Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Λόγοι κατὰ τῶν εἰκονομάχων

Θεόδωρος ὁ Στουδίτης

Η ενιαία προσκύνηση και η θαυματουργική χάρη των ιερών εικόνων

Ανάλυση του αχωρίστου της τιμής μεταξύ πρωτοτύπου και παραγώγου, με αναφορά στο παράδειγμα του ζωοποιού σταυρού και σε διηγήσεις παλαιών θαυμάτων σχετικών με εικόνες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 6 από 13

ΑΙΡ. Ἄπαγε τῆς ληρωδίας! Μία γὰρ καὶ κοινὴ ἡ ἀμφοτέρων προσκύνησις· καὶ τοῦθ’ ὅπερ λέγεται τὸ ζωοποιὸν ξύλον, καὶ τὸ αὐτοῦ ἐκτύπωμα κατωνόμασται· σταυρὸς γὰρ ἀμφότερα. ΙϚʹ. ΟΡΘ. Ἐκ σοῦ μοι τὸ νικᾶν τὰ ἴσα λέγοντι. Ὡσαύτως γὰρ μία καὶ κοινὴ προσκύνησις τοῦ Χριστοῦ πρὸς τὸ αὐτοῦ ἐκτύπωμα· καὶ τοῦθ’ ὅπερ λέγεται Χριστός, καὶ τὸ οἰκεῖον εἰκόνισμα κατωνόμασται. Χριστὸς γὰρ ἀμφότερα· καθὼς ἀνωτέρω ἡ τῶν θεοφόρων διδασκαλία πεφανέρωκε. Καὶ γὰρ ὅσα περὶ τοῦ πρωτοτύπου λέγεται, ταῦτα καὶ περὶ τοῦ παραγώγου ῥηθήσεται· ἀλλ’ ἐπὶ μὲν τοῦ πρωτοτύπου συνωνύμως, ὅτι καὶ κυρίως· ἐπὶ δὲ τοῦ παραγώγου ὁμωνύμως, ὅτι καὶ οὐ κυρίως.

ΑΙΡ. Πῶς οὖν φὴς ταῦτα; οὔπω γὰρ τηλαυγῶς συνίημι. ΙΖʹ. ΟΡΘ. Ὅτι τοι σταυρὸς λέγεται, ὁ ἐν ᾧ Χριστὸς ὑψώθη, καὶ τῇ σημασίᾳ τῆς προσηγορίας, καὶ τῇ φύσει τοῦ ζωοποιηθέντος ξύλου. Τὸ δὲ αὐτοῦ ἐκτύπωμα, σταυρὸς μὲν τῇ σημασίᾳ τῆς προσηγορίας, οὐ τῇ φύσει τοῦ ζωοποιηθέντος ξύλου· ἐκ ξύλου γάρ ἐστι τοῦ τυχόντος ἢ ἐκ χρυσοῦ, ἢ ἐξ ἀργύρου, ἢ ἐκ λίθου, ἢ ἐξ ἄλλης οἱασοῦν τινος ὑλαίας διαγραφῆς.

Καὶ τοῦ μὲν ὀνόματος κοινωνεῖ τοῦ πρωτοτύπου. ὥσπερ καὶ τῆς τιμῆς καὶ τῆς προσκυνήσεως· τῆς δὲ φύσεως ἠλλοτρίωται. Διὸ ὅσοις ὀνόμασι κέκληται ὁ ζωοποιὸς σταυρός, τοσούτοις καὶ τὸ αὐτοῦ ἐκτύπωμα εἴρηται. Ἄν τε γὰρ φαίημεν τὸν ζωοποιὸν σταυρὸν καύχημα τῆς οἰκουμένης, ὡσαύτως καὶ τὸ αὐτοῦ ἐκτύπωμα καύχημα τῆς οἰκουμένης εἴρηται. Ἄν τε φῶς εἴπωμεν καὶ ζωήν, ὡσαύτως καὶ τὸ αὐτοῦ ἐκτύπωμα φῶς καὶ ζωὴ εἴρηται. Ἄν τε καυτῆρα δαιμόνων προσείπωμεν, ὡσαύτως καὶ τὸ αὐτοῦ ἐκτύπωμα καυτὴρ δαιμόνων εἴρηται. Καὶ οὐκ ἔστιν ἐφ’ ὅτῳ μὴ τῇ σημασίᾳ τοῦ πρωτοτύπου ὀνομάζεται τὸ παράγωγον.

