Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Μικρὰ Κατήχησις

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ϞΑ΄ έως Ρ΄

Αυστηρός έλεγχος των συμβιβασμών με τους εικονομάχους και θεολογική θεμελίωση της αποχής από την κοινωνία με τους αιρετικούς. Περιλαμβάνονται παραδείγματα μετάνοιας και προτροπές για την ανάταση του νου προς τον Δημιουργό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 10 από 13

ΚΑΤΗΧΗΣΙΣ ϞΑʹ ΠΕΡΙ ΤΟΥ ΠΡΟΘΥΜΩΣ ΑΝΤΙΠΑΡΑΤΑΤΤΕΣΘΑΙ ΕΝ Τῼ ΠΟΛΕΜῼ ΤΩΝ ΑΛΙΤΗΡΙΩΝ ΔΑΙΜΟΝΩΝ Ἀδελφοὶ καὶ πατέρες, ἀδολεσχοῦμεν ἔτι τί καὶ πῶς ἀποβήσεται περὶ τῶν λαλουμένων, καὶ οὐ θαυμαστόν· εἴωθε γὰρ ἡ ψυχὴ ἀδολεσχεῖν ἐν τοῖς τοιούτοις ἀκούσμασιν· ἀλλ’ εἰ δοκεῖ, τὴν πολλὴν ἀδολεσχίαν ἀφέντες αὐτοὶ ἐφ’ ἑαυτοῖς σχολάσωμεν, καὶ πρὸς τὸν ἀοράτως ἀναρριπιζόμενον ἡμῖν πόλεμον νύκτωρ καὶ μεθ’ ἡμέραν νουνεχῶς ἔχωμεν, μήπως σκοποῦντες τὸν σωματικὸν πόλεμον αὐτοὶ τρωθῶμεν κατὰ ψυχήν. Καὶ τίνες οἱ πολεμοῦντες ἡμᾶς; Οἱ ἀλιτήριοι δαίμονες, «Τὰ πνεύματα τῆς πονηρίας, οἱ κοσμοκράτορες τοῦ σκότους τοῦ αἰῶνος τούτου,» ὧν τὸ πλῆθος ἄπειρον καὶ ἡ καθ’ ἡμῶν μανία ἀκήρυκτος. Ἀλλὰ μὴ δείσωμεν μηδὲ ὑποπτήξωμεν· ἔχομεν καὶ ἡμεῖς σύμμαχον καὶ συλλήπτορα τὸ Πνεῦμα τὸ ἅγιον, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὃς «Τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε καὶ τὰς νόσους ἐβάστασεν,» ὃς ἐν ᾧ πέπονθε πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι· πρὸς ὃν καὶ μετὰ παρρησίας βοῶμεν· «Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με· πολέμησον τοὺς πολεμοῦντάς με· ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου. Ἔκχεον ῥομφαίαν, καὶ σύγκλεισον ἐξεναντίας τῶν καταδιωκόντων με.»

Διώκουσι γὰρ ἡμᾶς ἐπ’ ἀληθείας οἱ ἐχθροὶ ἡμῶν καὶ διψῶσι τὴν ἀπώλειαν ἡμῶν, «Ἐχόμενα τρίβου σκάνδαλα τιθέμενοι,» καὶ πάσῃ μηχανῇ πειρώμενοι ὦσαι ἡμᾶς εἰς τὸ τῆς ἁμαρτίας βάραθρον· ἀλλὰ καὶ ἡμεῖς ὡς στρατιῶται ἀνταγωνιζώμεθα ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας, ὅτι τούτοις τοῖς ὅπλοις τροποῦται ὁ πόλεμος. Καὶ τό γε θαυμαστὸν, ὅτι ἐν αὐτῷ τῷ πολέμῳ οἱ στέφανοι· ἐπὶ μὲν γὰρ τοῦ σωματικοῦ πολέμου, εἰ μὴ καταβάλοι τὸν ἀνταγωνιστὴν ὁ παλαίων οὐ στεφανοῦται· ἐνταῦθα δὲ, ἐὰν μὴ καταβληθῇ ὑπὸ τοῦ ἀνταγωνιστοῦ ἐστεφάνωται. Καὶ τοῦτο δῆλον ἐξ ὧν ἀπεκαλύφθη τινὶ τῶν ἁγίων πατέρων ἡμῶν περὶ τοῦ οἰκείου μαθητοῦ ἑπτάκις πολεμηθέντος ὑπαναχωρῆσαι ἄνευ παραθέσεως, καὶ τῇ ὑπομονῇ ἑπτὰ κομισαμένου στεφάνους. Οὐκοῦν ἐπὰν ἐν τοῖς πολέμοις οἱ στέφανοι, οἴσωμεν τὸν πόλεμον μακροθύμως, παρακαλῶ, ἀδελφοί, μὴ ἐκλυόμενοι πρὸς τὴν παράτασιν τῆς μάχης. Οὐχ ἡ ἁγία Σάρρα τεσσαράκοντα ἔτη ἐπολεμήθη ὑπὸ τοῦ δαίμονος τῆς πορνείας κραταιῶς; καὶ ὅμως οὐ κατωλιγώρησεν. Οὐχὶ καί τις τῶν ὑπηκόων ὡσαύτως πολεμούμενος καὶ ὑπὸ τοῦ οἰκείου καθηγητοῦ ἐρωτηθείς· «Θέλεις παρακαλέσω τὸν Θεὸν, ἵνα ἄρῃ ἀπὸ σοῦ τὸν πόλεμον;» καὶ ὅμως οὐδ’ αὐτὸς ἠνέσχετο· ἑώρα γὰρ ἐν τοῖς πολέμοις τὰ νικητήρια. Οὐδὲν δὲ οὕτως ἰσχυρὸν πρὸς καθαίρεσιν τοῦ πολέμου, ὡς προσευχὴ καὶ δάκρυα καὶ συντριμμὸς καρδίας.

Ἐπειδὰν οὖν προσβάλῃ ὁ ἐχθρὸς ἢ καὶ τρώσῃ ἐξ ἀπροσεξίας ἐνιεὶς τὸ βέλος τῆς ἐπιθυμίας ἐν τῇ καρδίᾳ, εὐθὺς χρησώμεθα τῇ προσευχῇ, καὶ φεύξεται ἀφ’ ἡμῶν· δακρύσωμεν, καὶ ἔσβεσται ὁ ἄνθραξ τῆς πλάνης· ταπεινωθῶμεν, καὶ ὑψώσει ἡμᾶς ὁ Κύριος. Καὶ μακάριος ὁ ἑαυτὸν ἐκβιαζόμενος καθ’ ἑκάστην ἐν τῷ ἔργῳ τοῦ Θεοῦ, ὁ ὑποφέρων τὰ δυσχερῆ τῆς ὑποταγῆς, —ὑποταγὴ γὰρ τῶν μεγίστων ἡ ἄθλησις, —ὁ συντηρῶν τὴν ἁγνείαν ἀδιάφθορον, ὃς ἐπὶ τέλει τῶν ἀγώνων ἐρχόμενος σὺν πάσῃ θυμηδίᾳ καὶ ἡδονῇ ἀνεκλαλήτῳ ἀποχωρήσει τῶν ἐνθένδε, «Ἀπὸ ἀκοῆς πονηρᾶς» μὴ φοβούμενος, καθὼς ᾄδει ὁ ἅγιος Δαυίδ. Οὐχ ὁρῶμεν τοὺς ἀριστεύοντας ἐν τοῖς πολέμοις, πῶς ὑποστρέφουσι μετὰ χαρᾶς καὶ θυμηδίας εἰς τὰ οἰκεῖα, ὑποδεικνύντες τὰ σύμβολα τῆς μάχης καὶ τῆς νίκης; Οὕτω λογιζώμεθα ἐπὶ τοῦ ἀριστεύσαντος ἐν τῷ ἀοράτῳ πολέμῳ καὶ διηγωνισμένου τὸν καλὸν ἀγῶνα, ὅτι ἐμφανισθήσεται ἐν τῇ μεγάλῃ πόλει περιφανῶς, «ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεὸς,» καὶ ὑπ’ ἀγγέλων εὐφημηθήσεται, καὶ ὑπὸ τοῦ Κυρίου στεφανωθήσεται, τὰς αἰωνίους ἀναπαύσεις κληρωσάμενος· ἐφ’ ἃς καὶ ἡμεῖς φθάσαι καταξιωθείημεν, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα, καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ϞΒʹ ΟΤΙ ΟΥ ΔΕΙ ΔΙΑΛΟΓΙΖΕΣΘΑΙ ΗΜΑΣ ΕΝ Τῌ ΠΑΡΑΤΑΣΕΙ ΤΟΥ ΔΙΩΓΜΟΥ ΑΛΛ’ ΕΠΙ ΘΕΟΝ ΑΝΑΦΕΡΕΙΝ ΤΟΝ ΛΟΓΟΝ Ἀδελφοὶ καὶ πατέρες, ἡ μὲν ἐπιθυμία ἡμῶν καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ εἰρήνης ἐστὶ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας.

