Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Μικρὰ Κατήχησις

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΟΑ΄ έως Π΄

Επίκεντρο των κατηχήσεων αυτών αποτελεί η αντιμετώπιση του αόρατου πολέμου, η υπομονή στις διώξεις από την κοσμική εξουσία και η ακλόνητη πίστη ως ασπίδα απέναντι στις αιρέσεις και τα πάθη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 8 από 13

ΚΑΤΗΧΗΣΙΣ ΟΑʹ ΟΤΙ ΔΕΙ ΦΥΛΑΤΤΕΙΝ ΕΑΥΤΟΥΣ ΑΠΟ ΤΗΣ ΤΟΥ ΔΙΑΒΟΛΟΥ ΠΑΝΟΥΡΓΙΑΣ ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΜΗ ΑΦΙΔΙΑΖΕΙΝ Ἀδελφοὶ καὶ πατέρες, εἴρηκεν ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις· «Σίμων, Σίμων, ἐξῄτησεν ὁ σατανᾶς σινιάσαι ὑμᾶς ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου.» Τοιοῦτόν τι καὶ ἐφ’ ἡμῖν τοῖς ταπεινοῖς ἔφθασε γενέσθαι· ἀλλ’ ὁ ὑπεράγαθος οὐκ εἴασεν ἡμᾶς λυπηθῆναι «Ὑπὲρ ὃ δυνάμεθα, ἀλλ’ ἐποίησε σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ἡμᾶς ὑπενεγκεῖν.» Καὶ ἴστε ὃ λέγω· καὶ ἀπεδεξάμην ὑμῶν τὴν φιλάδελφον συγκίνησίν τε καὶ σύνθλιψιν, ὡς θεάρεστον, ὡς ὠφέλιμον, ὡς αἰνέσιμον κατὰ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· «Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς πόσην κατειργάσατο ὑμῖν σπουδήν· ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλ’ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλ’ ἐκδίκησιν· ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι.» Ἄρα ἀδελφῶν ἀληθινῶν ἡ τοιαύτη διάθεσις, ἣν καὶ ὁ λόγος ἐπιζητεῖ, φησὶ γάρ· «Εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· καὶ εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη.» Σὺ δὲ σκόπει τοῦ διαβόλου τὴν σπουδήν τε καὶ ἐπιμέλειαν, πῶς «Ὣς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τίνα καταπίῃ,» τίνα λάβῃ θηράσιμον, εἴτε ἀπὸ μέρους, εἴτε ἐξ ὁλοκλήρου.

Οὐδὲ γὰρ ἐπὰν ἀπὸ μέρους λάβῃ ἀρκεῖται, ἀλλὰ πρόεισιν ἀεὶ εἰς τὸ χεῖρον, ἕως ἂν ἀποτελέσῃ θάνατον ἁμαρτίας· οἷον, πειρᾶται πρῶτον δέξασθαι ἡμᾶς τὴν προσβολήν, εἶτα φθέγξασθαί τι κατὰ καρδίαν πονηρόν· εἶθ’ οὕτω χράνας καὶ φαρμάξας τὴν ψυχὴν ἐξίστησιν αὐτὴν τῆς κατὰ φύσιν ἕξεως, καὶ ποιεῖ αὐτὴν ἄνουν καὶ ἄλογον καὶ τυφλὴν ἐφιεμένην ἃ μὴ δεῖ, ἀντὶ φωτὸς σκότος, ἀντὶ γλυκύτητος πικρότητα, ἀντὶ ζωῆς θάνατον· καὶ τοιοῦτος μὲν ὁ τοῦ πειραστοῦ ὄλεθρος. Ἡμεῖς δὲ, ἀδελφοὶ, πάσῃ φυλακῇ τηρήσωμεν τὰς ἑαυτῶν ψυχὰς μὴ διδόντες τόπον τῷ διαβόλῳ, ἀλλ’ εὐθὺς τὴν προσβολὴν ἐπαναινόμενοι. Εἰ δὲ ἡττηθῶμεν ἐντεῦθεν, κἂν μὴ χρανθῆναι· εἰ δὲ καὶ τοῦτο πάθοιμεν, ἀλλὰ μὴ ἐγχρονίσαι καὶ κατασυρῆναι εἰς τὸ τέλος τῆς ἁμαρτίας. Συμβαίνει δὲ ἡμᾶς τοῦτο πανθάνειν ἐκ τῶν προλήψεων, ἐκ τῶν πάλαι ἀναμνήσεων. Ἀλλὰ φύγωμεν τὰς προλήψεις· φύγωμεν τὰς νεωτερικὰς ἀναμνήσεις· ἐν γὰρ τῷ ἐκεῖσε διὰ τῆς ἀναθεωρήσεως γίνεσθαι ἡμᾶς, τί ἄλλο ἐστὶν εἰπεῖν, ἢ ὅτι ἐστράφημεν τῇ καρδίᾳ εἰς Αἴγυπτον; Ὅπερ φυλακτέον ἡμῖν κατὰ τὸν ἔνδον ἄνθρωπον· πρὸς δὲ τὸν ἔξω, καθὼς διδάσκει ὁ Ἀπόστολος· «Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ’ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι. Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.

Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ. Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν.» Πρὸς δὲ τούτοις, φύγωμεν καὶ τοὺς ἀφιδιασμοὺς ὡς αἰτίους πταισμάτων. Οὐά! οἱ ἀδελφοί σου ἔνδον τῆς αὐλῆς, καὶ σὺ ἔξω; οἱ ἀδελφοί σου ἐν ἡσυχίᾳ, καὶ σὺ ἐν ματαιολογίᾳ; οἱ ἀδελφοί σου κοιταζόμενοι, καὶ σὺ ὧδε κἀκεῖσε περιαγόμενος εἰς τόπους ὑπαιτίους; Ἐντεῦθεν τὰ σκάνδαλα, ἐντεῦθεν τὰ πτώματα.

Πρόβατον ἀποσπασθὲν τῆς ἀγέλης τί γίνεται; οὐχὶ θηριάλωτον; οὕτω καὶ ὁ τῆς ἀδελφότητος ἀφιδιαζόμενος. Ἀλλὰ μηδαμῶς οὕτως, ἀδελφοὶ, μηδαμῶς· «Πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω·» πάντα ἀσφαλῶς καὶ τετηρημένως· πάντα ὡς ἐνώπιον Κυρίου τοῦ ἐφορῶντος καὶ τὰ κρυπτὰ ἡμῶν καὶ τὰ φανερά, τὰ καθ’ ἡμέραν καὶ τὰ κατὰ νύκτα, τὰ κατὰ πᾶσαν κίνησιν ἡμῶν καὶ σωματικὴν καὶ νοητήν· ἵνα οὕτως εἴημεν «Ἀπρόσκοποι καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ.» Καὶ ὁ μὲν περὶ τούτων λόγος τοσοῦτος. Ἐπειδὴ δὲ ἡ τεσσαρακοστὴ πέρας ἔχει, δῶμεν δόξαν τῷ Θεῷ τῷ καταξιώσαντι ἡμᾶς τελειῶσαι αὐτήν, τῷ δυναμώσαντι ἡμᾶς ἐν τοῖς περὶ αὐτὴν ἀγωνίσμασιν. Ἰδοὺ ὁ κόπος παρῆλθεν, ἀλλ’ ὁ μισθὸς μένει· τὸ σῶμα ἐλεπτύνθη, ἀλλ’ ἐλιπάνθη τὸ πνεῦμα. Καὶ λιπανθείητε καὶ ἁγιασθείητε ἔτι καὶ ἔτι, «Καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη,» ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΟΒʹ ΠΕΡΙ ΤΟΥ ΣΩΤΗΡΙΟΥ ΠΑΘΟΥΣ ΚΑΙ ΔΙΔΑΣΚΑΛΙΑ ΠΕΡΙ ΤΑΠΕΙΝΟΦΡΟΣΥΝΗΣ ΚΑΙ ΥΠΟΜΟΝΗΣ Ἀδελφοὶ καὶ πατέρες, ἡ παροῦσα ἡμέρα ἁγία καὶ προσκυνητή· ἀπ’ αὐτῆς γὰρ ἄρχεται ὁ Κύριος τὰ κατὰ τὸν σταυρὸν ὑπὲρ ἡμῶν ἀναδέχεσθαι παθήματα, κατὰ τὸ ὑπὸ τοῦ Δαυὶδ εἰρημένον· «Ἱνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπιτοαυτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.» Συνήχθησαν γὰρ ἐπιτοαυτὸ βουλὴν πονηρὰν βουλευόμενοι κατὰ τοῦ Δεσπότου· καὶ Ἰούδας ὁ δόλιος μαθητὴς ἐξήρνηται, καὶ τὸν διδάσκαλον φιλήματι δολίῳ προδίδωσι, καὶ δεσμώτης ἄγεται ὁ τῶν ὅλων Κύριος, καὶ κριτηρίῳ παρίσταται καὶ ἐπερωτᾶται καὶ ἀποκρίνεται, καὶ ἀποκριθεὶς, ὢ τοῦ φοβεροῦ ἀκούσματος! ὑπὸ δούλου ῥαπίζεται, καὶ μακροθύμως φέρει λέγων· «Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;» Εἶτα ἐρεσχελεῖται, ἐμπαίζεται, μυκτηρίζεται, χλευάζεται, ἐμπτύεται, κολαφίζεται, μαστιγοῦται, ἐπὶ τὸν σταυρὸν ἄνεισι, κἀκεῖ ἀνελθὼν ὑπὲρ τῶν φονευτῶν προσεύχεται· «Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν, οὐ γὰρ οἴδασι τί ποιοῦσιν.» Ἔπειτα χολὴν ποτίζεται μετ’ ὄξους, λογχεύεται, θανατοῦται ὁ ἀθάνατος.