Οὕτω καὶ ἐπὶ Χριστοῦ καὶ τῆς αὐτοῦ εἰκόνος τὸ θεώρημα. Χριστὸς γὰρ λέγεται αὐτὸς ὁ Θεὸς ὁμοῦ καὶ ἄνθρωπος, καὶ τῇ σημασίᾳ τῆς προσηγορίας, καὶ τῇ φύσει τῆς θεότητός τε καὶ τῆς ἀνθρωπότητος. Τὸ δὲ αὐτοῦ ἀπεικόνισμα.

Χριστὸς μὲν τῇ σημασίᾳ τῆς προσηγορίας, οὐ τῇ φύσει τῆς θεότητός τε καὶ ἀνθρωπότητος. Ἐκ ποιότητος γάρ ἐστι χρωματουργικῆς τυχόν, ἢ ἐκ ψηφίδων ποικίλης συνθέσεως, ἢ ἐκ γλυφικῆς ἐπιτεχνήσεως, ἢ ἐκ χρυσοῦ, ἢ ἐξ ἀργύρου, ἢ ἐξ ἄλλης οὖν τινος ὑλαίας διαγραφῆς. Καὶ κατὰ τοὔνομα μὲν κοινωνεῖ, ὥσπερ καὶ κατὰ τιμὴν καὶ κατὰ προσκύνησιν· τῆς δὲ φύσεως ἠλλοτρίωται. Διὸ ὅσοις ὀνόμασι κέκληται Ἰησοῦς ὁ Χριστός, τοσούτοις καὶ τὸ αὐτοῦ ἀπεικόνισμα εἴρηται. Ἄν τε γὰρ φαίημεν τὸν Χριστὸν Κύριον τῆς δόξης, ὡσαύτως καὶ τὸ αὐτοῦ ἀπεικόνισμα.

Κύριος τῆς δόξης εἴρηται. Ἄν τε φαίημεν τὸν Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν, ὡσαύτως καὶ τὸ αὐτοῦ ἀπεικόνισμα Θεοῦ δύναμις καὶ Θεοῦ σοφία εἴρηται· ἄν τε φαίημεν τὸν Χριστὸν Υἱὸν ἀνθρώπου, ὡσαύτως καὶ τὸ αὐτοῦ ἀπεικόνισμα, Υἱὸς ἀνθρώπου εἴρηται. Τοιγαροῦν ἐπειδὴ λέγοι αὐτὸς ὁ Θεὸς Λόγος, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· τοῦτο φαίη ἂν διὰ τῆς ἐπιγραφῆς καὶ τὸ αὐτοῦ ἀπεικόνισμα. Πάλιν ἐπειδὰν λέγοι ὁ Χριστός, Ἐμοὶ κάμψει πᾶν γόνυ, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· τοῦτο φαίη ἂν διὰ τῆς ἐπιγραφῆς καὶ τὸ αὐτοῦ ἀπεικόνισμα.

Πάλιν ἐπὰν λέγοι ὁ Χριστός, Ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις· τοῦτο φαίη ἂν διὰ τῆς ἐπιγραφῆς καὶ τὸ αὐτοῦ ἀπεικόνισμα. Καὶ οὐκ ἔστι μὴ ὅσοις ὀνόμασι σημαίνεται ὁ Σωτὴρ παρὰ τῇ θεοπνεύστῳ Γραφῇ, καὶ τὴν αὐτοῦ κεκλῆσθαι εἰκόνα.