Τί γὰρ εἰρήνης λυσιτελέστερον, πρὸς τὸ ἤρεμον καὶ ἡσύχιον βίον διάγειν ἡμᾶς ἐν τοῖς οἰκείοις μοναστηρίοις; Οὐ μὴν τοῦτο οἴεσθαι πάντως λυσιτελεῖν· ἀλλ’ εἰδέναι ὅτι ἡ ἐπὶ πλεῖον παράτασις τοῦ διωγμοῦ πλείονος δοκιμασίας ἐστὶν ἀφορμή. Διό φησιν ὁ Ἀπόστολος· «Εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.» Ὥστε ἀφέμενοι τὸ «Ἕως πότε;» καὶ «Ἕως τίνος;» ἐπὶ Θεὸν ἀναφέρωμεν τὸν λόγον, ὃς πάντως συμφερόντως οἶδε τὴν παράτασιν τοῦ χρόνου οἰκονομεῖν. Ἄκουε τῆς γραφῆς λεγούσης· «Ἐπείραζεν ὁ Θεὸς τὸν Ἁβραάμ.» Ἆρα ἐπ’ ὀλίγον; οὐδαμῶς, ἀλλ’ ἐν πλείοσιν ἔτεσι καὶ πολλοῖς πειρατηρίοις· καὶ ὅτε εἶδεν αὐτὸν τετελειωμένον ἐν τῇ πίστει, τότε φησὶ πρὸς αὐτόν· «Νῦν οἶδα ὅτι φοβῇ σὺ τὸν Θεόν, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ.» Ἐπείραζε καὶ τὸν Ἰὼβ καὶ ἐπὶ μείζοσιν ἀθλήμασι καὶ πολλοῖς ἔτεσι· καὶ ἐπεὶ εἶδεν αὐτὸν τετελειωμένον ἐν ὑπομονῇ, τάδε πρὸς αὐτόν· «Μὴ οἴῃ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος.» Κατ’ αὐτὸν δὴ τὸν τρόπον, καὶ τοὺς λοιποὺς προφήτας, τούς τε ἁγίους ἀποστόλους, τοὺς μακαρίους μάρτυρας, καὶ πάντας τοὺς ὁσίους καὶ δικαίους, πολλαῖς θλίψεσι καὶ πολλοῖς ἔτεσι, καὶ δεδοκίμακε καὶ μεμαρτύρηκε καὶ προσελάβετο. Οὐκοῦν καὶ ἐφ’ ἡμῖν τὸ αὐτό ἐστιν ὑπολαμβάνειν.

Οὔπω μέχρις αἵματος ἀντικατέστημεν πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· οὔπω ἐπυρώθημεν ἱκανῶς ταῖς θλίψεσιν· οὔπω τὸ δοκίμιον ἡμῶν τῆς πίστεως εἰλικρινὲς ὑπεδείξαμεν. Διὰ τοῦτο ἡ ἐπιμονή, καὶ ἄλλως ὅτι ἐπειδή τινες ἔδοξαν ἀνασφῆλαι τῶν ὑποπεπτωκότων, οὐκ ἀπ’ ὀρθῆς δὲ γνώμης, ἀλλ’ ἐπιπλάστως καὶ καιροσκοπήσει, ἀποδείκνυσι καὶ τούτους ὁ χρόνος οἷοί εἰσι.

Τοιοῦτος ὁ Ἡρακλειώτης, τοιοῦτος ὁ Καθαρηνὸς ἐφέσει τῶν οἰκείων μοναστηρίων, μᾶλλον δὲ τῇ σχέσει τῶν φθειρομένων καὶ ὀλλυμένων πάλιν προσρυέντες τοῖς κρατοῦσι· περὶ ὧν εἰκότως ἐκεῖνο ἂν ῥηθείη· «Ὄφελον ψυχρὸς ἦς ἢ ζεστός· οὕτως ὅτι χλιαρὸς εἶ, καὶ οὔτε ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου.» Ἐγὼ δὲ οὐδὲ ἐκείνους ἐπαινεῖν ἔχω, οἳ τὴν μὲν ὁμολογίαν διεσώσαντο, τῶν δὲ οἰκείων μοναστηρίων φροντίζειν οὐκ ἀπέσχοντο, καί εἰσί πως ἀμφοτεροπρόσωποι, καὶ μεθ’ ἡμῶν καὶ μετὰ τῶν ἑτεροδόξων· μεθ’ ἡμῶν μὲν τῇ ὁμολογίᾳ, μετ’ ἐκείνων δὲ τῇ τῶν μοναστηρίων ἐπικρατήσει, πρὸ εἰρήνης εἰρήνην ἀσπασάμενοι, καὶ πρὸ ὀρθοδοξίας τὸν διωγμὸν τὸ καθ’ ἑαυτοὺς συστείλαντες. Ἔτι Χριστὸς δεδίωκται, καὶ αὐτοὶ τὰ μοναστήρια ὑπεδύσαντο· ἔτι οἱ ἅγιοι ἀναθεματισμοῖς ὑποβάλλονται, καὶ αὐτοὶ ὑπόφοροι τῶν ἑτεροδόξων γεγόνασι. Δέον καὶ αὐτοὺς τοὺς λίθους ἐπιβοᾶν καὶ ἐπιμαρτύρεσθαι τὸν διωγμόν· ἀλλὰ γὰρ καὶ αὐτὰ τὰ ξύλα θρηνεῖν καὶ ὀδύρεσθαι τὴν ἀτιμίαν Χριστοῦ. Ὁ οὖν κατέχων τὸ μοναστήριον ἢ ἐκεῖσε καθεζόμενος πῶς ἂν δυνηθείη λέγειν διωγμὸν εἶναι; πῶς δὲ εἰρήνην ἐπιζητεῖ παρ’ ἧς ἀπολαύει εἰρήνης;

