Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Λόγοι κατὰ τῶν εἰκονομάχων

Θεόδωρος ὁ Στουδίτης

Η προσκύνηση των ιερών εικόνων και οι αναθεματισμοί των εικονομάχων

Διαχωρισμός λατρευτικής και τιμητικής προσκυνήσεως, συγκρίσεις με την τιμή προς το ιερό Ευαγγέλιο και τον τίμιο Σταυρό, και παράθεση των αναθεματισμών κατά της εικονομαχικής διδασκαλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 4 από 13

ΙΒʹ. Πῶς φής, Ἐν τῇ εἰκόνι, τοῦ Χριστοῦ ἡ θεότης; φυσικῶς; ἐπεὶ συμπροσκυνεῖται· ἢ οὔ; καὶ εἰ μὲν ἐν αὐτῇ, ἡ περιγραφή· εἰ δὲ μή, τὸ προσκυνεῖν ἀσεβές· οὐ γὰρ ὃ λέγεται, ἀλλ’ ὃ μὴ ἔστι προσκυνεῖται. Χριστοῦ δὲ ἡ σὰρξ ἀεὶ τῇ θεότητι συμπροσκυνεῖται, ὅτι συνήνωται ἀδιασπάστως· ἀλλ’ οὐχ ἡ εἰκών.

Ἐπὶ τῶν αὐτῶν ἀτοπημάτων εἶ. Οὐκ ὄντος γὰρ ἑνὸς ἀρχετύπου τε καὶ εἰκόνος, ὅτι τὸ μὲν ἀλήθεια, τὸ δὲ σκιά· τί ὡς σοφόν σου τὸ ἐπιχείρημα; Ἐπὶ μὲν γὰρ τοῦ Κυριακοῦ σώματος τῇ φυσικῇ συναφείᾳ ἡ θεότης συναπτικῶς καὶ προσκυνεῖται καὶ δοξάζεται, καίπερ τῆς σαρκὸς περιγραφῇ ὑποπιπτούσης. Πῶς γὰρ οὔ, ἁπτῆς καὶ ληπτῆς καὶ ὁρατῆς ὑπαρχούσης, καὶ οὐδαμῶς τῆς ἀπεριλήπτου φύσεως διὰ τὴν ἕνωσιν ὑφισταμένης τὰ ἀνοίκεια; ἐπεί, ὡς εἴρηται, καὶ πέπονθεν ἡ σὰρξ μὴ συμπεπονθυίας τῆς ἀπαθοῦς οὐσίας.

Ἐπὶ δὲ τῆς εἰκόνος, οὐδαμῶς. Ὅπου γὰρ οὐδὲ αὐτῆς τῆς ἀναστηλωθείσης σαρκὸς ἡ φύσις πάρεστιν, ἀλλ’ ἢ μόνον ἡ σχέσις, πολλοῦ γε ἂν εἴποις τὴν ἀπερίγραπτον θεότητα, ἣ τοσοῦτον καὶ ἔνεστι καὶ προσκυνεῖται ἐν τῇ εἰκόνι. ὅσῳπερ ἐν σκιᾷ τῆς ἑνωθείσης αὐτῇ σαρκὸς ὑπάρχει. Ποῦ γάρ ἐστιν, οὗ οὐκ ἔστιν ἡ θεότης, ἔν τε λογικοῖς καὶ ἀλόγοις· ἐν ἐμψύχοις καὶ ἀψύχοις; ἀλλὰ κατὰ ἀναλογίας τῶν ὑποδεχομένων φύσεων πρὸς τὸ μᾶλλον καὶ ἧττον. Οὕτω καὶ ἐν εἰκόνι εἶναι τὴν θεότητα εἰπών τις οὐκ ἂν ἁμάρτῃ τοῦ δέοντος· ἐπεὶ καὶ ἐπὶ τύπου σταυροῦ τῶν τε ἄλλων θείων ἀναθημάτων, ἀλλ’ οὐ φυσικῇ ἑνώσει· οὐ γὰρ σὰρξ ἡ θεωθεῖσα· σχετικῇ δὲ μεταλήψει. ὅτι χάριτι καὶ τιμῇ τὰ μετέχοντα.