ΑΙΡ. Πολλὴ ἡ ἔμφασις τῆς ταυτότητος, καὶ οὐδὲν ἄλλο φαίης εἶναι τὸ παράγωγον ἢ αὐτὸ δὴ τὸ πρωτότυπον. Ποῦ γὰρ ἔκαμψεν ἢ κάμψειεν τῇ Χριστοῦ εἰκόνι πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων; ΙΗʹ. ΟΡΘ. Εἰ ἐπέστησας ὅ φησι ὁ πολύαθλος Ἀθανάσιος. ὅτι «Ἐν τῇ εἰκόνι τοῦ βασιλέως τὸ εἶδος καὶ ἡ μορφή ἐστι· καὶ ἐν τῷ βασιλεῖ δὲ τὸ ἐν τῇ εἰκόνι εἶδός ἐστι». Καὶ πάλιν, ὅτι «Εἴποι ἂν ἡ εἰκών, Ἐγὼ καὶ ὁ βασιλεὺς ἕν ἐσμεν. Ἐγὼ γὰρ ἐν ἐκείνῳ εἰμί, κἀκεῖνος ἐν ἐμοί· καὶ ὃ ἑώρακας [ὁρᾷς] ἐν ἐμοί, τοῦτο ἐν ἐκείνῳ βλέπεις, καὶ ὃ ὁρᾷς ἐν ἐκείνῳ, τοῦτο βλέπεις ἐν ἐμοί. Ὁ γοῦν προσκυνῶν τὴν εἰκόνα, ἐν αὐτῇ προσκυνεῖ τὸν βασιλέα· ἡ γὰρ ἐκείνου μορφὴ καὶ τὸ εἶδός ἐστιν ἡ εἰκών». Τοῦ τε θείου Κυρίλλου πάλιν λέγοντος (ἐκ τῶν Θησαυρῶν)· «Ὥσπερ ἂν εἴ τις εἰς εἰκόνα διαγεγραμμένην ἄριστα βλέποι, καὶ ἀποθαυμάζοι μὲν τὸ τοῦ βασιλέως σχῆμα, καὶ ὅσαπερ ἐν ἐκείνῳ φαίνεται, ταῦτα καὶ ἐν τῇ γραφῇ δυνάμενός τε καὶ ἔχων ὁρᾶν, εἰς ἐπιθυμίαν ἔλθοι τοῦ καὶ αὐτὸν ἰδεῖν τὸν βασιλέα· εἴποι δ’ ἂν εἰκότως πρὸς αὐτὸν ἡ γραφή· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν βασιλέα.

Καὶ πάλιν, Ἐγὼ καὶ ὁ βασιλεὺς ἕν ἐσμεν· ὅσον εἰς ὁμοιότητα καὶ ἀκριβεστάτην ἐμφέρειαν. Καὶ πάλιν, Ἐγὼ ἐν τῷ βασιλεῖ, καὶ ὁ βασιλεὺς ἐν ἐμοί, κατὰ τὸ τῆς μορφῆς σχῆμα· τὸ γὰρ εἶδος τὸ ἐκείνου πάντως φορεῖ ἡ γραφή, καὶ τὸ τῆς γραφῆς εἶδος ἐν ἐκείνῳ σώζεται·» συνῆκας ἂν ὅτι Χριστοῦ προσκυνουμένου, καὶ ἡ εἰκὼν αὐτοῦ προσκυνεῖται, ὡς ἐν Χριστῷ οὖσα· καὶ τῆς εἰκόνος αὐτοῦ προσκυνουμένης.

Χριστὸς προσκυνεῖται· ἐν αὐτῇ γάρ ἐστι προσκυνούμενος. Καὶ ἐπεὶ οὖν ὁμολογουμένως τῷ Χριστῷ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· ὁμολογουμένως δηλαδὴ καὶ τῇ αὐτοῦ εἰκόνι, ὡς ἐν Χριστῷ οὔσῃ. κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων.

Ὥστε κατὰ τοὔνομα μόνον τὸ λεγόμενον, καὶ τὸ ταὐτὸν τῆς προσκυνήσεως, οὐ τῆς ὕλης· ἥτις οὐδὲ μετέχειν δύναται τῆς προσκυνήσεως, κἂν ἐν αὐτῇ ὁ εἰκονιζόμενος ὁρᾶται προσκυνούμενος. Πρὸς δὲ πίστωσιν τῶν εἰρημένων κάλλιστα ἂν ἔχοι καὶ μαρτυρίᾳ Πατρικῇ βεβαιώσασθαι τὸν λόγον. Εἴρηται τοίνυν τῷ ἁγίῳ Σωφρονίῳ ἐν τοῖς εἰς Κῦρον τὸν μάρτυρα καὶ Ἰωάννην θαύμασιν ἐπὶ λέξεως τάδε· «Ἐλθόντες οὖν εἰς ναόν τινα τέλειον, τῷ μὲν εἴδει φοβερὸν καὶ ὑπέρλαμπρον, τῷ δὲ ὕψει τῶν οὐρανῶν αὐτῶν ἐφαπτόμενον, καὶ εἴσω τούτου γενόμενοι, μεγίστην εἰκόνα καὶ θαυμασίαν ἐβλέπομεν, μέσον μὲν τὸν Δεσπότην Χριστὸν γεγραμμένον χρώμασιν ἔχουσαν·

