʹ. Εἰ πᾶς μεσίτης δυοῖν ἐναντιουμένων ἀλλήλοις προσώπων ἐστίν, ἐν ἑαυτῷ τῶν ἑκατέρων εὐκρινῶς τὰ δίκαια νέμων· ἀνάγκη πᾶσα καὶ Χριστὸν μεσίτην Θεοῦ καὶ ἀνθρώπων ὄντα, καὶ ὥσπερ εἰς ἑνότητα φυσικὴν συνάπτοντα τὰ ἄκρα κρίσει δικαίᾳ, ἀπερίγραπτον εἶναι πνεύματι. σώματι δὲ περιγραπτόν. Ἵνα μὴ θατέρῳ προστιθέμενος, ἤτοι τῷ ἀπεριγράπτῳ· καὶ οὐ διασώζων τὸ περιγεγραμμένον, ἀλώβητον· ἀπολέσῃ τὸ εἶναι μεσίτης δίκαιος.

Ἄλλο. νβʹ. Εἰ Χριστὸς ὡς ἄνθρωπος ἀπέθανε, καὶ ψόγον οὐδένα αὐτῷ ὡς Θεῷ προστρίβεται· οὐδὲ τὸ περιγεγράφθαι. αὐτὸν ἀνθρωποπρεπῶς ἀδικήσειεν. Εἰ δὲ τοῦτο ὕβρις, πολλῷ μᾶλλον ἡ θνῆσις.

Ἀντίθεσις ὡς ἐκ τῶν Εἰκονομάχων. νγʹ. Τό, Χριστὸν περιγράφειν, ἀπεμφαῖνόν πώς ἐστι καὶ ἀπηγορευμένον τῇ θεοπνεύστῳ Γραφῇ· φησὶ γάρ, Καὶ ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός· φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε, καὶ ὁμοίωμα οὐκ εἴδετε, ἀλλ’ ἢ φωνήν. Οὐκοῦν τὸ ὁμοίωμα ἀναστηλοῦν Χριστοῦ, ἀντιπῖπτόν ἐστι ταῖς θείαις ἀπαγορεύσεσι.

Πρὸς τοῦτο λύσις. Ἐθελοκωφοῦσιν οἱ ταῦτα λέγοντες, τοῦ μὴ ἐπιγνῶναι ὅτου χάριν ἀπηγόρευται παρὰ τῇ θεοπνεύστῳ Γραφῇ ἡ τοῦ ὁμοιώματος καὶ οὑτινοσοῦν ἄλλου εἰδωλικοῦ ἰνδάλματος ἀπαγόρευσις· ὅτιπερ περὶ τῆς θείας φύσεως ὁ λόγος· τὸ γὰρ θεῖον ἄποσόν τέ ἐστι καὶ ἀσχημάτιστον· καὶ οὔτι που ὁμοιώματός τινος ἔχον ἐμφέρειαν. Ἀλλ’ οὐ περὶ τοῦ οὐσιωθέντος Λόγου τὴν καθ’ ἡμᾶς μορφήν. Ἐπεὶ εἰ τοῦτο πῶς ὁ εὐαγγελιστής φησι· Καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον· καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων; Ἰδοὺ γοῦν ὁ ἀνείδεος εἶδος ἔσχεν· ἤτοι ὁμοίωμα· ἐσχηματίσθη γὰρ ὁ ἀσχημάτιστος· καὶ ὁ ἄποσος εἴσω ποσότητος ἐγεγόνει. Καὶ ἐπεὶ οὖν πρόσωπον ἔσχε τισὶν ἰδιώμασι περιγραφόμενον, περιγραπτὸς ἄρα ὁ Χριστὸς κατὰ τὴν ἐνσώματον αὐτοῦ θέαν· ὥσπερ καὶ ἀπερίγραπτος κατὰ τὴν ἀθέατον αὐτοῦ οὐσίαν.

Ἄλλο, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. νδʹ. Εἰ ὁποία δ’ ἂν ἡ τεκοῦσα ὑπάρχῃ. τοιοῦτον εἶναι χρὴ καὶ τὸ ἐξ αὐτῆς τικτόμενον· περιγραπτὴ δὲ ἡ Χριστοῦ Μήτηρ· περιγραπτὸς ἄρα καὶ ὁ Χριστός, ὡς Υἱὸς αὐτῆς, εἰ καὶ Θεὸς κατὰ φύσιν. Εἰ δὲ οὐ περιγραπτός, οὐδὲ ὁμοούσιος τῇ Μητρί· ἐξ οὗ οὐδὲ Μήτηρ ἡ Μήτηρ, ὅπερ ἄτοπον.

Ἀντίθεσις ὡς ἐκ τῶν Εἰκονομάχων κατὰ παράβλησιν ἀποστολικήν. νεʹ. Ὅτι τὸ εἰκονίζειν τὸν Χριστόν, εἰδωλικῆς ἐστιν ἐπινοίας ἐφεύρεμα, συνήσει πᾶς τις. Λέγει γὰρ ὧδέ που ὁ Ἀπόστολος· καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα.

Λύσις πρὸς τοῦτο. Τῷ ὄντι, ἀποστολικῶς φάναι, εἰς ἀδόκιμον νοῦν ἐμπεπτωκότων τῶν Εἰκονομάχων, Ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· καὶ φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν. Μὴ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται.

Εἰ γὰρ ἐπ’ ἀναιρέσει, τοῦ μὴ εἰκονίζεσθαι Χριστόν, εἴρηται τῷ Ἀποστόλῳ. Ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου· οὔπω ὡμολόγηται αὐτῷ ὁμοιωθῆναι ἀνθρώποις. Καὶ πῶς φησι ἑτέρωθι· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος ἄχρι θανάτου, θανάτου δὲ σταυροῦ; Οὐκοῦν ἑαυτῷ ἐναντιοῦται· πῆ μὲν ἀναιρῶν τὸ ὁμοιωθῆναι ἀνθρώποις Θεόν· πῆ δὲ ἐν ὁμοιώματι ἀνθρώπων γενέσθαι βεβαιῶν. Ἀλλὰ ἄπαγε τῆς ἀβελτηρίας. Τὸ μὲν γὰρ τοῖς εἰδωλολάτραις ἀπονενέμηται. ἀλλάξασι τὴν δόξαν ὡς ἀληθῶς τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν· οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει καὶ ἐσεβάσθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα. Τὸ δὲ τοῖς πιστοῖς, οἷς ἐν μορφῇ Θεοῦ ὑπάρχων ὁ τοῦ Θεοῦ καὶ Πατρὸς Λόγος, ὁμοιωθῆναι πεπίστευται· οὐ κατὰ τὸ εἶναι ἴσα Θεῷ, ἀλλὰ κατὰ τὸ ἑαυτὸν κενῶσαι, καὶ μορφὴν δούλου λαβεῖν, σχήματί τε εὑρεθῆναι ὡς ἄνθρωπον· ἅτινά ἐστι περιγραφῆς ἰδιώματα.