Ταῦτα ὡς ἐν κεφαλαίῳ εἰπεῖν τὰ τοῦ Δεσπότου παθήματα, καὶ ταῦτα ὁ συνετῶς ἀκούων οὐκ ὀργίζεται, οὐ παροξύνεται, οὐ μηνιᾷ, οὐ φυσιοῦται, οὐ κατεπαίρεται τοῦ ἀδελφοῦ, οὐ φθονεῖ, οὐ φιλοδοξεῖ· ἀλλὰ ταπεινοῦται, συντρίβεται, ἡγεῖται ἑαυτὸν γῆν καὶ σποδόν, ἐπιθυμεῖ τὴν κοινωνίαν τῶν τοῦ Χριστοῦ παθημάτων, συμμορφωθῆναι τῷ θανάτῳ αὐτοῦ ἐπείγεται, ὡς ἂν καὶ συμμετάσχῃ τῆς δόξης ἐν τῇ ἀναστάσει αὐτοῦ. Ἀλλὰ θαρσεῖτε καὶ ὑμεῖς, ὅτι ποσῶς ἐκοινωνήσατε καὶ κοινωνεῖτε τοῖς δεσποτικοῖς παθήμασιν. Ὁρᾶτε γὰρ ποῦ ἐστε. Οὐχὶ διὰ τὸν λόγον αὐτοῦ καὶ τὴν μαρτυρίαν αὐτοῦ ἐν ἐξορίᾳ, ἐν διωγμῷ; Οὐχὶ καὶ πρότερον πεῖραν ἐλάβετε φυλακῶν;

Οὐχ αἷμα ἐκενώσατε ἐξ αἰκισμῶν; Οὐχὶ καί τινες τῶν ἀδελφῶν ἡμῶν ἐτελειώθησαν ἀθλητικῶς; Τοιοῦτον οὖν τὸ καύχημα ἡμῶν ἐν Κυρίῳ, καὶ τοιοῦτον τὸ δώρημα· ἀλλ’ ἐπειδὴ ἕως τέλους οὐκ ἀσφαλὴς ὁ μακαρισμὸς τῷ ἀνθρώπῳ διὰ τὸ εὐμετάτρεπτον καὶ τὸ μὴ εἰδέναι τί τέξεται ἡ ἐπιοῦσα, παρακαλῶ, στήκετε ἐν Κυρίῳ ἀκλινεῖς καὶ ἀπερίτρεπτοι, ὡς «Ἐν ἑνὶ πνεύματι, ἐν μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου, ἐν μηδενὶ πτυρόμενοι ὑπὸ τῶν ἀντικειμένων,» «μηδὲ διδόντες προσκοπὴν ἐν μηδενί· ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι,» ἐν ὑπακοῇ, ἐν ταπεινοφροσύνῃ, ἐν πραότητι, ἐν μακροθυμίᾳ, ἐν ὑπομονῇ πολλῇ. «Ὑπομονῆς γὰρ χρῄζετε, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν· ἔτι γὰρ μικρὸν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ.» Εἰ δὲ ἥξει καὶ οὐ χρονιεῖ, τί ἀπεχθανόμεθα ἐν ταῖς θλίψεσι, καὶ οὐχὶ μᾶλλον αἱρούμεθα καθ’ ἡμέραν ἀποθνήσκειν ὑπὲρ τοῦ Δεσπότου; γέγραπται γάρ· «Εἰ συναπεθάνομεν καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται.» Ἡλίκην χαρὰν ἕξουσιν οἱ ἅγιοι, ἡνίκα ἴδωσι τὸν Κύριον «ἀπ’ οὐρανοῦ ἐρχόμενον μετ’ ἀγγέλων δυνάμεως αὐτοῦ,» ἐν χαρᾷ ἀνεκλαλήτῳ προσκαλούμενον αὐτούς, στεφανοῦντα, συνεσόμενον αὐτοῖς εἰς αἰῶνα αἰῶνος;

ὁποίαν δὲ ὀδύνην ἕξουσιν οἱ ἠπειθηκότες τῷ εὐαγγελίῳ, οἱ παρακρουσάμενοι «τὰς ἐντολὰς αὐτοῦ;» «Οἵτινες δίκην τίσουσι, κατὰ τὸ γεγραμμένον, ὄλεθρον αἰώνιον ἀπὸ προσώπου αὐτοῦ καὶ ἀπὸ προσώπου τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασι.» Ταῦτα οὖν ἀναθεωροῦντες, ἀδελφοὶ, καὶ ἀναλογιζόμενοι, ἔτι καὶ ἔτι «Καθάρωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ,» προθυμούμενοι πρὸς τὰ κρείττονα, ἀναβιβαζόμενοι ἐπὶ τὰ τελεώτερα, «Ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ, τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες, τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες,» ἵνα ἐν τοιαύτῃ εἰλικρινείᾳ ἀξίως καὶ τὸ παραυτίκα πάσχα πασχάζωμεν, καὶ ἐν ἀπολαύσει γενέσθαι καταξιωθῶμεν τῶν αἰωνίων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΟΓʹ ΠΕΡΙ ΤΟΥ ΠΑΘΟΥΣ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΚΑΙ ΔΕΣΠΟΤΟΥ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ Ἀδελφοὶ καὶ πατέρες, πάντοτε μὲν οὖν τὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παθήματα ὑπομνηματιζόμενα κατανύσσειν οἶδε τὴν ψυχήν, μάλιστα δὲ ἐν ταῖς παρούσαις ἡμέραις, ἐφ’ αἷς ἓν ἕκαστον αὐτῶν πέρας εἴληφε. Τίνα δὴ οὖν ἐστι ταῦτα; Τὸ φονικὸν κατ’ αὐτοῦ βουλευτήριον, ἡ ἰουδαϊκὴ σύλληψις, ἡ ἐπιθανάτιος ἀπαγωγή, ἡ ἐπὶ βήματι τοῦ Πιλάτου παράστασις, ἡ ἀνάκρισις, ἡ ἀνέτασις, τὰ ῥαπίσματα, τὰ ἐμπτύσματα, οἱ ὀνειδισμοί, οἱ καταγέλωτες. ἡ ἐπὶ τοῦ σταυροῦ ἀνάβασις, ἡ τῶν χειρῶν καὶ ποδῶν καθήλωσις, ἡ τῆς χολῆς γεῦσις, ἡ τῆς πλευρᾶς νύξις, καὶ ὅσα ἄλλα τούτοις συναπήστραψεν, ἃ οὐ δύναται ὁ κόσμος χωρῆσαι, οὐδέ τις ἰσχύει ἀξίως ἀναγγεῖλαι, μὴ ὅτι γε γλῶσσα ἀνθρώπου, ἀλλ’ οὐδὲ αἱ πᾶσαι ὁμοῦ τῶν ἀγγέλων γλῶσσαι.