Χριστοῦ δὲ τὴν Μητέρα καὶ Δέσποιναν ἡμῶν τὴν Θεοτόκον καὶ Ἀειπάρθενον Μαρίαν, εὐώνυμον· δεξιὸν δὲ Ἰωάννην τὸν Βαπτιστὴν τοῦ Σωτῆρος καὶ Πρόδρομον, τὸν ἐκ κοιλίας σκιρτήμασιν αὐτὸν προσκυνήσαντα, ἐπεὶ καὶ λαλῶν ἔνδον ὢν οὐκ ἠκούετο. Καί τινας τοῦ τῶν ἀποστόλων καὶ προφητῶν ἔνδον χοροῦ, καὶ τῆς μαρτυρικῆς ὁμηγύρεως· μεθ’ ὧν ἐτύγχανον καὶ αὐτοὶ Κῦρος καὶ Ἰωάννης οἱ μάρτυρες· οἳ πρὸ τῆς εἰκόνος ἱστάμενοι τῷ Δεσπότῃ προσέπιπτον, τὰ γόνατα κάμπτοντες, καὶ τὰς κεφαλὰς εἰς ἔδαφος φέροντες, καὶ περὶ τῆς τοῦ νέου θεραπείας πρεσβεύοντες.» Καὶ μετ’ ὀλίγα· «Οὐ πολὺ δὲ μακρὰν τῆς εἰκόνος ἱστάμενοι, καὶ πλησίον γενόμενοι, Ὁρᾷς, φασί, ὡς ὁ Δεσπότης οὐ βούλεταί σοι δοῦναι τὴν ἴασιν;» Καὶ μεθ’ ἕτερα· «Καὶ πρὸς τὴν εἰκόνα τὸ τρίτον γενόμενοι, τοῖς προλαβοῦσιν ἐχρῶντο ῥήμασι· καὶ ὡς ὥραν πολλὴν ἐδεήθησαν, τὸ κελευσθὲν αὐτοῖς ἐξεπλήρουν καὶ ἀνέκραζον· Ὁ Χριστὸς σπλαγχνισθεὶς ὡς οἰκτίρμων ἐπένευσε· καί, Δότε αὐτῷ πρὸς τῆς εἰκόνος, ἐφθέγξατο.» Βλέπεις ὅτι τῇ εἰκόνι προσέπιπτον οἱ μάρτυρες, ὡς αὐτῷ Χριστῷ προσκυνοῦντες; ἀφ’ ἧς καὶ φωνὴ ὡς ἐξ αὐτοῦ Χριστοῦ ἐξελήλυθε κατανεύσασα τὴν αἴτησιν· ὅπερ δὲ τοῖς μάρτυσι προσκεκύνηται, τοῦτο δήπουθεν καὶ ἀγγέλοις ἐξ ἴσου προσκυνεῖν δέδοται.