ΙΓʹ. Καί τί φασιν· Οὐκ ἐσθλὸν δεδεῖχθαι τὴν εἰκόνα καὶ μὴ προσκυνεῖσθαι; λυσιτελὲς γὰρ μᾶλλον τὸ μὲν διὰ τὴν ἐξ ἴσου ἀκοῆς πρὸς τὰ πράγματα ἀναδρομήν τε καὶ ἀνάμνησιν· τὸ δὲ διὰ τὸ φυγεῖν τὸ χαμερπὲς τῆς ὑλογραφίας·

Πνεῦμα γὰρ ὁ Θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτόν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν, ὁ λόγος. Εἰ ἴσην ἀκοῆς τὴν δι’ ὄψεως ἐνάργειαν ὁμολογεῖς, ὅπερ ἀληθές, δέξαιο τὸ ἰσόῤῥοπον· καὶ μεινάτω τὸ ἱερὸν Εὐαγγέλιον ἐπὶ μόνης τῆς ἀκοῆς, μὴ προσκυνούμενον, καίπερ ὂν σεπτόν. Ἀλλ’ εἰ τοῦτο ἠλίθιον, πῶς οὐ τὸ πρότερον; ἐξ ἴσου γάρ σοι κέκριται· ἢ πῶς οὐ προσκυνητὸν ἑκάτερον, ἀλλ’ αὐτὸ ἑαυτῷ μαχόμενον διὰ τῆς ὠφελείας τε καὶ βλάβης;

Καὶ οὕτω κἂν ἐν εἰκόνι, κἂν ἐν Εὐαγγελίῳ, κἂν ἐν σταυρῷ, κἂν ἐπ’ ἄλλῳ τινὶ τῶν ἀφιερωθέντων, ἐν πνεύματι καὶ ἀληθείᾳ Θεὸς προσκυνούμενος φαίνεται· ὑπεξαιρουμένων τῶν ὑλῶν διὰ τῆς τοῦ νοῦ ἐπὶ Θεὸν ἀνανήξεως.

Οὐ γάρ τοι πρὸς αὐτὰς ἐναπομένοι ἄν, ὅτι μηδὲ πέποιθεν, ὡς ἡ τῶν εἰδωλολατρούντων πλάνη· δι’ αὐτῶν τε ἐπὶ τὰ πρωτότυπα ἄνεισιν, ὡς ἡ τῶν ὀρθοδόξων πίστις. ΙΔʹ. Τὸ γράμμα προσκυνητέον, φασίν, ἢ τὴν εἰκόνα, ἧς ἡ κλῆσις ἐπιγέγραπται; καὶ πάντως θάτερον; καὶ οὐ τὰ δύο; καὶ ποῖον;

Ὅμοιόν τι ἐρωτᾶν ἐστιν, ὡς εἰ προσκυνεῖν δέον τὸ Εὐαγγέλιον, ἢ τὴν ἐπ’ αὐτῷ κλῆσιν; τὸν τύπον τοῦ σταυροῦ, ἢ τὸ ἐπ’ αὐτῷ γράμμα; προσθείην δ’ ἂν καὶ ἐπὶ τῶν καθ’ ἡμᾶς, τὸν δεῖνα, ἢ τοῦδε τὸ ὄνομα· Παύλου τυχὸν καὶ Πέτρου, καὶ ἑκάστου τῶν ὑπὸ τὸ αὐτὸ εἶδος ἀτόμων. Καὶ πῶς οὐκ ἀνόητον, ἵνα μὴ εἴπω γελοῖον; καὶ τί γάρ ἐστι τῶν κατ’ ὀφθαλμοὺς ἡμῶν ἀκατονόμαστον; καὶ πῶς διασχισθήσεται τῇ δόξῃ τῆς οἰκείας προσηγορίας τὸ ὀνομασθέν, ἵνα ἐν θατέρῳ θήσωμεν τὴν προσκύνησιν, τοῦ ἑτέρου ἀποστεροῦντες;

Τῶν γὰρ πρός τι ταῦτα· τὸ γὰρ ὄνομα, ὀνομαζομένου ὄνομα, καὶ οἷόν τις φυσικὴ εἰκὼν τοῦ καθ’ οὗπερ λέγεται, πέφυκεν· ἐν οἷς οὐ διέσχισται ἡ κατὰ προσκύνησιν ἑνότης. ΙΕʹ. Τὸν σταυρὸν προσκυνητέον πρότερον, ἢ τὴν εἰκόνα; ἐπ’ ἴσης ἢ κατὰ τὸ ἧττον;

Φυσικῆς ἀκολουθίας οὔσης ἐν τοῖς πράγμασι, περιττολογεῖν μοι δοκεῖς. Εἰ μὲν γὰρ ὁ σταυρὸς ἐπὶ τοῦ ἀρχετύπου ληπτέος, πῶς οὐχί; ἐν αὐτῷ γὰρ πέπονθεν ὁ ἀπαθὴς Λόγος οὗ ἡ δύναμις τοσαύτη, ὡς κἂν τῇ σκιᾷ φλέγεσθαι τὸ δαιμόνιον φῦλον, καὶ πόῤῥω ἐκ τῶν ἐσφραγισμένων ἀποδιδράσκειν.