Ἐννοήσωμεν γὰρ, ἀδελφοὶ, τοῦτο τὸ μέγα καὶ ἀνεκδιήγητον μυστήριον. Ὁ «τὰς βουλὰς τῶν καρδιῶν» φανερῶν Κύριος καὶ γινώσκων πᾶν ἀνθρώπου ἐνθύμημα, οὗτός ἐστιν ὁ εἰς βουλευτήριον θανάτου λαμβανόμενος· «ὁ φέρων πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ,» οὗτός ἐστιν ὁ εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν παραδιδόμενος· «ὁ δεσμεύων ὕδωρ ἐν νεφέλαις» καὶ σπείρων τῇ γῇ καιρίως καὶ ὁμοτίμως, οὖτός ἐστιν ὁ δέσμιος ἀπαγόμενος· ὁ μετρήσας «τὸν οὐρανὸν σπιθαμῇ καὶ τὴν γῆν δρακί, καὶ πάντα τὰ ὄρη ζυγῷ σταθμίσας,» οὗτός ἐστιν ὁ χειρὶ ὑπηρέτου ῥαπιζόμενος· ὁ κοσμήσας τὰ ὅρια τῆς γῆς τοῖς ποικίλοις ἄνθεσιν, οὗτός ἐστιν ὁ ἀκάνθαις ἀτίμως στεφανούμενος· ὁ φυτεύσας τὸ ξύλον τῆς ζωῆς ἐν παραδείσῳ, οὗτός ἐστιν ὁ ἐπὶ ξύλου ἐπικαταράτου κρεμάμενος. Ὢ τῶν μεγάλων καὶ ὑπερφυῶν θεαμάτων! Εἶδε ταῦτα ἥλιος καὶ ἐκλέλοιπεν, εἶδε σελήνη καὶ ἠμαυρώθη, ᾔσθετο γῆ καὶ συνεταράχθη, ᾔσθοντο αἱ πέτραι καὶ διερράγησαν, συνεστράφη πᾶσα ἡ κτίσις ταῖς τοῦ Δεσπότου ὕβρεσιν. Εἶτα τὰ μὲν ἄψυχα στοιχεῖα καὶ ἀναίσθητα, ὡς ἔμψυχα καὶ αἰσθητικὰ ἀπὸ φόβου Κυρίου καὶ ἀπὸ τῆς θέας τῶν ὁρωμένων ἐξέστησαν καὶ ἠλλοιώθησαν· ἡμεῖς δὲ οἱ λόγῳ τετιμημένοι, ὑπὲρ ὧν Χριστὸς ἀπέθανεν, ἀκατάνυκτοι ἆρα καὶ ἀδάκρυτοι διαμενοῦμεν ἐν ταῖς ἡμέραις ταύταις; Καὶ πῶς οὐκ ἂν εἴημεν τῶν ἀλόγων ἀλογώτεροι, καὶ τῶν λίθων ἀναισθητότεροι;

Μηδαμῶς οὖν, ὦ ἀδελφοὶ, μηδαμῶς· μᾶλλον μὲν οὖν ἡμεῖς ἐν ἐκστάσει γενώμεθα θεοπρεπεῖ τὴν καλὴν ἀλλοίωσιν ἀλλοιούμενοι, καταγάγωμεν δάκρυα, καταθύσωμεν τὰ πάθη ὕβρεσι τὰς ὕβρεις ἀμειβόμενοι καὶ πληγαῖς τὰς πληγὰς ἀνταλλαττόμενοι· τοῦτο μὲν διὰ τῆς ὑποταγῆς, τοῦτο δὲ καὶ διὰ τῆς ἐνστατικῆς ὁμολογίας. Οὐχ ὁρῶμεν ὅσα τὰ ὑπεκκαύματα τῆς θείας ἀγαπήσεως; Τίς ποτε ὑπὲρ φίλου δεσμωτήριον ᾤκησε; τίς ὑπὲρ ἀγαπωμένου σφαγῆς ἠνέσχετο; Ἀλλ’ ὅμως ὁ ἀγαθὸς ἡμῶν Θεὸς οὐ μόνον ἓν καὶ δύο, ἀλλὰ τὰ μυρία ὑπὲρ ἡμῶν τῶν κατακρίτων κατεδέξατο παθήματα. Εἰκότως οὖν ὁ μακάριος Ἀπόστολος ἐννοούμενος ταῦτα καὶ ἐν αἰσθήσει κραταιᾷ τῆς ἀγάπης τοῦ Θεοῦ γενόμενος ἔλεγε· «Πέπεισμαι ὅτι οὔτε θάνατος οὔτε ζωὴ, οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.» Τοιαύτην γὰρ ἀγάπησιν ἔσχεν ὁ Θεὸς εἰς ἡμᾶς, «Ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ὡς γέγραπται· ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.» Ταύτης τῆς ἀγαπήσεως ἀντάλλαγμα ἐπεὶ μηδὲν εἶχον προσενεγκεῖν οἱ ἅγιοι, ἑαυτῶν προσήνεγκαν τὰ σώματα καὶ τὰ αἵματα ἀσκητικῶς καὶ ἀθλητικῶς, ᾄδοντες τοῦ μακαρίου Δαυὶδ τὴν ᾠδήν· «Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;»

Ταύτην οὖν τὴν φωνὴν καὶ ἡμεῖς, ἀδελφοὶ, βοῶμεν ἑκάστοτε, ἀκορέστῳ διαθέσει ἀγάπης δουλεύοντες αὐτῷ, ἔτι καὶ ἔτι πρὸς τὰ κρείττονα ἐπειγόμενοι, ἵνα σὺν τοῖς ἁγίοις κληρονόμοι γενώμεθα τῶν αἰωνίων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΟΔʹ ΚΑΤΑ ΜΙΧΑΗΛ ΤΟΥ ΑΣΕΒΩΣ ΒΕΒΑΣΙΛΕΥΚΟΤΟΣ ΚΑΤΑ ΤΕ ΤΗΝ ΕΝΔΙΑΣΤΡΟΦΟΝ ΠΙΣΤΙΝ ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΜΗ ΞΕΝΟΠΑΘΕΙΝ ΗΜΑΣ ΕΝ ΤΟΙΣ ΠΕΙΡΑΣΜΟΙΣ Ἀδελφοὶ καὶ πατέρες, «Ἐμοὶ μὲν τὸ λέγειν οὐκ ὀκνηρόν, ὑμῖν δὲ τὸ ἀσφαλές,» φησὶν ὁ Ἀπόστολος· κἀγὼ τοίνυν ὁ ταπεινὸς, κατὰ τὴν ἐνοῦσάν μοι δύναμιν, τὸ αὐτὸ ποιεῖν οὐ παύσομαι, νῦν μὲν παρακαλῶν, νῦν δὲ νουθετῶν, νῦν δὲ ἀσφαλιζόμενος ὑμᾶς, εἴ πως δυνηθῶ σὺν ὑμῖν ἐκφυγεῖν ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης «ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.» Ὅτι δὲ καὶ νῦν εἰσιν υἱοὶ ἀπειθείας, πολλὰ τὰ παραδείγματα, ἓν δὲ τὸ κεφαλαιωδέστερον ἐπὶ τοῦ κρατοῦντος, οὐ μόνον κατὰ τὴν ἐνδιάστροφον πίστιν, ἀλλὰ καὶ καθ’ ἣν ἐκνόμως εἰσῳκίσατο ὁμόζυγον. Ἐφ’ οἷς πῶς οὐκ ἔστι στενάξαι, πῶς δὲ οὐκ ὀδύρασθαι; ὅτι πάλιν σκάνδαλον ὑπεισήχθη τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καὶ καταστροφὴ ἐπὶ καταστροφῇ καὶ διωγμὸς ἐπὶ διωγμῷ. Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, τί γέγονεν ἐπὶ Κωνσταντίνου τοῦ πατρὸς τῆς νῦν ἀπαμφιασαμένης τὸ μοναδικὸν ἐπάγγελμα καὶ ἐνδυσαμένης τὸ βασιλικὸν ἀξίωμα; Οὐχὶ, ἐπὶ τῇ ἐκβολῇ τῆς νομίμως αὐτῷ συναφθείσης γυναικὸς καὶ ἐπεισαγωγῇ τῆς θατέρας, μοιχεία κατὰ τὸν λόγον τοῦ Κυρίου; Οὐχὶ ἐπὶ ταύτῃ διωγμοὶ καὶ περιστάσεις ἀνήφθησαν ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ; Οὐχὶ τὸ κακὸν ἀφ’ ἑνὸς εἰς πολλοὺς ὁδεῦσαν ἐλυμήνατο τὴν καθ’ ἡμᾶς οἰκουμένην;