ΑΙΡ. Θεωρία τὸ λεγόμενον, κἂν παρὰ ἁγίου ἱστορῆται. ἀλλ’ οὐκ ἔχουσα λόγου δογματικοῦ βεβαίωσιν. ΙΘʹ. ΟΡΘ. Ὅτι μὲν οὖν θεωρία, σύμφημι· οὐκ ἂν δέ, εἰ μὴ ἀληθής, τῷ ἁγίῳ ἱστόρητο. Καὶ ὁ μὲν δογματικὸς λόγος προαποδέδεικται· παρείληπται δὲ ἡμῖν τὸ θεώρημα ἐνταῦθα παραδειγματικῶς. Τὰ γὰρ παραδείγματα, ὄμματα τῶν λεγομένων καὶ εἰσὶ καὶ λέγονται. Εἰσηγεῖται δέ τι κἀνταῦθα καὶ παραδοξότερον ὁ μακάριος Ἀθανάσιος· ὡς τοσοῦτον τὰ τοῦ παραγώγου κοινωνεῖ τῷ πρωτοτύπῳ. ὅσον καὶ τὸ πάθος τῆς εἰκόνος Χριστοῦ, πάθος ὀφθῆναι αὐτοῦ δὴ Χριστοῦ, οὑτωσὶ λέγων· «Δεῦρο, ἄρατε τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν, καὶ ἴδετε τὸ καινὸν θέαμα τοῦτο. Τότε τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Ἰουδαῖοι κατενέγκαντες, ἔφησαν, ὅτι Καθὼς καὶ οἱ πατέρες ἡμῶν ἐνέπαιξαν αὐτῷ ποτε, οὕτως καὶ ἡμεῖς ἐμπαίξωμεν αὐτῷ. Τότε ἤρξαντο ἐμπτύειν εἰς τὸ πρόσωπον τῆς εἰκόνος τοῦ Χριστοῦ, καὶ ἐῤῥάπισαν αὐτὴν κατὰ πρόσωπον οἱ συνελθόντες ἔνθεν κἀκεῖθεν, ἤγουν τὴν εἰκόνα τοῦ Κυρίου, λέγοντες, Ὅσα ἐποίησαν αὐτῷ οἱ πατέρες ἡμῶν, πάντα ποιήσωμεν τῇ εἰκόνι αὐτοῦ. Καὶ λέγουσιν· Ὅτι ἐνέπαιξαν αὐτῷ, καὶ ἡμεῖς τὸ αὐτὸ ποιήσωμεν. Ἐμπαιγμοῖς οὖν ἀπείροις ἐνέπαιξαν τῇ εἰκόνι τοῦ Κυρίου· ἅπερ οὐδὲ λέγειν ἡμῖν τετόλμηται. Εἶτα λέγουσιν· Ἠκούσαμεν ὅτι ἥλωσαν αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας· τοῦτο καὶ ἡμεῖς ποιήσωμεν αὐτῷ.

Τότε τὰς χεῖρας καὶ τοὺς πόδας τῆς τοῦ Κυρίου εἰκόνος ἔπηξαν τοῖς ἥλοις. Πάλιν λέγουσι μεμηνότες·

Ἠκούσαμεν ὅτι ὄξος καὶ χολὴν ἐπότισαν αὐτὸν μετὰ σπόγγου· ποιήσωμεν αὐτῷ καὶ ἡμεῖς. Καὶ ἐποίησαν, προσθέντες τῷ στόματι τῆς εἰκόνος τοῦ Κυρίου τὸν σπόγγον τοῦ ὄξους πεπληρωμένον. Πάλιν λέγουσι· Μεμαθήκαμεν ὅτι καλάμῳ ἔτυψαν τὴν κεφαλὴν αὐτοῦ οἱ πατέρες ἡμῶν· τὸ αὐτὸ καὶ ἡμεῖς ποιήσωμεν. Καὶ λαβόντες κάλαμον ἔτυπτον εἰς τὴν κεφαλὴν τοῦ Δεσπότου. Τέλος λέγουσιν· Ὡς ἀκριβῶς μανθάνομεν, ὅτι λόγχῃ τὴν πλευρὰν αὐτοῦ ἔνυξαν· μηδὲν παραλείψωμεν, ἀλλὰ προσθῶμεν καὶ τοῦτο.

Καὶ ποιήσαντες ἐνεχθῆναι λόγχην, ἐπέτρεψάν τινι αὐτῶν ἆραι τὴν λόγχην, καὶ κροῦσαι κατὰ τῆς πλευρᾶς τῆς εἰκόνος τοῦ Κυρίου. Καὶ τούτου οὖν γενομένου, εὐθέως ἀνέβλυσεν ἀπ’ αὐτῆς πλῆθος αἵματος καὶ ὕδατος.» Ὁρᾷς τῶν λεγομένων τὴν δύναμιν; Ἐῶ γὰρ λέγειν τῶν ἐκ τῆς βλύσεως τῆς πλευρᾶς ἰαμάτων γεγενημένων τοῖς ἀπολαύσασιν.