Ἀλλὰ τοῦτο τέχνασμα τοῦ διαβόλου, ἵνα καὶ τὴν ὁμολογίαν ἐξίτηλον ἀπεργάσηται, καὶ τὸν Χριστοῦ διωγμὸν κατασμικρύνῃ καὶ κοινώσῃ τοὺς πάντας, ὡς ἔοικεν. Οὐ μὴν τοῦτο ἴσχυσε χάριτι Χριστοῦ· πολλοὶ γὰρ οἱ δεδιωγμένως ζῶντες καὶ ἀκριβευόμενοι τὴν ὁμολογίαν· καὶ οὐ μόνον οἱ ἀπ’ ἀρχῆς ἀγαθοὶ, ἀλλὰ καὶ οἱ τῇ μετανοίᾳ χρησάμενοι, ὅτι καὶ τῶν μοναστηρίων τῇ ἐνστάσει ἀπηλάθησαν, καὶ δεδιωγμένον βίον προείλοντο. Μεθ’ ὧν εἴημεν καὶ ἡμεῖς οἱ ταπεινοὶ κατά τε τὴν πίστιν καὶ τὸν βίον συντηρούμενοι ἀσφαλεῖς καὶ ἀκράδαντοι, «Εἰρήνην τε ἔχοντες πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·» ταύτης γὰρ οὔσης ἐν ἡμῖν, κἂν ἅπας ὁ κόσμος ταράττηται, οὐδὲν ἡμῖν βλάβος προστριβήσεται, ὅτι ὁ Χριστὸς μεθ’ ἡμῶν ἐστιν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ϞΓʹ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΗΔΟΝΑΙΣ ΤΗΣ ΣΑΡΚΟΣ ΔΕΛΕΑΣΘΕΝΤΩΝ ΚΑΙ ΠΑΛΙΝ ΔΙΑ ΜΕΤΑΝΟΙΑΣ ΑΝΑΚΛΗΘΕΝΤΩΝ Ἀδελφοὶ καὶ πατέρες, οὐδὲν ἐμπόδιον τῷ σωθῆναι προαιρουμένῳ οὐδὲ πρόφασις κατέχουσα πρὸς τὸ ἀνακληθῆναι τὸν καὶ εἰς ἔσχατον ὅρον τῆς κακίας ἐληλακότα. Καὶ ὅτι ὁ λόγος ἀληθὴς τὰ μαρτύρια πολλά· ἓν δὲ τῶν πολλῶν καὶ τὸ κατὰ Δαυὶδ τὸν ἀρχιλῃστὴν ἐν τῇ παρασκευῇ ἡμέρᾳ ὑπαναγνωσθὲν ἡμῖν. Ἐδήλωσε γὰρ ὁ λόγος ὁποῖος ἦν τὸ πρότερον ἀνθρωποκτόνος καὶ πάσης πονηρίας ἀνάπλεως, καὶ πῶς πάλιν μεταμεληθεὶς καὶ προσελθὼν τῷ Θεῷ διὰ τοῦ μοναχικοῦ σχήματος ἐγένετο δόκιμος, ὡς καὶ τοὺς ὑπὸ τοῦ διαβόλου δυναστευομένους ἐξιᾶσθαι. Φησὶ γὰρ πρὸς αὐτὸν ὁ ἄγγελος· «Δαυὶδ, Δαυὶδ, συνεχώρησε Κύριος ὁ Θεὸς τὰς ἁμαρτίας σου, καὶ ἔσῃ ἀπὸ τοῦ νῦν σημεῖα ποιῶν.» Ἐφ’ ᾧ καὶ ἡ φιλανθρωπία τοῦ Θεοῦ ἄφατος, ὅτι οὐ μόνον συνεχώρησεν αὐτῷ τὰς μιαιφονίας, ἀλλὰ καὶ σημειοφόρον αὐτὸν ἀναδείκνυσι.

Βούλει καὶ ἕτερον ἰδεῖν; Ἐπίβλεψον ἐπὶ τὸν Μανασσῆ, ὃς πεντήκοντα δύο ἔτη ἐξέκλινε τὸν Ἰσραὴλ λατρεύειν εἰδώλοις ἀψύχοις· ἀλλὰ καὶ αὐτὸς μετανοήσας εἰλικρινῶς καὶ ἐσώθη καὶ ᾠδὴν ᾖσε τῷ Θεῷ, ἣν ἕως τῆς σήμερον ἡμέρας ᾄδει ἡ τοῦ Θεοῦ Ἐκκλησία.

Περὶ γὰρ τῶν ἐν ἔρωτι σαρκὸς δελεασθέντων καὶ αὖθις ἀνακληθέντων, πόσοι καὶ ἡλίκοι οὐδὲ ἔστιν ἐξαριθμεῖν. Ἀφ’ ὧν καὶ ὁ θεῖος Δαυὶδ μετὰ τὴν μοιχείαν καὶ τὸν φόνον τὸ τῆς προφητείας πάλιν εἰληφὼς χάρισμα· ἐπεὶ καὶ Μαρία ἡ Αἰγυπτία μετὰ τὸ ἀκόρεστον τῆς ἁμαρτίας εἰς ἀγγελικὴν πολιτείαν ἀναδραμοῦσα καὶ προφητείας ἠξιωμένη· ὥστε οὐδεμία πρόφασις οὐδενὶ κατ’ οὐδένα τρόπον ὑπολέλειπται μὴ οὐχὶ διὰ μετανοίας ἀναδραμεῖν πάλιν εἰς σωτηρίαν.

Οὐκοῦν καὶ ἡμεῖς ἐντεῦθεν, ἀδελφοὶ, προθυμότεροι ὧμεν καὶ εὐέλπιδες, πιστεύοντες ὅτι εἰ ὁ Θεὸς τοὺς εἰς βάθος κακίας ἐμπεπτωκότας ἀφάτῳ ἐλέει ἀνεκαλέσατο καὶ ἀνεσώσατο, πολλῷ μᾶλλον ἡμᾶς τοὺς προσκειμένους αὐτῷ νύκτα καὶ ἡμέραν διασώσειε. Μή τις δὲ ἀκούων ἐπιστροφὴν ἁμαρτωλοῦ λεγέτω ὡς, ὅτι ὁ τοιοῦτος ἀπέλαυσε τῶν ἐνταῦθα, ἀπολαύσειε καὶ τῶν ἐκεῖσε. Οὔτε τῶν ἐνταῦθα οὔτε τῶν ἐκεῖσε ὁ ἐν ἁμαρτίαις ἰσχημένος ἀπολαύσειε.

Ποία γὰρ ἀπόλαυσις, εἰπέ μοι, τὸ πορνεύειν καὶ γαστρίζεσθαι καὶ φιλαργυρεῖν καὶ ἁρπάζειν καὶ τοῖς ἄλλοις ἐνισχῆσθαι πάθεσιν; Οὐχὶ καιομένην ἔχουσι τὴν καρδίαν οἱ τοιοῦτοι ἐν ταῖς ἀτόποις ἐπιθυμίαις, καθάπερ οἱ πυρετοῖς συνεχόμενοι; Ὥστε ἀληθὲς μᾶλλόν ἐστιν εἰπεῖν· ὅτι οἱ τοιοῦτοι καὶ ἐνταῦθα κρινόμενοι καὶ ἐν τῷ μέλλοντι αἰῶνι κριθησόμενοι ἀπεράντως. Ἀνθ’ ὧν οὖν εἵλοντο τὰς ὀλλυμένας καὶ φθοροποιοὺς ἡδονάς, καὶ στένειν καὶ δακρύειν ἔστιν ἐπ’ αὐτοῖς· ἀλλ’ οὐχ ἡγεῖσθαι ἐν ἀπολαύσει τυγχάνειν ἁμαρτάνοντας καὶ ἀσελγαίνοντας. Ὁ δὲ τὴν ἀρετὴν προαιρούμενος καὶ ἐν ἀρετῇ ζῶν, οὗτος ἀμφότερα κερδαίνει ἀεὶ ἐναπολαύων δι’ ἀπαθείας ἡδονῆς ἀρρήτου, καθὼς οἱ ἅγιοι πάντοτε χαίροντες ἐν Κυρίῳ καὶ πάντα δεύτερα ἡγούμενοι τῆς τοῦ Θεοῦ ἀγαπῆς.