Τὸ αὐτὸ καὶ νῦν ἐστιν ὁρᾶν τῷ γε νοῦν ἔχοντι καὶ προαιρουμένῳ ὑπὲρ ἀληθείας τληπαθεῖν· ἐπεὶ τοῖς ἄλλοις οὐδεμία φροντὶς κεχηνόσι τοῖς παροῦσι, μᾶλλον δὲ δεδουλωμένοις τῷ κράτει καὶ μεταμορφουμένοις ἀεὶ πρὸς τὸ αὐτῷ δοκοῦν. Ἡμεῖς δὲ, ὦ ἀδελφοὶ, ἐρηρεισμένοι ὦμεν ἐν τῇ ἀμεταθέτῳ πίστει καὶ ἀμετάτρεπτοι τῆς ὀρθῆς κρίσεως τῶν ἐντεταλμένων, μηδαμῶς ταῖς τινων εὑρεσιλογίαις φρεναπατώμενοι· καὶ, εἰ δοκεῖ, πρῶτον μὲν σιωπὴν ἀσπασώμεθα. «Ὁ συνιὼν γὰρ, φησὶν, ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, διότι καιρὸς πονηρός ἐστιν.» Ἔπειτα ἐμπαράσκευοι ὦμεν μήπως οὐδὲ ἐνταῦθα παρερριμμένους τῷ διωγμῷ ἐάσωσιν ἡμᾶς οἱ ἄνθρωποι ἀπειράστους διαμεῖναι.

Τίς δὲ ἡ παρασκευή; Εἰς τὸ γενναίως ὑποῖσαι πάντα καὶ μηδὲν τῆς ἀγάπης τοῦ Χριστοῦ προτιμότερον ἡγήσασθαι· ἀλλ’ εἰπεῖν δαυιτικῶς· «Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος·» καὶ φάναι ἀποστολικῶς· «Ἐμοὶ τὸ ζῆν Χριστός, καὶ τὸ ἀποθανεῖν κέρδος.» «Οὐαὶ, φησὶ, τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα», ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται. Ὁρᾷς ὅτι ὅτε τὰ σκάνδαλα, τότε οἱ ἐκλεκτοὶ τοῦ Θεοῦ πεφανέρωνται; ὅτε τὸ πῦρ τῶν πειρασμῶν, τότε ἡ χρυσοειδὴς ψυχὴ δόκιμος ἀποδείκνυται; Καὶ εἰ μὲν ἀπείραστοι ἦμεν τῶν δυσχερῶν, εἴχομεν ἂν ὡς ἀμαθεῖς ἀγωνιᾶν· ἐπεὶ δὲ γεγεύμεθα τοῦ καλοῦ οὐχ ἅπαξ, οὐ δὶς, ἀλλὰ καὶ πολλάκις, καὶ τοῦτο ἐχαρίσθη ἡμῖν ἀπὸ Θεοῦ τὸ ὑπὲρ Χριστοῦ πάσχειν, μηδαμῶς, ἀδελφοὶ, ξενοπαθήσωμεν μηδὲ εἴπωμεν· Πάλιν πειρασμός; Ναὶ πάλιν πειρασμός.

Μὴ γὰρ ἡ πρὸς αἷμα καὶ σάρκα πάλη τῶν ἀοράτων ἐχθρῶν πέρας εἴληφε; Μὴ γὰρ τὸ στάδιον τῶν θεοδρόμων λύσιν ἔλαβε; Τηνικαῦτα λυθήσεται ὁπόταν τῶν ἐνθένδε μεταναστεύσωμεν· ἕως δ’ ἄν ἐσμεν ἐν σαρκί, καὶ οἱ πειρασμοὶ καὶ ὁ πόλεμος συμπάρεστι πάντως. Οὐδεὶς οὖν τῶν ἁγίων ἐν τῇ παρατάσει τῶν πειρασμῶν ἀπεδυσπέτησεν οὐδὲ ἐν τῇ ἐπιμονῇ τῶν θλίψεων ἠλλοίωται. Ἀλλ’ ὁ μὲν Δαυίδ φησι· «Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μου.» Ὁ δὲ Ἱερεμίας· «Ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν σοι, καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα.» Ὁ δὲ Ἀπόστολος· «Ἥδιστα, φησὶ, καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις ὑπὲρ τοῦ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.» Οὕτως οὖν καὶ ἡμῖν ἀναγκαῖον, ἀδελφοὶ, καὶ διατίθεσθαι καὶ λέγειν Χριστὸν ἔχουσιν ἀρωγὸν καὶ συναθλητὴν ἐν τοῖς παλαίσμασι· λέγει γάρ· «Οὐ μή σε ἀνῶ οὐδ’ οὐ μή σε ἐγκαταλίπω.» Καὶ «Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν;» Καὶ εἰ χαρά ἐστι τοῖς πολλοῖς τὸ περὶ φθαρτοῦ βασιλέως ἀγωνίζεσθαι, πόσῳ γε μᾶλλον ἡμῖν ὑπὲρ τοῦ βασιλέως τῶν ἁπάντων ἀθλεῖν καὶ κονίζεσθαι. Ταύτῃ οὖν ἐπιμείνωμεν τῇ προθέσει, ἀδελφοί, εἴτε ἐπιστῇ ὁ πειρασμός, εἴτε μὴ ἐπιστῇ· πλὴν ὅτι ἀεὶ πειρασμὸς παρὰ τοῦ ἐχθροῦ, εἰ καὶ μὴ ὁρωμένως ἀλλ’ ἀοράτως.