ΑΙΡ. Ἰουδαίοις ὦπται τὸ θαῦμα· τὰ γὰρ σημεῖα τοῖς ἀπίστοις, οὐ τοῖς πιστεύουσιν. Κʹ. ΟΡΘ. Σύμφημι κἀγώ. Ἀλλ’ ὅτι εἰ μὴ καὶ νῦν γίνεται σημεῖα, κοινωνοῦν ἐστιν ὁμῶς τὸ παράγωγον τῆς τοῦ πρωτοτύπου προσκυνήσεως· ὡς καὶ ἔμπαλιν τὸ πρωτότυπον τοῦ παραγώγου· καὶ ἀμφοῖν μία ἡ προσκύνησις καθὰ εἴρηται, ἐπὶ τοῦ ζωοποιοῦ σταυροῦ καὶ τοῦ αὐτοῦ ἐκτυπώματος.

Ἡ γὰρ ὁμολογία τοῦ ἐκτυπώματος, ὁμολογία τοῦ ζωοποιοῦ σταυροῦ, καθάπερ καὶ ἡ ἄρνησις τοῦ ζωοποιοῦ σταυροῦ. Τὸ ἀνάλογον οὖν λήψει ἐπί τε εἰκόνος Χριστοῦ, καὶ αὐτοῦ δὴ Χριστοῦ. ΑΙΡ. Εὖγε καὶ πάνυ εἰκότως περὶ τοῦ θείου σταυροῦ, καὶ τοῦ αὐτοῦ ἐκτυπώματος· ἀλλ’ οὐχὶ ἐπὶ Χριστοῦ καὶ τοῦ αὐτοῦ ἀπεικονίσματος. Οὐκ ἐοικὸς γὰρ τὸ παράδειγμα· εἰκὼν γὰρ εἰκόνι παραβάλλεται, καὶ ἐκτύπωμα ἐκτυπώματι.

ΚΑʹ. ΟΡΘ. Ἤρκει, ὦ βέλτιστε, ἡ τῶν προειρημένων σαφήνεια εἰς βεβαίωσιν συγκαταθέσεως. Ἀλλ’ ὅμως δέξαι μου μικρὸν ἐρώτημα. Ποῖον μεῖζον καὶ τιμιώτερον, Χριστός, ἢ σταυρός; ΑΙΡ. Τὸ πρότερον δηλονότι· ἐν γὰρ Χριστῷ σταυρὸς ἡγίασται.

ΚΒʹ. ΟΡΘ. Ἡ Χριστοῦ εἰκὼν μεῖζόν τι καὶ τιμιώτερον. ἢ τὸ τοῦ σταυροῦ ἐκ τύπωμα; ΑΙΡ. Οὐκ ἔστιν ἀμφιβάλλειν, οἷς καὶ μικρὸν μέτεστι τοῦ συλλογίζεσθαι· ὅτι μὴ κατὰ τὴν διαφορὰν τῶν πρωτοτύπων καὶ τὰ παράγωγα διαλλάττει· προεργιαιτέρας οὔσης τῆς εἰκόνος τοῦ Χριστοῦ, τοῦ τύπου τοῦ σταυροῦ.

ΚΓʹ. ΟΡΘ. Τοῦ ἐλάττονος οὖν καὶ ὑφειμένου κατὰ τιμὴν εὖ τεθεωρημένου, μὴ καὶ τὸ μεῖζον καὶ τιμιώτερον εὖ τεθεωρῆσθαι. λέγειν, τῶν ἀσυνέτων. Τί γὰρ ἐγγύτερον Χριστοῦ εἰκόνι εἰς παράδειγμα, ἢ τύπος σταυροῦ, ὁπότε τῆς αὐτῆς ἐμφερείας ἡ εἰκὼν πρὸς τὸ ἐκτύπωμα; Καὶ γὰρ καὶ τοῦ ζωοποιοῦ σταυροῦ εἰκόνα λέγομεν κατὰ κατάχρησιν, τὸ αὐτοῦ ἐκτύπωμα· καὶ Χριστοῦ ἐκ τύπωμα τὴν αὐτοῦ εἰκόνα· ἡ γὰρ εἰκὼν κατ’ ἐτυμολογίαν, τὸ ἐοικὸς δηλοῖ· τὸ δὲ ἐοικὸς τὸ ὅμοιον· τὸ δ’ ὅμοιον καὶ ἐπὶ τῆς εἰκόνος. καὶ ἐπὶ τοῦ τύπου καὶ νενόηται καὶ λέλεκται καὶ τεθέαται.