Οὕσπερ καὶ ἡμεῖς, ἀδελφοὶ, μιμούμενοι χαίρωμεν, καὶ ἔτι συγχαίρωμεν ἀλλήλοις ἐχόμενοι τῆς σωτηρίας ἡμῶν, τῆς ἀσκήσεως, τῆς ὑπομονῆς, τῆς ὑποταγῆς, τῆς κοπῆς τοῦ θελήματος, (ὅπερ ἐστὶ μαρτύριον) τῶν ἄλλων σπουδασμάτων καὶ ἀγωνισμάτων, ὅπως ἐν τούτοις τελειούμενοι κληρονόμοι γενώμεθα ζωῆς αἰωνίου, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ϞΔʹ ΠΕΡΙ ΤΩΝ ΝΟΜΙΖΟΜΕΝΩΝ ΔΥΣΧΕΡΩΝ ΕΝ Τῼ ΚΟΙΝΟΒΙΑΚῼ ΒΙῼ ΠΕΡΙΧΑΡΩΝ ΔΕ ΟΝΤΩΝ ΔΙΑ ΤΗΝ ΑΠΟΚΕΙΜΕΝΗΝ ΗΜΙΝ ΕΛΠΙΔΑ ΕΝ ΤΟΙΣ ΟΥΡΑΝΟΙΣ Ἀδελφοὶ καὶ πατέρες, ὅτι μὲν οὖν ὁ μοναχικὸς βίος στενὸς καὶ τεθλιμμένος, δῆλον ἐξ ὧν ὁ Κύριος εἴρηκεν εἰπών· «Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.» Ὅτι δὲ καὶ ἡ τῶν βιωτικῶν ζωὴ ὀδυνηρά ἐστι λίαν βοῶσι τὰ ὁρώμενα. Καὶ οὐ περὶ πάντων μοι ὁ λόγος· —τίς γὰρ ἂν καὶ δυνήσηται ἐκτραγῳδῆσαι ἓν ἕκαστον τῶν γινομένων; —ἀλλὰ περὶ μόνων τῶν διαπεφευγότων τὸν πόλεμον, εἰ δοκεῖ, διασκεψώμεθα. Τί οὖν; οὐ πάντα τὰ προσόντα αὐτοῖς ἀπώλεσαν, γυμνοὶ σχεδὸν ἐκπεφευγότες ἐκ χειρὸς τῶν ἀλλοφύλων; Οὐχί τινες μὲν αὐτῶν ᾐκίσθησαν καὶ ἐξωρίσθησαν καίπερ τῶν ἐν ὑπεροχῇ ὄντες, τινὲς δὲ καὶ τῆς οἰκείας ἀρχῆς ἐξεβλήθησαν, ἄλλοι δὲ ὧδε κἀκεῖσε διεσπαρμένοι ὑπόφοβοι καὶ ὑπότρομοι τυγχάνουσι, δι’ ἃ μικρὸν ὕστερον ὑποστήσονται; Καὶ τὸ ἔγκλημα, ὅτι μὴ ἐνέμειναν τῷ πολέμῳ καὶ ἀπέθανον. Τοσαύτη γὰρ αὐτοῖς ἡ εὐπείθεια καὶ ἡ ἔνστασις ἀπαιτεῖται, ὡς καὶ αὐτοῦ τοῦ σώματος καὶ τῆς ψυχῆς, εἰ δεήσειεν, ἀλογῆσαι πρὸς τὴν θεραπείαν τοῦ βασιλεύοντος. Ἡμῶν δὲ ἡ θλῖψις, ἀδελφοὶ, μετὰ χαρᾶς Πνεύματος ἁγίου ἐστίν, ὡς καὶ τὸ δοκοῦν λυπηρὸν περιχαρὲς τυγχάνειν, διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ἡμῖν ἐν τοῖς οὐρανοῖς.

Εἶτα οὐκ αἰσχυνόμεθα, ὅτι ἐκεῖνοι μὲν ὑπὲρ βραχείας δόξης τε καὶ ἀμοιβῆς τοσαῦτα καὶ τηλικαῦτα ὑφίστανται μηδὲ γρύξαι τολμῶντες πρὸς τοὺς κελεύοντας· ἡμεῖς δὲ ὑπὲρ οὕτω μεγίστων καὶ οὐρανίων μηδὲ τὴν τυχοῦσαν θλῖψιν μακροθύμως ὑποίσομεν;

Τίς δέ ἐστι καὶ ἡ θλῖψις; ὅ τι παρὰ τὸ θέλημα ἡμῶν τυχὸν, ἡ διακονία, ἡ προσταγή, τὸ βρῶμα, τὸ πόμα, τὸ ἱμάτιον, τὸ ὑπόδημα, ὁ τόπος καὶ ὁ τρόπος τῆς ὑποταγῆς, ἄλλο τι τοιοῦτον ἐνοχλοῦν ἐν διανοίᾳ. Ἀλλὰ ταῦτα, εἰ καὶ λυπηρὰ, οὐ μὴν τοσοῦτον ὡς ἐκτρέπεσθαι ἡμᾶς τοῦ προσήκοντος· «Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.» Ὑπὲρ ὧν, εἰ καὶ ἐκαιόμεθα καθ’ ἑκάστην ἡμέραν, ἀναγκαῖον ἦν ὑπενεγκεῖν, μὴ ὅτι γε ὑπὲρ οὕτως ἀνεκτῶν καὶ φορητῶν ὑποθέσεων.

Ἀλλὰ ταῦτά μοι εἴρηται, οὐχ ἵνα λυπηθῶμεν, ἀλλ’ ἵνα γνῶμεν τὴν ἀγάπην ἣν ἠγάπησεν ἡμᾶς ὁ ἀγαθὸς ἡμῶν Θεὸς ἐκλεξάμενος τοῦ κοινοῦ βίου καὶ ἐντεταχὼς εἰς τὸ ἱερὸν τόδε καὶ οὐράνιον ἐπάγγελμα· ὃς οὐδὲ αὐτὰ, ἅπερ ἀπαιτεῖ ἡμᾶς, πρὸς οἰκείαν χρείαν ἐκζητεῖ· —ἐπείπερ ἐστὶ πλήρης καὶ ἀνενδεὴς ὁ ὑπεράγαθος, —ἀλλὰ δι’ ἡμᾶς αὐτοὺς, ἵνα εὐεργετώμεθα οἱ ταπεινοὶ καὶ σωζώμεθα.