Εἰ δὲ ἐπὶ τοῦ τύπου, οὐ συνετόν. Ὅσον γὰρ τὰ αἴτια διαφέρει, τοσοῦτον καὶ τὰ αἰτιατὰ προτετίμηται· ἐπεὶ καὶ πᾶν τὸ παραλαμβανόμενον διά τινα χρείαν, ἐνδεέστερόν ἐστι κατὰ τιμήν, οὗ ἕνεκεν εἴληπται· ὥσπερ καὶ σταυρὸς Χριστοῦ· πρότερον γὰρ κατάρας ὄργανον ὤν, ὕστερον ἡγίασται, παραληφθεὶς εἰς χρείαν τοῦ θείου πάθους.

ΙϚʹ. Οὐδέν, φασί, τὸ διάφορον εἰδώλου τε καὶ εἰκόνος· ταὐτὸν γὰρ κατὰ τὴν σημασίαν· ὅτι τὸ μὲν εἶδος διόλου· οὐ γάρ τοι τὸ κύριον αὐτό, τὸ ὁρώμενον· τὸ δὲ ἐοικός, κατὰ τὸ σημαινόμενον τοῦ ὁμοίου. Τὸ δ’ ὅμοιον οὐκ ἄλλο τι, ἀλλ’ ὃ μὴ ἔστι τὸ πρωτότυπον· καὶ οὕτως εἴδωλον, καὶ οὕτως εἰκών.

Εἰς ταὐτὸν γὰρ ἀμφότερα φέρει τὴν σημασίαν. Εἴδωλον δὲ προσκυνεῖν, ἐν τῷ δῆθεν προσκυνεῖν τὸν Χριστὸν διὰ περιγραφῆς, ἀσεβές. Ἀπείρηται γὰρ πάντη τοῦ λόγου τῆς ἀληθείας. Ἀπὸ τῆς αὐτῆς ἐννοίας τοῦ τὰ ὁμοιώματα μὴ εἶναι τὸ Θεῖον, ἀλλὰ σφετερίζεσθαι ἐν ἑαυτοῖς τὴν ἀλήθειαν, οὐδὲν τὸ διάφορον· ὅτι καὶ ἐπ’ ἴσης ἀποτρόπαιον παρὰ τῇ θείᾳ Γραφῇ, οὐ μόνον τοῦ εἰδώλου τὸ εἰκόνισμα, ἀλλὰ καὶ ἡ στήλη, καὶ τὸ ὁμοίωμα, καὶ εἴ τι ἕτερον. Οὐ ποιήσετε γὰρ ὑμῖν ἑαυτοῖς, φησί, χειροποίητα, οὐδὲ γλυπτά, οὐδὲ στήλην ἀναστήσετε ὑμῖν· οὐδὲ λίθον σκοπὸν στήσετε ἐν τῇ γῇ ὑμῶν προσκυνῆσαι αὐτόν· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. Καὶ ἄλλοθί που· Μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν, ἢ ὁμοίωμα κατεσκεύασεν αὐτόν; Ἀμφοτέρωθεν γὰρ τῆς εἰδωλολατρίας τὸ ἐπικίνδυνον· οὐ μὴν ἐπειδὴ πάλαι πρὸς Θεοῦ κατὰ φύσιν ἄπειρον ὁμοίωσιν, κατηγορεῖτο ἡ τῆς εἰκόνος φωνή, ἀπαράληπτος ἡμῖν, ὥσπερ καὶ τὰ σύστοιχα. Χρώμεθα δὲ μᾶλλον ἐπὶ τῷ τοῦ Χριστοῦ σωματοειδεῖ χαρακτῆρι τῇ τῆς εἰκόνος φωνῇ· ὡς ἐν ἀρχῇ ἐν τῇ κοσμοποιίᾳ κατὰ τὴν διάπλασιν τοῦ ἀνθρώπου, ταύτης προσημανθείσης.