Καὶ ἐν τοῖς πειρασμοῖς οἱ στέφανοι, καὶ ἐν τῷ πολέμῳ τὰ νικητήρια· καὶ ὁ πολλὰ παθὼν δηλονότι πολλὰς καὶ ἀμοιβὰς λήψεται. Καὶ γένοιτο ἡμᾶς νικητικῶς ἐξελθόντας τοῦ τῇδε βίου κληρονομῆσαι ζωὴν αἰώνιον σὺν πᾶσι τοῖς ἁγίοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΟΕʹ ΟΤΙ ΧΡΗ ΑΠΑΡΡΗΣΙΑΣΤΟΝ ΕΙΝΑΙ ΤΟΝ ΚΑΤΑ ΘΕΟΝ ΖΗΝ ΕΛΟΜΕΝΟΝ ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΕΥΧΑΡΙΣΤΩΣ ΦΕΡΕΙΝ ΤΑ ΕΠΩΔΥΝΑ ΑΠΟΣΚΟΠΟΥΝΤΑΣ ΠΡΟΣ ΤΗΝ ΜΕΛΛΟΥΣΑΝ ΜΙΣΘΑΠΟΔΟΣΙΑΝ Ἀδελφοὶ καὶ πατέρες, ἐβουλόμην ἕνα ἕκαστον ὑμῶν κατὰ πρόσωπόν μου ὁρᾶν, καὶ πᾶσι κατὰ τὸ δυνατόν μοι διαλέγεσθαι πονοῦντι τὴν σωτηρίαν ὑμῶν καὶ δεδιότι τὸ τῆς προστασίας ἐπικίνδυνον· ἀλλ’ ἐπειδὴ τοῦτο ὁ διωγμὸς οὐ παραχωρεῖ, παρακαλῶ καὶ συνημμένους καὶ διῃρημένους καὶ πάντας ὁμοῦ προσέχειν ἑαυτοῖς ἀσφαλῶς, καὶ κατὰ τὴν ξενίαν ἣν ξενιζόμεθα καὶ κατὰ τὴν ἀναστροφὴν ἣν ἀναστρεφόμεθα, μηδὲν ποιοῦντες παρὰ τὸ διατεταγμένον μὴ παρρησιαζόμενοι πρὸς ἀλλήλους ἐκθέσμως μὴ μετὰ παίδων πληθύνοντες λόγους, πολλοῦ γε εἰπεῖν μετὰ γυναικῶν· ἀλλ’ εἰ καὶ δέοι κατ’ ἀνάγκην ἰδεῖν ἡ συντυχεῖν, μετ’ ἀσφαλείας, ἄνω τὸν νοῦν, κάτω τὸ ὄμμα φέροντες· φησὶ γὰρ ἡ Γραφή· «Παρθένον μὴ καταμάνθανε, μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε, μήποτε σκανδαλισθῇς ἐν τοῖς ἐπιτιμίοις αὐτῆς»· ὡς δὲ τὸν Θεὸν ἔχοντες παρόντα καὶ ἐφορῶντα πᾶσαν ὑμῶν κίνησιν καὶ πρᾶξιν καὶ κατὰ σῶμα καὶ κατὰ πνεῦμα· οὕτως ἀναστρέφεσθε καὶ οὕτω περιπατεῖτε καθ’ ὃν τόπον ἕκαστος διῄρηται φέροντες καὶ τὰ τοῦ διωγμοῦ ἐπώδυνα εὐχαρίστως, ἀποσκοποῦντες καὶ πρὸς τὴν ἀποκειμένην ὑμῖν μισθαποδοσίαν· οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τοῦ κόπου τῆς ἀγάπης ἧς ἐνεδείξασθε διὰ τὸ ὄνομα αὐτοῦ ἐκ πρώτης ἡμέρας τῆς ἀποταγῆς ὑμῶν, καταλελοιπότες κόσμον καὶ τὰ τοῦ κόσμου, γονεῖς τε καὶ ἀδελφούς, γένος καὶ πατρίδα, αὐτό τε τὸ σῶμα ἐκδεδωκότες εἰς ἄθλησιν διὰ τῆς ὑπακοῆς καὶ παρισταμένης ὁμολογίας.

Ὡς μέγα τὸ ἐπάγγελμα ὑμῶν, ὡς μεῖζον τὸ ἀνταπόδομα! Οὐχ ὁρᾶτε τοὺς κατὰ κόσμον πῶς συντρίβονται καὶ ταλαιπωροῦσιν; οἱ μὲν τῇ γηπονίᾳ κατατεινόμενοι, ὑποβαλλόμενοι δημοσίαις ἐπαγωγαῖς τε καὶ ἀπαιτήσεσιν, ὡς μηδὲ ἑαυτοῖς ἐπαρκεῖν τὰ κατὰ βρῶσιν καὶ πόσιν· οἱ δὲ περὶ στρατείαν καταγινόμενοι, κατὰ γῆν τε καὶ θάλασσαν πολεμοῦντες καὶ πολεμούμενοι, σφάζοντες καὶ σφαζόμενοι.

Ἡμεῖς δὲ τούτων ἁπάντων λελυτρωμένοι ἠξιώμεθα Θεῷ ζῶντι δουλεύειν καὶ ἀληθινῷ. Ἆρα οὖν, εἰ καὶ μή τι ἄλλο, οὐκ ἀρκοῦν ἡμῖν τοῦτο εἰς θυμηδίαν καὶ εὐχαριστίαν καὶ ἀγαλλίασιν; Ναὶ, ἀδελφοί μου, δέομαι ὑμῶν, διὰ τοῦτο ἔτι προσεκτικῶς ζήσωμεν «πάντα ποιοῦντες εὐσχημόνως καὶ κατὰ τάξιν,» «ἀπεχόμενοί τε τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς,» εὐθὺς τὰς προσβολὰς ἀποκρουόμενοι, καὶ τὸ καθαρὸν τῆς ψυχῆς περιποιούμενοι, ὡς ἂν εἰλικρινῶς τῶν ἐνθένδε μεταβάντες τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΟϚʹ ΠΕΡΙ ΜΝΗΜΗΣ ΘΑΝΑΤΟΥ ΚΑΙ ΤΟΥ ΜΙΣΕΙΝ ΚΟΣΜΟΝ ΚΑΙ ΤΑ ΤΟΥ ΚΟΣΜΟΥ Ἀδελφοὶ καὶ πατέρες, ὡς καλὴ ἡ κατήχησις, ὡς ὠφέλιμος ἡ ὑπόμνησις νήφειν καὶ γρηγορεῖν ἡμᾶς παρασκευάζουσα πρὸς τὴν τῶν καθηκόντων διάπραξιν! Καὶ μήποτε κατολιγωρήσωμεν τοῦτο ποιεῖν, μηδὲ ἀπολήξωμεν τῆς περὶ Θεοῦ διανοήσεως, μηδὲ τῆς εἰς αὐτὸν ἀγαπήσεως, μηδὲ τῆς ἀπὸ τοῦ σώματος ἡμῶν διαζεύξεως· διαζευχθησόμεθα γὰρ μικρὸν ὕστερον καὶ ἀποθανούμεθα καθὼς πάντες οἱ πατέρες ἡμῶν, καὶ εἰς ἄλλον κόσμον μεταβησόμεθα, εἰς ἄλλην ζωήν, εἰς ἄλλην διαγωγήν, ἄπειρόν τε καὶ ἀπέραντον. Ἐνταῦθα σκιώδης ἡ ζωὴ καὶ ὀνειρώδης ἐν ὀλίγοις ἔτεσι συμπεραιουμένη. Μὴ ἀπίδωμεν ἀπὸ καταβολῆς κόσμου μέχρι συντελείας τοῦ αἰῶνος τὴν τοῦ χρόνου διάστασιν, ἀλλὰ τὴν ἑκάστου ζωήν, ὅτι μέχρι τῶν δαυιτικῶν ὅρων πρόεισι, καὶ τοῦτο ἐπὶ σπανίοις, περαιτέρω μὴ προβαίνουσα.

Οὕτως οὖν φρονοῦντες πάντες οἱ ἅγιοι διέζησαν, «Κατὰ ταύτην, ὡς μαρτυρεῖ ὁ Ἀπόστολος, ἀπέθανον μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι καὶ ὁμολογήσαντες, ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς· οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι· καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ’ ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου· διὸ οὐκ ἐπαισχύνεται ὁ Θεός, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.» Αὕτη ἡ πόλις ἡμῶν, αὕτη ἡ πατρίς· ὧδε οἱ πατέρες καὶ ἀδελφοὶ ἡμῶν οἵ τε κατὰ σάρκα καὶ κατὰ πνεῦμα. Τί λοιπὸν ἀσπαστὴν ἡγούμεθα τήνδε τὴν πρόσκαιρον ζωήν; Τί δὲ προσηλούμεθα τῇ ταύτης σχέσει; Τί δὲ δυσαποσπάστως ἔχομεν πρὸς τὴν ἔξοδον αὐτῆς; Ἀφρόνων μὴ ἐθέλειν ἀπὸ ἐξορίας εἰς τὰ οἰκεῖα ἀνακομίζεσθαι μηδὲ ἀπὸ πολέμου εἰς εἰρήνην ἀποκαθίστασθαι.