Διὸ ἀποθέμενοι πᾶσαν διψυχίαν ἔτι, ἀδελφοὶ, «ἐν τῇ ὑπομονῇ ἡμῶν κτησώμεθα τὰς ψυχὰς ἡμῶν,» παντὸς πειρασμοῦ προσπίπτοντος ὑπεράνω γινόμενοι, καὶ οὐχ ὑπ’ οὐδενὸς λογισμοῦ κατακρατούμενοι, κἂν ὅτι μάλιστα κατὰ δοκιμὴν καὶ πειρασμὸν συγκεχώρηται προσρήσσεσθαι καὶ λυπεῖν τὴν ζωὴν ἡμῶν, ὡς ἂν μετὰ τοῦ Ἀποστόλου ἔχωμεν παρρησίαν καὶ ἡμεῖς λέγειν· «Ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ’ οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι· πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν περιφέροντες,» ἵνα τῇ τοιαύτῃ διαθέσει καὶ ἐμπαρασκεύῳ ζωῇ εὐαρεστοῦντες Θεῷ κληρονόμοι γενώμεθα βασιλείας οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ϞΕʹ ΠΕΡΙ ΤΗΣ ΣΤΕΝΗΣ ΚΑΙ ΤΕΘΛΙΜΜΕΝΗΣ ΟΔΟΥ ΚΑΙ ΤΟΥ ΧΡΗΣΤΟΥ ΚΑΤΑΛΥΜΑΤΟΣ ΤΗΣ ΑΙΩΝΙΟΥ ΖΩΗΣ Ἀδελφοὶ καὶ πατέρες, πᾶς ὁ ὁδεύων ὁδὸν μακράν τε καὶ τραχεῖαν πονῶν πονεῖ καὶ ἀλγυνόμενος ἀλγύνεται, τὰς ἐκ τῆς ὁδοιπορίας ἀχθηδόνας ὑφιστάμενος· ἀλλ’ ὅμως διὰ τὴν ἐλπίδα τοῦ χρηστοῦ καταλύματος ὑποφέρει τὰ ἀλγεινὰ, καὶ διακρούεται τὰ ἐπίπονα χωρῶν ἀεὶ εἰς τὸ πρόσω, σὺν πάσῃ προθυμίᾳ καὶ εὐτονίᾳ. Τί οὖν μοι βούλεται ἡ παραβολὴ αὕτη; ὅτι καὶ ἡμεῖς ὁδὸν ὁδεύομεν ἐν τῷδε τῷ βίῳ καί γε στενὴν καὶ τεθλιμμένην, καί γε μακρὰν καὶ λίαν πολύπονον. Πῶς γὰρ οὔ; Εἴπερ ὅλον βίον παρθενίαν καὶ σωφροσύνην διασώζειν <χρή>, ὑποταγήν τε καὶ ὑπακοὴν ἄπτωτον διαφυλάττειν, προσέτι «Λογισμοὺς καθαιρεῖν καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζειν πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ,» ἄλλα τε ὅσα τούτοις ἑπόμενά ἐστι κατὰ τὴν μοναδικὴν πολιτείαν. Ἀλλ’ ἔστι κἀνταῦθα τὸ τέλος εὔχρηστον. Καὶ τί τοῦτο; ζωὴ αἰώνιος, ἣν παρέχειν ὁ ἀψευδέστατος Θεὸς ὑπισχνεῖται τοῖς ὑπομένουσιν αὐτόν. Οὐκοῦν διὰ τὴν ζωὴν τὴν αἰώνιον οἴσωμεν, ἀδελφοὶ, πάντα τὰ τοῦ τῇδε βίου λυπηρὰ εὐχαρίστως τε καὶ ὑπομονητικῶς δοξάζοντες τὸν Θεὸν ἐν τῷ σώματι ἡμῶν καὶ ἐν τῷ πνεύματι ἡμῶν. Πῶς δὲ ἔστι δοξάζειν τὸν Θεόν; ἐξ ἑνὸς τρόπου ἐρῶ.

Πρὸ δύο ἡμερῶν ἥκασιν ἐνταῦθα λαϊκοὶ ἐπισκεπτόμενοι ἡμᾶς· καὶ ἐπειδὴ εἶδον ὑμᾶς καθεζομένους ὁμοθυμαδὸν καὶ ταῖς μὲν χερσὶ κρόμυα καθαίροντας, τῷ δὲ στόματι ὕμνους δαυιτικοὺς μελετῶντας, ἐδόξασαν τὸν Θεόν, εὐχαρίστησαν, ὠφελήθησαν. Καὶ γοῦν ἐπληρώθη τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον· «Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Ἰδοὺ δὴ ἐδοξάσατε τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι, ἐν τῷ μέρει τούτῳ. Ἀλλὰ γὰρ καὶ ἔτι δοξάσοιτε αὐτὸν διαπαντὸς ἐν παντὶ τρόπῳ θεοπρεπῶς πολιτευόμενοι. Ἐπειδὴ δὲ, ὡς τὰ πολλὰ, ζήλῳ ἐναγόμεθα πρὸς τὰ πρακτέα οἱ ἄνθρωποι· «Μὴ παραζήλου, φησὶν, ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν· ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται·» ἀλλὰ παραζήλου ἐν ἀγαθυνομένοις, ἐν χρηστευομένοις. Καὶ γοῦν ἐν τῷδε τῷ βίῳ οἱ περί τινα τέχνην καταγινόμενοι, οὐκ ἐκ τῶν χειρόνων, ἀλλ’ ἐκ τῶν κρειττόνων ζηλοτυποῦσι τὸ ἑαυτῶν φιλοτέχνημα κανονίζεσθαι· οἷον τέκτων ἐκ τοῦ τεχνικῶς τεκτονεύοντος, καὶ ζωγράφος ἐκ τοῦ ἐπιστημονικῶς ζωγραφοῦντος· καὶ ἁπαξαπλῶς οὐδεὶς τοὺς ἀπείρους καὶ ἀμυήτους, ἀλλὰ τοὺς πεπειραμένους καὶ μεμυημένους μιμεῖσθαι προαιρεῖται.

Εἰ δὲ ἐπὶ τῶν ὑλικῶν καὶ φθειρομένων οὗτος ὁ νόμος καὶ ὁ κανών· πόσῳ μᾶλλον ἐν τῇδε τῇ τέχνῃ τῶν τεχνῶν καὶ ἐπιστήμῃ τῶν ἐπιστημῶν ὀφείλομεν τοῖς τῶν ἀγαθῶν ἀνδρῶν ὑποδείγμασι κανονίζειν τὸν ἑαυτῶν βίον, καὶ μὴ τοῖς ἐναντίοις παραδειγματίζεσθαι.

Μιμησώμεθα τοιγαροῦν τοὺς ἀπὸ νεότητος μέχρι γήρως τὴν ὑποταγὴν διασώσαντας· οὐ λέγω τοὺς πάλαι ἁγίους, ἀλλὰ τοὺς ἐπὶ τῆς ἡμετέρας ἀδελφότητος διαλάμψαντας. Μιμησώμεθα τοὺς ἐν ἁπλότητι τὰς τοῦ διαβόλου πανουργίας διαλελυκότας.

Μιμησώμεθα τοὺς ἐν ἀδιακρίτῳ ὑπακοῇ εὐθυπορήσαντας τὸν ἀσκητικὸν δρόμον. Εἰ βούλεσθε δὲ, μιμησώμεθα τὸν ἐγκελευόμενον· «Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ·» καὶ αὖθις λέγοντα· «Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ ἡμῶν θυσίαν καὶ προσφορὰν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.» Εἶτα ὁ μὲν Χριστὸς ἑαυτὸν θυσίαν καὶ προσφορὰν τῷ Θεῷ ὑπὲρ ἡμῶν δέδωκεν· ἡμεῖς δὲ οὐδὲ τὴν τυχοῦσαν θλῖψιν μετ’ εὐχαριστίας ὑποίσομεν; Ὁ Χριστὸς ὠνειδίσθη, κατὰ τὸ εἰρημένον· «Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ’ ἐμέ·» καὶ ἡμεῖς οὐδὲ τὴν μικρὰν προσβολὴν καὶ ἐπίπληξιν τοῦ πέλας ὑποφέρομεν. Καὶ πῶς ἐσόμεθα μετὰ τῶν ἁγίων οἱ μὴ τοῖς ἴχνεσιν αὐτῶν ἐπακολουθοῦντες; Πῶς δὲ μετὰ τοῦ Χριστοῦ συμβασιλεύσομεν οἱ μὴ συμμορφούμενοι τῷ θανάτῳ αὐτοῦ μηδὲ κοινωνοῦντες τοῖς ἀχράντοις αὐτοῦ παθήμασι; «Καὶ εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;» Ὁρᾶτε ἀκρίβειαν ὅτι «ὁ δίκαιος μόλις σώζεται;» Πῶς δ’ ἂν εἴη δίκαιος ὁ ἀκαρτέρητος, ὁ ἀφερέπονος, ὁ παλαιᾶς λύπης ἀναμιμνησκόμενος, κἀντεῦθεν ἀναπτόμενος καὶ ταραττόμενος, καὶ τὴν πρὸς Θεὸν εἰρήνην οὐκ ἔχων; Οὐκοῦν ἀνάγκη ταῦτα ποιοῦντας διεσπάσθαι ἡμᾶς τῆς κοινοβιακῆς συναφείας· ἀνάγκη ὑπὸ κρίσιν ἡμᾶς αἰώνιον ἐμπεπτωκέναι ἐντεῦθεν ἀγομένους.