Ποιήσωμεν γάρ, φησί, ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. Καὶ αὐτίκα κατὰ τὴν θεόλεκτον ἐρώτησιν· Τίνος ἡ εἰκὼν αὕτη; ὡς εἰκότως ἐντεῦθεν ἡ παράληψις· καταχρήσει δὲ χαρακτῆρος καὶ ὁμοιώματος, εἰδώλου δὲ οὐδαμῆ οὐδαμῶς· εἰ καὶ τῆς αὐτῆς ἐμφερείας ἡ σημασία.

Ἀπονενέμηται γὰρ τοῖς πάλαι κτισματολάτραις, καὶ εἴ τινι νῦν, οὐχ ἡ ἀμέριστος τῇ φύσει καὶ τῇ δόξῃ καὶ τῷ κράτει Τριὰς προσκυνητή, οὐδ’ αὖ ἡ σάρκωσις τοῦ Λόγου ὁμολογητή. Θεοὶ δέ, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἐκ ξύλου καὶ λίθου καὶ παντοίας ὕλης κατειργασμένοι, μεμερισμένοι τε ἑαυτοῖς καὶ μαχόμενοι οὐ μόνον φύσει, ἀλλὰ καὶ θελήσει καὶ δόξῃ καὶ λατρείᾳ, ἀπολέσθωσαν, ὡς ὁ λόγος.

Καὶ προσοίσουσιν ἡμῖν ὡς ἐνθάδε εἰρχθέντες τὴν Δεσποινικὴν εἰκόνα, καὶ πᾶσαν ἄλλην ἁγιωτικήν. ΙΖʹ. Οὔ φασι γὰρ δέον ἱστορεῖσθαι καὶ προσκυνεῖσθαι· διατί; Ὅτι μή, φασί, τιμὴ τοῖς ὑπερκόσμιον εἰληχόσι δόξαν, ὑλικαῖς ἀποτυποῦν μορφοποιίαις· εἴη δ’ ἂν μᾶλλον ἡ διὰ λόγου στηλογραφία, τῆς ἐν πίναξιν ἀξιολογωτέρα, ὅτι καὶ λυσιτελεστέρα.

Ταῦτα καὶ ἐπὶ Χριστοῦ· καὶ ὁ ἔλεγχος ἐναργής, ὡς ἂν μὴ ταυτολογεῖν. Ἴσον γὰρ ὄψεως ἡ ἀκοή, καὶ οὐχ οἷόν τε μὴ τὰ δύο εἶναι. Ὁ γὰρ τὸ ἓν ἀναιρῶν, συναναιρήσειε πάντως καὶ τὸ θάτερον· καὶ ἑκατέρωθεν ἔχοι ἂν καλῶς πάντα τὸν σεμνυνόμενον ἀποσεμνύνεσθαι, εἰ μὴ ἀφρονεύομεν.

ΙΗʹ. Ἀλλ’ οὐ πᾶς, φασί, καὶ προσκυνητὸς ὁ εἰκονιζόμενος· ὁ δεῖνα γὰρ καὶ ὁ δεῖνα· καὶ τυχὸν ἀκλεεῖς, καὶ οὐκ ἐπαινετοί. Ἀλλ’ ἐνταῦθα σεβαστοὶ καὶ δοξαστοί, ὅτι δι’ αἵματος μαρτυρικοῦ, ἢ βίου ἱεροπρεποῦς τὸ σεπτὸν αὐτοῖς.