Ἀλλ’ ἡμεῖς ὡς φρόνιμοι, ἀδελφοὶ ἠγαπημένοι, ὡς εἰς αὐτὸ τοῦτο ἀποταξάμενοι, καὶ ἐκπεφευγότες κόσμον καὶ τὰ τοῦ κόσμου μελέτην ποιώμεθα θανάτου τὸν βίον, καὶ τῇ μελέτῃ ταύτῃ ἐκκρουσώμεθα πᾶσαν ἐπιθυμίαν, πᾶσαν ὀλιγωρίαν, πᾶσαν χαύνωσιν, πᾶσαν ἀκηδίαν, πᾶσαν πονηρίαν, ἵν’ οὕτω τὰ ἀρεστὰ Κυρίῳ πράττοντες κληρονόμοι γενώμεθα τῶν αἰωνίων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΟΖʹ ΠΕΡΙ ΤΗΣ ΑΛΗΘΙΝΗΣ ΚΑΙ ΑΝΟΘΕΥΤΟΥ ΥΠΟΤΑΓΗΣ ΚΑΙ ΟΜΟΛΟΓΙΑΣ ΗΜΩΝ ΚΑΙ ΤΟΥ ΦΥΛΑΤΤΕΙΝ ΤΑΣ ΘΕΙΑΣ ΕΝΤΟΛΑΣ Ἀδελφοὶ καὶ πατέρες, ἄλλο ἐστὶ τὸ κατὰ σάρκα σιτηρέσιον ὑμῶν, καὶ ἄλλο τὸ κατὰ πνεῦμα· τὸ μὲν παρὰ τοῦ οἰκονόμου διδόμενον ἐν βρώμασι καὶ πόμασι καὶ ἐνδύμασι, τὸ δὲ παρ’ ἐμοῦ τοῦ ταπεινοῦ ἐν λόγῳ καὶ διδασκαλίᾳ. Καὶ ὥσπερ ἐκεῖνο ἐξ ἀναγκαίου δίδοται, οὕτω καὶ τοῦτο ἐξ ἀναγκαίου ὀφείλεται· ὥστε οὐ μέγα τι ποιῶ φθεγγόμενος ὑμῖν ταῦτα τὰ βραχέα καὶ πενιχρὰ ῥήματα· μᾶλλον μὲν οὖν καὶ δεδοικώς εἰμι καὶ τρέμων, «ὡς λόγον ἀποδώσων ὑπὲρ τῶν ψυχῶν ὑμῶν,» οὐ βασιλεῖ καὶ ἡγεμόνι καὶ ἄρχοντι, ἀλλὰ τῷ πάντων κριτῇ καὶ Θεῷ, ᾧ «Κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται,» ἐφ’ ᾧ ἀγωνιῶσι καὶ αὐτοὶ οἱ διὰ βίου καὶ λόγου διαλάμψαντες ἅγιοι, μὴ ὅτι γε ἐγὼ ὁ τάλας. Ἀλλὰ, παρακαλῶ, βοηθήσατε καὶ ἑαυτοῖς καὶ ἐμοί, ὡς φιλάδελφοι· ἑαυτοῖς μὲν τῇ κατορθώσει τῆς ἀρετῆς, ἐμοὶ δὲ ταῖς προσευχαῖς· πλὴν ὅτι ἡ ὑμετέρα κατόρθωσις ἐμόν ἐστι κατόρθωμα, ὡς καὶ τὸ ἔμπαλιν· ἐπὰν ἓν σῶμά ἐσμεν οἱ πάντες «καὶ μέλη ἐκ μέρους.» «Καὶ εἴτε πάσχει, φησὶν, ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη.»

Καὶ προσήκει, ὡς ἐγὼ μεριμνῶ τὰ περὶ ὑμῶν, καὶ ὑμῖν τὰ περὶ ἐμοῦ· ἐγὼ γὰρ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν ἐμοί, κατὰ τὸν τῆς ἀγάπης τρόπον· καὶ οὕτω κεκανόνισται τὸ τῆς ἀληθινῆς ἀδελφότητος σύστημα. Φυλάσσετέ μοι τὴν καλὴν ὑποταγὴν ὑμῶν ἀνόθευτόν τε καὶ ἀκαπήλευτον, ἐν ᾗ ἐγενήθητε καὶ ηὐξήθητε καὶ ἐτελειώθητε καὶ ἐφθάσατε χάριτι Θεοῦ εἰς μέτρον ὁμολογίας αὐτοῦ, εἴς τε τὰ πρότερα καὶ τὰ ὕστερα. Οὐκ ἐφοβήθητε βασιλέας, οὐχ ὑπεπτήξατε ἄρχοντας, ἀπεδύσασθε πρὸς ἀγῶνας, πρὸς πληγάς, πρὸς ἐξορίας, πρὸς φυλακάς, πρὸς θανάτους· ὀνομαστοὶ γεγόνατε, ὡς γνώριμον πᾶσι. Μὴ οὖν προδῶτε τὴν ἀρετὴν ὑμῶν, ὦ ἀδελφοί, μηδὲ καταισχύνητε τὸ καύχημα ὑμῶν μηδὲ τὸ καλὸν ὑμῶν ὄνομα εἰς κακὴν ἀντικατασταθῇ κλῆσιν· ἀλλὰ τοῖς προλαβοῦσιν ἐποικοδομήσατε τὰ ἐφεξῆς ἐπαινετῶς πάντοθεν φυλαττόμενοι, ἔνδοθεν καὶ ἔξωθεν φρουρούμενοι ὑπὸ τῶν θείων ἐντολῶν, πάντα πειρασμὸν ὑπερβαίνοντες, πᾶσαν θλῖψιν ὑπερακοντίζοντες, εἰδότες καὶ τοῦτο, ὅτι ἔτι ἐν ἀγῶνι καὶ διωγμῷ πάρεσμεν, καὶ οὐκ οἴδαμεν τί τέξεται ἡ ἐπιοῦσα. Ὅμως «Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν; ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;»

Οὕτως ἐλπίζετε, οὕτω πεποίθετε, καὶ τῇ πεποιθήσει ταύτῃ καὶ ἐλπίδι πολιτευόμενοι ἕξετε, εὖ οἶδα, κλῆρον καὶ μερίδα μετὰ τῶν ἁγίων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΟΗʹ ΠΕΡΙ ΤΟΥ ΝΟΥΝΕΧΩΣ ΑΚΟΥΕΙΝ ΤΩΝ ΑΓΙΩΝ ΓΡΑΦΩΝ Ἀδελφοὶ καὶ πατέρες, πάντες μὲν ἄνθρωποι ἔχομεν καὶ ὀφθαλμοὺς καὶ ὦτα· οὐ πᾶσι δὲ τὸ ὁρᾶν καὶ ἀκούειν, ἀλλ’ οἷς πρόσεστιν οὖς εὐήκοον καὶ ὀφθαλμὸς τοῦ βλέπειν. Διὰ τοῦτο ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις ἔφη· «Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.» Περὶ δὲ τῶν δυσηκόων ὁ Προφήτης φησίν· «Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν.» Οὐκοῦν νουνεχῶς, ἀλλὰ μὴ ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀκούωμεν τῶν παραναγινωσκομένων ἡμῖν, ὡς ἂν μὴ ὑποπέσωμεν τῇ ἀπειλῇ· μᾶλλον δὲ ἵνα ἔχωμεν λέγειν, κατὰ τὸ γεγραμμένον· «Καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα.» Ὁ οὕτως ἀκούων ἐνωτίζεται, κατανύσσεται, καθαίρεται, φωτίζεται, λαμπρύνεται, ἀγάλλεται, κατὰ τὸ ἐν Δαυὶδ ᾀδόμενον· «Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ.» Πάντα τὰ τῇδε ἡγεῖται σκιὰν εἶναι παρατρέχουσαν· πάντα σκύβαλα ἡγεῖται, ἵνα Χριστὸν κερδήσῃ.