Ἐν ἀφροσύνῃ ὃ λέγω λέξω. Οὐκ ἐγενόμην κἀγὼ ὑποτακτίτης; οὐχ ἡγούμενον ἔσχον, οὐκ οἰκονόμον; οὐ πνευματικὸν καὶ σαρκικὸν πατέρα; οὐ πνευματικοὺς καὶ σαρκικοὺς ἀδελφοὺς, ἐν οἷς ὡς ἐν πυρὶ διῆγον, ἐντεῦθεν καὶ ἐντεῦθεν βαλλόμενος καὶ πρὸς δύο πυκτεύων ἀντικαθισταμένας ζωάς; Ἀλλ’ οὐκ ἂν ἄλλως ἠδυνήθην διασωθῆναι, εἰ μὴ δι’ ὑπομονῆς τε καὶ δεούσης ἐξαγορεύσεως, καὶ ἐκ τοῦ ἐπιγράφειν ἐμαυτῷ πάντοτε τὰ αἰτιάματα. Οὐδὲ γὰρ ἂν ἄλλως δυνατὸν εἰρηνεῦσαι ψυχὴν ἐν ταῖς θλίψεσιν.

Ὑμεῖς δέ ἐστε ὥς ἐστε· ἀρκετὸν γὰρ μέχρι τούτου εἰπεῖν. Πειρᾶσθε διδάσκειν καὶ ὀμματοῦν με ὡς ἀμαθῆ καὶ ἄπειρον τῶν λεγομένων, οἵτινες εὔγνωστοί ἐστε καὶ παισὶν ὡς ὑπὸ διαβολικῆς ὑποβολῆς ἐνεργούμενοι. Οὐ ταπεινοῦσθε ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἐφ’ ᾗ ἐστιν ἄνεσις καὶ ἀνάπαυσις καὶ ἀμεριμνία.

Δοκεῖτε ἐξαγορεύειν· καὶ οὐκ ἔστιν ἐξαγόρευσις τὸ πρᾶγμα· ἀλλὰ λογομαχεῖον συνιστάνετε καὶ κριτήριον πραιτωριακὸν ἐπὶ καταστροφῇ τῶν τε οἰκείων ψυχῶν, ἐμοῦ τε τοῦ ταπεινοῦ τῆς τάξεως καὶ πάντων τῶν ἀκουόντων. Λυπεῖσθε τάχα ἐφ’ οἷς λέγω· καὶ γὰρ λυπεῖσθαι συνίημι· ἀλλὰ κἀγὼ πονῶν φθέγγομαι καὶ ὡς λόγον ἀποδώσων ἐν ἡμέρᾳ κρίσεως ὑπὲρ ἑνὸς ἑκάστου ὑμῶν.

Ἀλλ’ ἐπεὶ γέγραπται· «Νῦν καιρὸς εὐπρόσδεκτος, νῦν ἡμέρα σωτηρίας·» ἀφελώμεθα, ἀδελφοὶ, τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ἡμῶν· μάθωμεν καλὸν ποιεῖν· γενώμεθα καθαροὶ τῷ ἀγαθύνοντι ἡμᾶς, «Πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν φοβερὰν καὶ ἐπιφανῆ,» ἐν ᾗ καὶ ὑπὲρ ἀργοῦ ῥήματος λόγον ὑφέξομεν, ἵνα εὐσυνειδότως ἐφ’ ὅσον οἷόν τε τὸν τῇδε βίον μεταλλάξαντες <ἔχωμεν> τυχεῖν ζωῆς αἰωνίου, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ϞϚʹ ΠΕΡΙ ΤΗΣ ΔΙΑΖΕΥΞΕΩΣ ΤΟΥ ΑΔΕΛΦΟΥ ΚΑΡΤΕΡΙΟΥ ΚΑΙ ΔΙΔΑΣΚΑΛΙΑ ΠΕΡΙ ΟΜΟΝΟΙΑΣ ΚΑΙ ΕΙΡΗΝΗΣ Ἀδελφοὶ καὶ πατέρες, πολλάκις διαλεγόμενος ὑμῖν ἐδόκουν οὐκ ἀναγκαίως διαλέγεσθαι, ὡς ἤδη κατηρτισμένοις οὖσιν εἰς τὰ προσήκοντα καὶ οὐ χρῄζουσιν ὑπομνήσεως· ὡς δὲ νῦν ὁρῶ καὶ πάνυ ἀναγκαίως, ὅπου γε καὶ οὕτω διαλεγομένου μου οὐ διαλιμπάνει ἔν τισιν ὑμῶν ἐνεργεῖσθαι τὸ ταραχῶδες καὶ στασιαστικόν.

Ἐφ’ ᾧ καὶ θαυμάζω, πῶς οἱ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον ἔτι νηπιάζουσιν ἀσυνετοῦντες καὶ ἀφρονευόμενοι διακενῆς. Τὸ δὲ αἴτιον, ἡ τῆς ἀγάπης ἔλλειψις· εἰ γὰρ κατὰ τὸν Ἀπόστολον, «Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ, πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει·» δηλονότι ταύτης ἀπούσης ἀντανίσχει τὰ ἐναντία, ἀπιστία, ἀνελπιστία, ἀνυπομονησία, ἀσυστροφία, αὐθάδεια.