ΙΘʹ. Εὑρίσκοιτο δ’ ἂν ἐντεῦθεν, φασί, πολυσχιδὴς ἡ προσκύνησις. Μία δὲ προσκύνησις, καὶ οὐ πολλαί. Ἡ λατρευτικὴ τοῦτο, καὶ ἐπὶ Θεοῦ μόνον· ἐπὶ δὲ τῶν ἄλλων αἱ ἄλλαι. Βασιλεῖς τε γὰρ καὶ ἄρχοντες προσκυνοῦνται πρὸς ἡμῶν, δεσπόται πρὸς δούλων, πατέρες πρὸς τέκνων· ἀλλ’ οὐχ ὡς θεοί· καίπερ ἰσοτύπου οὔσης τῆς προσκυνήσεως, ἀλλὰ μὴ τῆς διανοήσεως· ἄνθρωποι γάρ· καὶ κατὰ τιμὴν αὐτοῖς τὸ σέβας, ἢ διὰ νόμον, ἢ διὰ φόβον, ἢ διὰ πόθον. Ὥστε εἰδὼς διαφορὰν προσκυνήσεως, ἐν ᾗ προσκυνοῦνται διὰ τῶν χαρακτήρων τὰ πρωτότυπα, ἀπόνεμε τὴν μὲν ὡς κυρίαν κυρίως καὶ μόνον τῇ Θεότητι· τὰς δὲ κατ’ ἀναλογίαν ὧν εἰσι τὰ παράγωγα, τῆς Θεοτόκου ὡς Θεοτόκου, τῶν ἁγίων ὡς ἁγίων. Βίβλοι γάρ εἰσιν ἱεραί, προκείμεναι κατ’ ὄψιν ἐν πάσαις ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις, παντὶ ὀφθαλμῷ ἀνθρώπου, ὡς ἀκοῇ, αἱ διὰ λόγου· καὶ ὁμοίως προσκυνηταί, ὅτι καὶ ἰσοδύναμοι· ἢ τάχα καὶ προὔχουσαι κατὰ τὸ κυριώτερον τῆς αἰσθήσεως αἱ δι’ ὄψεως. Ποῦ δ’ αὖ θήσομεν τὸ κεκρατηκὸς ἔθος ἀπ’ ἀρχῆς μέχρι τοῦ δεῦρο, ὡς ἐξ ἅπαντος θείου ναοῦ καὶ ἱερῶν ἀναθημάτων ἔστι διαγνῶναι;

Ἠσέβησεν ἄρα ὁ χορὸς τῶν θεοφόρων; Εἰδωλολάτρησεν ἡ ἀμώμητος Ἐκκλησία; Καὶ πότε τῶν εἰδώλων καθαρθήσεται, καὶ διὰ τίνος; Ἀντιχρίστου δηλονότι ἡ ἔνστασις. Καὶ πῶς μετακινηθήσεται τὸ πάλαι ἐκδεδομένον παρακολούθημα τῶν ἀρχαίων ἐθῶν καὶ παραδόσεων; κρατεῖσθαι ἐμπεδούντων ἡμᾶς τῶν θεσπεσίων Πατέρων, εἰ καὶ παρέλκον τοῦτο, πρὸς τὴν λογικὴν ἀπόδειξιν· φασὶ γάρ·

Τὸ ἁπλοῦν τῆς πίστεως ἰσχυρότερον ἔστω τῶν λογικῶν ἀποδείξεων. Καὶ ἀλλαχοῦ· Τὰ παλαιὰ ἔθη κρατείτω. Ἢ πῶς τὴν τοῦ Θεοῦ Ἐκκλησίαν ἀποκαλέσας εἰδωλεῖον, διὰ τῆς εἰκονικῆς ἀναστηλώσεως, ὦ σὺ τολμηρέ, οὐ τῆς πασῶν αἱρέσεων ἐνεργείας ἀποτέλεσμα εἴης; Στῆθι πόῤῥωθεν μετὰ τῆς ἐναντίας μερίδος· εἰ μὴ μεταγνοίης, φωνῆς ἀκούων μόνης λιθοβολούσης σε μὴ θίγειν τῷ ὄρει τῆς Ἐκκλησίας, ὡς θῆρα αἱρετικόν.

Κʹ. Εἴ τις τοίνυν οὐχ ὁμολογεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, σαρκὶ περιγράφεσθαι, κατὰ τὴν θείαν φύσιν μένοντα ἀνεπίγραπτον, αἱρετικός ἐστιν. Εἴ τις διὰ τοῦ περιγράφεσθαι τὴν τοῦ Λόγου σάρκα, συμπεριγράφεσθαι φιλονεικοίη τὴν θεότητα, οὐκ ἀπονέμων ἑκάτερα ἐν τῇ μιᾷ ὑποστάσει κατὰ φυσικὴν ἰδιότητα, ὡς μὴ ἀναιροῦντος ἑκατέρου ἑκάτερον ἐν τῇ ἀδιασπάστῳ ἑνώσει· αἱρετικός ἐστιν.