Οἷον ἀκούει αὐτοῦ λέγοντος πρὸς τοὺς μαθητάς· «Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς. Μικρόν, καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ· ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσεσθε.» Καὶ πάλιν· «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, ὑμεῖς τὰ κλήματα.» Καὶ πάλιν· «Ὑμεῖς φίλοι μοῦ ἐστε, ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν. Οὐκέτι ὑμᾶς λέγω δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ὅσα ἤκουσα παρὰ τοῦ Πατρός μου ἐγνώρισα ὑμῖν.» Καὶ πάλιν· «Ὑμεῖς οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· κἀγὼ διατίθεμαι ὑμῖν—διαθήκην αἰώνιον—, ἵνα διαπαντὸς ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου.» Τούτων οὖν καὶ τῶν τοιούτων ἀκούων ὁ φιλόθεος οὐ μόνον χαίρει, ἀλλὰ καὶ προαιρεῖται πᾶσαν ἡμέραν ὑπὲρ Χριστοῦ ἀποθνήσκειν.

Οὕτως οὖν πάντες οἱ ἅγιοι ἐπολιτεύσαντο, τοιαύταις προθέσεσιν ἐθριάμβευσαν τὸν θεῖον πόθον αὐτῶν· Ἱερεμίας μὲν λέγων· «Ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν σοι, καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα, Κύριε·» ὁ δὲ Δαυίδ· «Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι»· ὁ Ἀπόστολος πάλιν λέγων· «Ὅτι ἡμῖν ἐδόθη ἀπὸ Θεοῦ τὸ ὑπὲρ τοῦ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν.» Ὡσαύτως καὶ οἱ ἀπόστολοι δαρέντες ἔχαιρον, φησὶν, «Ὅτι κατηξιώθησαν ἀτιμασθῆναι ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ.» Καὶ ἁπλῶς ἕκαστος τῶν ἁγίων τοιαύταις φωναῖς τὸ πρὸς Χριστὸν αὐτῶν ἐράσμιον ὑποφαίνουσι. Τοιγαροῦν καὶ ἡμεῖς, ἀδελφοὶ, εὐηκόως ἀκούωμεν τῶν λεγομένων, καὶ ἀγαπήσει ἀγαπῶμεν τὸν ἀγαπητὸν Θεὸν ἡμῶν εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ὧν ἐποίησεν ἡμῖν ἀγαθῶν, ὅτι εἵλετο ἡμᾶς ἀπαρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ τοῦ τῇδε ἐπαγγέλματος· ὅτι ἐχαρίσατο ἡμῖν ὀρθοδόξῳ πίστει λατρεύειν αὐτῷ, καὶ μὴ πεπλανημένως φέρεσθαι· πόσοι γὰρ πεπλάνηνται «Ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ, πρὸς τὴν μεθοδείαν τῆς πλάνης» ἐξαπατώμενοι! Πόσοι λιμώττουσιν «Οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Θεοῦ,» κατὰ τὸ γεγραμμένον!

Ἡμῖν δὲ ἐχαρίσθη, οἷόν τις τράπεζα πλήθουσα, ἡ τῶν ἁγίων διδασκαλία· ἔνθεν μὲν τοῦδε οἷόν τι ἥδυσμα τὸν λόγον καρυκεύοντος, ἐκεῖθεν δὲ τοῦδε οἷον χρυσουργοῦντος τὰ θεῖα ῥήματα, ἄλλου καὶ ἄλλου ἐντεῦθεν καὶ ἐντεῦθεν γλυκάζοντος ταῖς ἐπιφωνήσεσιν. Εὔκαιρον οὖν ἐστιν εἰπεῖν μετὰ τοῦ Ἀποστόλου λοιπόν· «Εἰ ὁ Θεὸς μεθ’ ἡμῶν, τίς καθ’ ἡμῶν; Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων; Χριστὸς ὁ ἀποθανὼν, μᾶλλον δὲ καὶ ἐγερθεὶς ἐκ νεκρῶν, ὃς καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν,» δηλονότι τῷ Θεῷ καὶ Πατρί, ὃς καὶ χαρίσεται ἡμῖν τὴν αἰώνιον αὐτοῦ βασιλείαν, ὅτι αὐτῷ πρέπει ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΟΘʹ ΟΤΙ ΟΥ ΧΡΗ ΑΘΥΜΕΙΝ ΑΛΛ’ ΑΝΔΡΙΖΕΣΘΑΙ ΕΙΣ ΤΟ ΕΡΓΟΝ Ο ΚΕΚΛΗΚΕΝ ΗΜΑΣ Ο ΘΕΟΣ Ἀδελφοὶ καὶ πατέρες, τὸ ῥᾴθυμον ἡμῶν διεγείρων ὁ Ἀπόστολος ἔφη· «Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. Τὸ ἐπιεικὲς ὑμῶν ὀφθήτω πᾶσιν ἀνθρώποις. Ὁ Κύριος ἐγγύς.

Μηδὲν μεριμνᾶτε· ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γινέσθω πρὸς τὸν Θεόν.» Οὐκοῦν μὴ ῥᾳθυμῶμεν, ἀλλ’ ἰσχύωμεν καὶ ἀνδριζώμεθα εἰς τὸ ἔργον ὃ προσκέκληκεν ἡμᾶς ὁ Θεός. Αὐτὸς γάρ ἐστιν ὁ καλέσας ἡμᾶς ἀπὸ τοῦ κοινωνικοῦ βίου, εἰς τὸ μοναδικὸν ἐπάγγελμα· αὐτός ἐστιν ὁ ἐνδύσας ἡμᾶς «ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης·» αὐτὸς «Ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα.» «Τῇ ἐλευθερίᾳ οὖν ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε στήκωμεν, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνεχώμεθα,» μὴ πάλιν τοῖς πάθεσιν ὑπόσπονδοι γενώμεθα. Δοῦλος ἀργυρώνητος ἐλευθερωθεὶς οὐκ ἄν ποτε αἱρήσαιτο δουλωθῆναι πάλιν· ἀλλὰ μακράν που ἀποχωρῶν τῆς δουλείας χαίρει, ὅτι ἠξίωται λυτρωθῆναι τῆς δουλικῆς τυραννίδος. Καίτοι γε ἡ δουλεία οὐ κακόν τι πάντως· λέγει γὰρ ὁ Ἀπόστολος· «Δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ’ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι· ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος Κυρίου ἐστίν.

Ὁμοίως δὲ καὶ ὁ κληθεὶς ἐλεύθερος δοῦλός ἐστι Χριστοῦ.» Καὶ ὅμως ἐλευθερωθεὶς οὐκ ἀνέχεται ὑπὸ τὸν ζυγὸν τῆς δουλείας τελεῖν. Πολλῷ οὖν μᾶλλον ἡμεῖς ὀφείλομεν ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας μακρὰν ἀπέχειν ἀπ’ αὐτῆς λίαν. Ἢ ἀγνοοῦμεν τί ἡμᾶς πεποίηκεν; Οὐκ αὐτὴ ἡμᾶς τοῦ παραδείσου ἐξώρισεν; Οὐκ ἀντὶ ἀθανάτων θνητοὺς ἡμᾶς εἰργάσατο; Οὐχὶ εἰς τὸν πολυστένακτον τοῦτον βίον εἰσήγαγεν; Οὐ πᾶν κακὸν δι’ αὐτῆς καὶ ἐγένετο καὶ γίνεται; Φύγωμεν τοιγαροῦν αὐτὴν ὡς κακίστην· μισήσωμεν αὐτὴν ὡς ἀξίαν μίσους. Ἀγαπήσωμεν δὲ μᾶλλον τὴν ἀρετὴν ὡς τοὺς ἀνθρώπους ἐργαζομένην ἀγγέλους, μᾶλλον δὲ θεούς, κατὰ τό· «Ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες.» Τίς δέ ἐστιν ἡ δύναμις τῆς ἀρετῆς; Ἡ ἀποδιάθεσις τοῦ κόσμου καὶ σχέσις πρὸς Θεόν· «Οὐδεὶς γὰρ, φησὶ, δυσὶ κυρίοις δουλεύειν δύναται· οὐ δύνασθε Θεῷ δουλεύειν καὶ Μαμωνᾷ·» οὐ δύνασθε ἀρετῇ προσκεῖσθαι καὶ κακίᾳ. Οὐδεμία γὰρ «κοινωνία φωτὶ πρὸς σκότος.» Καὶ αἱ ἐντολαὶ τοῦ Κυρίου ἐλαφραί εἰσι· βαρὺ δέ ἐστι καὶ ἀνένδεκτον μᾶλλον τὸ φορτικῶς φιλονεικεῖν ἡμᾶς τἀναντία ἔχειν, καὶ οἴεσθαι προσκεῖσθαι καὶ ἀρετῇ καὶ κακίᾳ, ἤγουν τοῖς σαρκικοῖς ἐπιθυμήμασι καὶ τοῖς πνευματικοῖς κατορθώμασι.