Καὶ πῶς ἐν τούτοις ὄντες ἄξιοι ἂν εἴημεν ὀνομάζεσθαι μαθηταὶ τοῦ Κυρίου; αὐτοῦ βοῶντος καὶ λέγοντος· «Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.» Καὶ ἑτέρωθι πάλιν· «Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μοῦ ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.» Οὐκοῦν μὴ ἔχοντες τὴν ἀγάπην καὶ τὴν ἀλήθειαν, ἀλλὰ τὰς ἔχθρας καὶ μάχας καὶ διχοστασίας, οὐ μαθητιῶμεν τῷ Χριστῷ, ἀλλὰ τῷ ἐχθρῷ τοῦ Χριστοῦ, εἰ καὶ βαρὺς ὁ λόγος. Καὶ ἱνατί λοιπὸν ζῶμεν οἱ ταπεινοί; καὶ ἱνατί ἀναπνέομεν τὸν ἀέρα μὴ τὰ κατ’ εὐαρέστησιν Κυρίου πράττοντες; Τί οὖν ὠφέλησεν ὁ ἀδελφὸς Καρτέριος διαχωρισθεὶς ἡμῶν καὶ ἀπιὼν εἰς ἑτέραν συνοδίαν; Αὐτὸ μὲν οὖν τὸ ἐξ ἑτέρας εἰς ἑτέραν συνοδίαν μεταβαίνειν βλαβερὸν καὶ ἀδόκιμον πάντη· τὸ δὲ τοῦ καθηγουμένου χωρισθέντα τοῦτο ποιεῖν πάσης οὐκ ἂν εἴη ὑποψίας παραίτιον; καὶ μάλιστα ἐν οἷς διεβλήθη καὶ κατεγνώσθη καὶ ἐπετιμήθη ὁ ἀδελφός. Δι’ ἃς αἰτίας, ὡς ἔοικε, μὴ φέρων τὴν ἀσφάλειαν καὶ τοῦ οἰκείου συνειδότος τὸ ἀνεξαγόρευτον, ἐξῃτήσατο τὴν διάζευξιν· κἀγὼ συμπεριφερόμενος αὐτοῦ τῇ ἀσθενείᾳ, ὡς ἂν «μὴ καταποθῇ τῇ περισσοτέρᾳ λύπῃ» εἰς μεῖζον κακὸν καταπίπτων, ᾠκονόμησα τὴν διάστασιν. Ἐγνώσθη τοίνυν εἰκῆ καὶ μάτην τοῦτον κἀκεῖνον καταιτιώμενος, προφάσεις τε συνάγων διαστάσεως, κἀντεῦθεν ταραχὴν ἡμῖν ἐμποιῶν. «

Ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρῖμα, ὅστις ἂν εἴη,» καθὼς γέγραπται.

Ὅταν οὖν ἄρξηταί τις λογομαχεῖν, γινωσκέτω καταστροφῆς εὐθὺς τὸ πρᾶγμα. Καὶ εἰ μὲν πρὸς τοὺς ἴσους, ἔχει παραμυθίαν ἴσως· εἰ δὲ πρὸς τοὺς ὑπερέχοντας, ἀπόδειξίς ἐστιν ἐναργὴς τῆς ἀπωλείας τοῦ λογομαχοῦντος. Καὶ διὰ τοῦτο, ἀδελφοί μου, παρακαλῶ, εἰ καὶ ἐκεῖνος ἀβούλως καὶ σφαλερῶς πέπραχεν, ἀλλ’ ὑμεῖς γε εὐβούλως καὶ ἀσφαλῶς πράττοιτε, «Εἰρήνην διώκοντες μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον, ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ δι’ αὐτῆς μιανθῶσι πολλοί.» Φυλακτέον οὖν ὑμῖν τὸ ἐμὸν παράγγελμα. Τί τοῦτο; τὸ ζῆλον ἀγαθὸν ὑμᾶς ἐπιδείκνυσθαι πρὸς τοὺς πονηρευομένους, μισεῖν τε καὶ ἀποστρέφεσθαι τὸ κακῶδες, καὶ μὴ ὡς ἐχθροὺς ἡγεῖσθαι, ἀλλ’ ὡς ἀδελφοὺς νουθετεῖν, ὡς ἂν εἴητε τῆς ἀποδοχῆς τοῦ Ἀποστόλου ἄξιοι λέγοντος ὦδέ που· «Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι.» Κἀγὼ, ἀδελφοί μου, οὐκ ἐπεμβαίνων καὶ κατεξανιστάμενος ὑμῖν διαλέγομαι ταῦτα· ἀλλ’ ἀγαπητικῶς καὶ φειδομένως, φοβούμενος καὶ τὸ τοῦ Ἡλεῖ ὑπόδειγμα ἐπὶ τοῖς υἱέσι· καὶ δι’ ἐμαυτὸν καὶ δι’ ὑμᾶς αὐτούς. Εἰ δὲ μὴ οὕτω λογίζεσθε, ἐλεύσονται μικρὸν ὕστερον ἡμέραι, ἐν αἷς ἀφαιρεθῇ ἀφ’ ὑμῶν ἡ γλῶσσα αὕτη· καὶ τότε γνώσεσθε, ὅτι ἃ ἔλεγον ὁ ταπεινὸς ἀληθῆ ὑπῆρχεν.

Ὁ δὲ Θεὸς τῆς εἰρήνης, «Ὁ πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν,» κἀκεῖνον τὸν ὡς πρόβατον ἀπορραγέντα ἀφ’ ἡμῶν μὴ παραχωρήσειεν ὑπὸ στόμα τοῦ ψυχοφθόρου δράκοντος γενέσθαι, καὶ ὑμᾶς γε τοὺς καλοὺς αὐτοῦ ἄρνας ἐν τῇ μάνδρᾳ τῶν ἐντολῶν αὐτοῦ φυλάξειε ποιοῦντας τὰ ἀρεστὰ αὐτῷ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ϞΖʹ ΠΕΡΙ ΤΟΥ ΥΠΟΣΤΕΛΛΕΣΘΑΙ ΗΜΑΣ ΑΠΟ ΤΩΝ ΥΠΟΠΕΣΟΝΤΩΝ ΕΝ ΕΠΙΤΙΜΙΟΙΣ ΚΑΙ ΑΥΘΙΣ ΠΡΟΣΧΩΡΗΣΑΝΤΩΝ ΤΟΙΣ ΕΤΕΡΟΔΟΞΟΙΣ Ἀδελφοὶ καὶ πατέρες, πάλιν πόλεμος γέγονεν, ὥς φασιν, καὶ πόλεμος ἐμφύλιος· οὗ τί ἂν γένοιτο χαλεπώτερον ὑπ’ ἀλλήλων τοὺς Χριστιανοὺς ἀναλίσκεσθαι; Ἀλλ’ ὅμως ἡμῖν προσήκει δέεσθαι τοῦ Θεοῦ διαπαντὸς εἰρηνεῦσαι τὸ ὑπήκοον, καὶ κατὰ τὴν κοσμικὴν ἀρχὴν καὶ κατὰ τὸν τῆς πίστεως λόγον· οὗ ἕνεκα καὶ καθεζόμεθα ἐνταῦθα οἱ ταπεινοί. Καθεζόμενοι δὲ ὀφείλομεν μὴ ἁπλῶς καὶ ὡς ἔτυχε καθέζεσθαι· ἀλλὰ μετὰ πολλῆς προσοχῆς καὶ ἀσφαλείας, μήπως ἄλλοις κηρύττοντες αὐτοὶ ἀδόκιμοι γενώμεθα. Λέγομεν δὲ τοῦτο διὰ τοὺς ὑποπεσόντας ἐν ἐπιτιμίοις καὶ προσχωρήσαντας πάλιν τοῖς ἑτεροδόξοις, ὅτι παρῃτησάμεθα προσίεσθαι τὰ παρ’ αὐτῶν πεμπόμενα ἀρτίως, ὡς βλαβερὰ καὶ ἐπικίνδυνα κατὰ ψυχήν. Ὅπερ τινὲς μαθόντες τῶν σὺν ἡμῖν πατέρων ἠγανάκτησαν, ὡς ταραχῆς ἐντεῦθεν ἀναπτομένης. Ἡμεῖς δὲ τὸ μὲν ταραχὴν ἀνάπτεσθαι ἀπευχόμεθα· οὐ μὴν, διὰ τὸ ταράσσεσθαί τινας, δυνάμεθα ὑφεῖναί τι τῆς ἀληθείας καὶ κατακοινῶσαι τὴν ὁμολογίαν τοῦ Χριστοῦ, φοβούμενοι τὸ κρῖμα τῆς ἀδιαφορίας, λέγοντος ἑνὸς τῶν προφητῶν· «Ὁσίοις καὶ βεβήλοις οὐ διέστελλον·» ἀλλ’ ἦν αὐτοῖς ἅπαντα κοινά. Καὶ πάλιν τοῦ Ἀποστόλου λέγοντος· «Τίς μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος;