Εἴ τις τὴν περιγραφὴν τῆς σωματοειδοῦς θέας τοῦ Λόγου, μὴ ὀνομάζει εἰκόνα Χριστοῦ, ἢ Χριστὸν ὁμωνύμως, ἀλλ’ εἴδωλον πλάνης ἀποκαλοίη, αἱρετικός ἐστιν. Εἴ τις τὴν κατὰ τὴν εἰκόνα σχετικὴν προσκύνησιν τοῦ Χριστοῦ, εἰδώλων προσκύνησιν τολμηρῶς ἀποφαίνοι, καὶ οὐκ αὐτοῦ Χριστοῦ μὴ σχιζομένης τῆς δόξης τοῦ πρωτοτύπου ἐν τῷ παραγώγῳ κατὰ τὸν μέγαν Βασίλειον, αἱρετικός ἐστιν.

Εἴ τις ἐν τῇ τῆς εἰκόνος τοῦ Χριστοῦ δείξει μόνον ἀρκεῖσθαι λέγοι, μήτε τιμῶν μήτε ἀτιμάζων, ἀπαναινόμενος ἤδη τὴν κατὰ τιμὴν σχετικὴν προσκύνησιν, αἱρετικός ἐστιν. Εἴ τις τὰς κατὰ τῶν εἰδώλων Γραφικὰς ἀπαγορεύσεις περιάγοι καὶ περιάπτοι τῇ ἱερᾷ τοῦ Χριστοῦ εἰκόνι, ὡς ἐντεῦθεν εἰδωλεῖον ἀποκαλεῖν τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, αἱρετικός ἐστιν.

Εἴ τις προσκυνῶν τὴν εἰκόνα Χριστοῦ. ἐν αὐτῇ φυσικῶς τὴν θεότητα προσκυνεῖσθαι λέγοι, ἀλλὰ μὴ καθ’ ὅσον ἐστὶ σκιὰ τῆς ἑνωθείσης αὐτῇ σαρκός, ἐπεὶ καὶ πανταχοῦ τὸ Θεῖον, αἱρετικός ἐστιν. Εἴ τις τὴν διὰ τῶν σεπτῶν εἰκόνων ἐπὶ τὰ πρωτότυπα ἀναγωγὴν τοῖς χαμαιπετέσιν ἀπονέμοι, ὡς ἄνευ αὐτῶν δῆθεν ἐξ ἀκοῆς ἀναγόμενος ἐπὶ τὴν ἀρχέτυπον αὐτοψίαν· καὶ μὴ τὸ ἴσον τῇ λογικῇ ἱστορίᾳ δίδοι τῇ γραφικῇ διὰ σιωπῆς ἀναμιμνήσει, ὡς ὁ μέγας Βασίλειος, αἱρετικός ἐστιν.

Εἴ τις οὐ λέγοι τὴν εἰκόνα τοῦ Χριστοῦ ἐπίσης τῷ τύπῳ τοῦ σταυροῦ ἐν παντὶ τόπῳ καὶ ἐγγράφεσθαι καὶ ἐμφανίζεσθαι εἰς σωτηρίαν τῷ λαῷ τοῦ Θεοῦ, αἱρετικός ἐστιν. Εἴ τις τῇ εἰκόνι τῆς Θεοτόκου, καὶ πάντων τῶν ἁγίων, μὴ τὴν δέουσαν προσκύνησιν ἀπονέμοι, τῆς Θεοτόκου ὡς Θεοτόκου, τῶν ἁγίων ὡς ἁγίων, κατὰ τὸ διάφορον τῆς προσκυνήσεως Μητρὸς Θεοῦ καὶ ὁμοδούλων, ἀλλ’ εἰδωλικὴν ἐπίνοιαν φαίη εἶναι τὸν σωτήριον κόσμον τῆς Ἐκκλησίας, αἱρετικός ἐστιν.

Εἴ τις μὴ συντάττοι ταῖς λοιπαῖς αἱρέσεσι τὴν κατὰ τῶν σεπτῶν εἰκόνων λυττήσασαν, ὡς χωρίζουσαν Θεοῦ ἐπ’ ἴσης, ἀλλὰ ἀδιάφορον εἶναι λέγοι τὴν πρὸς αὐτοὺς κοινωνίαν, αἱρετικός ἐστιν. Εἴ τις ὑπερτείνων τὴν τιμὴν τῆς Χριστοῦ εἰκόνος, λέγοι μὴ πρὸς αὐτὴν ἰέναι· μηδὲ γὰρ ὠφελεῖσθαι, εἰμὴ προκαθαρθείη πάσης ἁμαρτίας, ἄλογός ἐστιν.