Καὶ εἰ μὲν ἐφθάσαμεν εἰς τὸ μέτρον τῆς τελειότητος, χάρις Θεῷ παρ’ οὖ «Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον.» Καὶ διαμένωμεν ἀσφαλεῖς τῷ φόβῳ τοῦ Θεοῦ συντηρούμενοι, ἀναλλοίωτοι καὶ ἄτρεπτοι τῆς καλλίστης ἕξεως. Εἰ δὲ ὑστερούμεθα, σπεύσωμεν καὶ ἐπειχθῶμεν φθάσαι εἰς τὸ τέλειον, ἕως ὁ καιρὸς πάρεστι τῆς ἐργασίας, τῇ πίστει στερεούμενοι, τῇ ἐλπίδι πτερούμενοι, τῇ ἀγάπῃ συνδεόμενοι, τῇ ταπεινοφροσύνῃ κατακοσμούμενοι, τῇ ὑπακοῇ ἀγλαϊζόμενοι, τῇ ὑπομονῇ δοκιμαζόμενοι, τῇ ἐξαγορεύσει φωτιζόμενοι, τοῖς ἄλλοις πᾶσι κατορθώμασι κανονιζόμενοι, ὡς ἀληθινοὶ μοναχοί, ὡς ἀψευδεῖς ὑποτακτίται, ὡς δόκιμοι ἐν Χριστῷ, ὡς δοῦλοι Κυρίου, ἵνα καὶ τὸν ἐνταῦθα βίον εὐμαρῶς διανύσωμεν, καὶ τῶν μεγίστων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Πʹ ΔΙΔΑΣΚΑΛΙΑ ΠΕΡΙ ΠΙΣΤΕΩΣ Ἀδελφοὶ καὶ πατέρες, τὸ ὀφειλόμενον ὑμῖν σιτηρέσιον τοῦ λόγου καὶ νῦν προσφέρομεν· βραχὺ μὲν καὶ πενιχρόν, ὅμως ἐξ ἀναγκαίου προσφερόμενον, ἵνα μήτε ἡμεῖς τῇ σιωπῇ κατακρινώμεθα, καὶ ὑμεῖς ἔχητε βραχεῖαν παράκλησιν. Εἰ γὰρ καὶ τὰ μάλιστα παρακαλεῖσθε ὑπὸ τῆς τῶν θείων πατέρων ἀναγνώσεως, ἀλλ’ οὖν δεῖσθε πάντως καὶ τῆς ἡμετέρας ταπεινῆς διδασκαλίας· καὶ τολμῶ εἰπεῖν, πλέον ἐκείνης τῆσδε, ὡς ἐκείνης μὲν ἱστορικῶς ἀναγινωσκομένης, τῆς δὲ εἰς πρόσωπον ὑμῶν λελεγμένης, καὶ εἰς ἔλεγχον ἀποκαθισταμένης. «Ἐλέγξω σε γὰρ, φησὶ, καὶ παραστήσω κατὰ πρόσωπόν σου» τὰς ἁμαρτίας σου. Καὶ «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν.» Ὅπερ περὶ ὑμῶν ἀπείη λέγειν· οὐ γὰρ οὕτως ὑμῖν διαλεγόμεθα ὡς ἀπειθέσι καὶ ὑπευθύνοις ἁμαρτίαις, μὴ γένοιτο! ἀλλ’ ὡς υἱοῖς ὑπακοῆς, ὡς ἠγαπημένοις τέκνοις, ὡς συμψύχοις καὶ συσσώμοις καὶ συνάθλοις, ἵνα εὐθυμῆτε, ἵνα προκόπτητε, «Ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.»

Καὶ ὁ λόγος δι’ ὑμᾶς· ὁ γὰρ πηγάσας ὕδωρ ἐκ πέτρας ἀκροτόμου πάλαι τῷ Ἰσραήλ, τί θαυμαστὸν εἰ καὶ ἐκ τῆς ἐμῆς λιθίνης καρδίας πηγάσει βραχὺν λόγον, ὃν ἀρυόμενοι εὐχαριστῶμεν τῷ Κυρίῳ τῷ τρέφοντι καὶ ποτίζοντι καὶ τροποφοροῦντι τὴν ζωὴν ἡμῶν, ὡς ἐν ἐρήμῳ, ἐν τῷδε τῷ βίῳ. Ἀλλ’ ἐπειδὴ παλαιᾶς ἱστορίας ἐμνήσθημεν, ἀναθεωρήσωμεν, εἰ δοκεῖ, τὰ τηνικαῦτα συμβεβηκότα τοῖς ἀπειθέσι, περὶ ὧν φησιν ὁ Ἀπόστολος· «Ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ. Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. Μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες· μηδὲ πειράζωμεν τὸν Χριστόν, καθώς τινες αὐτῶν ἐπείρασαν καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο· μηδὲ γογγύζετε καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.» Ταῦτα οὖν ἀναθεωροῦντες, ἀδελφοὶ, φύγωμεν τὰ αἴτια τῆς ὀργῆς τοῦ Θεοῦ· φύγωμεν τὴν κακὴν ἐπιθυμίαν· φύγωμεν τὸν γογγυσμόν· φύγωμεν τὸ πειράζειν τὸν Χριστόν. Πῶς δὲ ἔστιν αὐτὸν πειράζειν; Ἐν τῷ ὑποπίπτειν ἡμᾶς ἀπιστίας λογισμοῖς καὶ λέγειν· Ἆρα ἐπαρκέσει ἡμῖν τὰ κατὰ χρείαν; Ἆρα οἴσομεν τὸν παρὰ τοῦ ἐχθροῦ πόλεμον;

Ἆρα ἐνέγκωμεν τοῦτο κἀκεῖνο; Μηδαμῶς, ὦ ἀδελφοί· ἀπιστίας καὶ δισταγμοῦ ταῦτα. Ἀλλὰ πῶς;

Ὅτι οἴσομεν πάντα πιστεύωμεν· οὕτω Νῶε πιστεύσας διέφυγε τὸν τοῦ κατακλυσμοῦ ὄλεθρον, κατασκευάσας τὴν κιβωτόν· οὕτως Ἀβραὰμ πιστεύσας ἐγένετο πατὴρ πολλῶν ἐθνῶν· οὕτω Μωϋσῆς πιστεύσας διέβη τὴν θάλασσαν, ὡς διὰ ξηρᾶς· οὕτως οἱ τρεῖς παῖδες πιστεύσαντες ἐδροσίσθησαν ἐν τῷ πυρὶ, ἀλλ’ οὐ κατεφλέχθησαν· οὕτω Δανιὴλ πιστεύσας ἐξῆλθεν ἐκ τῆς βορᾶς τῶν λεόντων ἀπήμαντος· καὶ συλλήβδην εἰπεῖν, οὕτω πάντες οἱ ὅσιοι ὡσιώθησαν, καὶ οἱ δίκαιοι ἐδικαιώθησαν, καὶ οἱ μάρτυρες ἐμαρτυρήθησαν· οὕτω καὶ ἡμεῖς πιστεύοντες, ἀδελφοὶ, οἴσομεν πάντα καὶ μετὰ Χριστοῦ νικήσομεν καὶ τῶν τῆς δικαιοσύνης στεφάνων τύχωμεν καὶ τῆς μεγάλης ἐκείνης φωνῆς ἀκουσόμεθα· «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου·» ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.