τίς δὲ συμφώνησις Χριστῷ πρὸς βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;» Καὶ πάλιν· «Στέλλεσθε ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν, ἢν παρέλαβον παρ’ ἡμῶν.» Καὶ πάλιν· «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.» Ταῦτα οὖν πάντα φοβεῖ καὶ συνέχει ἡμῶν τὴν καρδίαν· καὶ διὰ ταῦτα κεκρίκαμεν ὑποῖσαι πᾶσαν θλῖψιν καὶ στενοχωρίαν ἢ προέσθαι τὴν οἰκείαν ἀσφάλειαν καὶ σωτηρίαν. Ἀλλ’ ἐπειδὴ γέγραπται· «Εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη·» ὑμεῖς δέ ἐστε μέλη ἡμῶν γνήσια καὶ σπλάγχνα ἐγκάρδια, ἀναγκαίως ἀνηγγείλαμεν ὑμῖν τὰ παριστάμενα, ἵνα γινώσκητε, καὶ ἵνα γινώσκοντες συμπάσχητε καὶ σκοπῆτε τὰ ἐντεῦθεν συμβησόμενα· «Ποιῶν γὰρ, φησὶν, ἀγαθὸν ἐκδέχου τὸν ὑπὲρ αὐτοῦ πειρασμόν.» Κρίνατε δὲ καὶ ὑμεῖς ἀφ’ ἑαυτῶν τὸ λεγόμενον, παρακαλῶ, εἰ δίκαιόν ἐστι τοὺς ὑπὲρ ἀληθείας ἀπελαθέντας τῶν οἰκείων μοναστηρίων, καὶ τοὺς τῇ προδοσίᾳ τῆς ἀληθείας κατέχοντας τὰ μοναστήρια, ἴσους ὁρᾶν καὶ κοινωνικοὺς λογίζεσθαι.

Οὐκοῦν μάτην ἀπηλάθησαν οἱ ἀπελαθέντες· μάτην δὲ καὶ ἡμεῖς ἐν τοῖς προλαβοῦσιν ὑπὲρ τῶν τοιούτων διηγωνίσμεθα· εὑρισκόμεθα δὲ καὶ φρεναπάται, οἷς μὲν οὕτως, οἷς δὲ ἑτέρως διαλεγόμενοι.

Στενάξουσι δὲ εἰκότως καθ’ ἡμῶν καὶ οἱ ἀκριβαζόμενοι τὴν ὁμολογίαν, εἴπερ ὁρῶσιν ἡμᾶς συναπαχθέντας τοῖς τοιούτοις καὶ σκάνδαλον γινομένους τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ. Ἀλλὰ μὴ γένοιτο ἡμῖν συναπαχθῆναι καὶ προσαπολέσαι ἑαυτούς. ᾨκονομήσαμεν ἐν τοῖς προλαβοῦσιν ἐφ’ ὅσον ὁ καιρὸς ἀπῄτει καὶ εἰκότως· νῦν οἰκοδομητέον καὶ μὴ ὑποσταλτέον· «Ἐὰν γὰρ ὑποστείληται, φησὶν, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ· καὶ ὑμεῖς οὐκ ἐστὲ ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.» Ὁρᾷς ὅτι τὴν ὑποστολὴν εἰς ἀπώλειαν κέκληκε; Διὸ, φησὶν ὁ αὐτὸς ἀπόστολος· «Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων ὑμῶν· οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ.»

Οὐκοῦν καὶ ἡμεῖς ταῖς ἀποστολικαῖς ἐπερειδόμενοι διδασκαλίαις, καὶ μὴν καὶ τῶν ἁγίων πατέρων ἡμῶν, —τὰ αὐτὰ γὰρ κἀκεῖνοι συμφθέγγονται τῷ Ἀποστόλῳ, —ἀφεξώμεθα τῆς τῶν αἱρετικῶν κοινωνίας καὶ τῶν συναπαχθέντων αὐτοῖς παλιμβούλων, καὶ ἀντισχώμεθα τῆς ἀκριβοῦς ὁμολογίας, «Ἐφ’ ᾗ ἑστήκαμεν καὶ καυχώμεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ,» τοῖς ἄλλοις τε πᾶσι κανονιζόμενοι κατορθώμασιν, «Ἵνα ὦμεν τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι,» «Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ἡμῶν καὶ τὰ νοήματα ἡμῶν ἐν Χριστῷ Ἰησοῦ» τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ϞΗʹ ΠΕΡΙ ΤΟΥ ΥΠΕΙΚΕΙΝ Τῼ ΚΑΘΗΓΟΥΜΕΝῼ ΚΑΙ ΤΟΥ ΜΕΤ’ ΕΥΧΑΡΙΣΤΙΑΣ ΥΠΟΦΕΡΕΙΝ ΤΑ ΑΘΛΑ ΤΗΣ ΥΠΟΤΑΓΗΣ Ἀδελφοὶ καὶ πατέρες, χαίρω ἐφ’ ὑμῖν ὁ ταπεινὸς, ὅτι ἐν πᾶσι πείθεσθε καὶ ὑπείκετε τῷ εὐτελεῖ μου λόγῳ, εἴτε θλιβόμενοι, εἴτε παρακαλούμενοι, εἴτε ἐπιτιμώμενοι, εἴτε ἐπαινούμενοι. «Καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, ἀλλὰ Θεοῦ τὸ δῶρον.» Καὶ τοῦτο ἀληθινῆς καὶ ἀνοθεύτου ὑποταγῆς ἀπόδειξις· «ἥτις ἔχει μισθαποδοσίαν μεγάλην,» καὶ ἀμοιβὴν ἀθλήσεως, καθὼς τοῖς ἁγίοις ἡμῶν πατράσιν ὡμολόγηται. Εἰ δὲ ἄθλησίς ἐστιν, ἔχει δηλονότι καὶ τὰ κατ’ αὐτὴν ἀριστεύματά τε καὶ πυκτεύματα· οὐδεὶς γὰρ μάρτυς ἀβασάνιστος, καὶ οὐδεὶς στεφανίτης μὴ οὐχὶ νόμιμον τὴν ἄθλησιν ποιησάμενος· ὥστε καὶ ἡμεῖς μὴ ἐκκακῶμεν τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν διανύειν φέροντες τὰ πάντα εὐψύχως, τὰς ἐπιπλήξεις ὡς μαστιγώσεις, τὰς κοπὰς τῶν θελημάτων ὡς αἱματεκχυσίας, τὰς τῶν λογισμῶν εἰσβολὰς ὡς πυρκαϊὰς ἀναπτομένας ὑπὸ τοῦ διαβόλου. Πῦρ οὐ σβέννυται, εἰ μὴ δι’ ἐπιχύσεως ὕδατος· οὕτως οὐδὲ φλὸξ ἐπιθυμίας ἐκτόπου, εἰ μὴ δι’ ἐπιρροῆς δακρύων· πόνος οὐ θεραπεύεται, εἰ μὴ δι’ ἀνακλίσεως ἀναπαυστικῆς· οὕτως οὐδὲ νοῦς βαρυνόμενος λογισμοῖς, εἰ μὴ δι’ ἀναθέσεως ἐξαγορευτικῆς.

Καὶ τὰ φάρμακα τῆς σωτηρίας δηλά· καὶ ὑγιαίνοντες ὑγιαίνετε ἔτι ἐν Κυρίῳ. «Εἰ δέ τις ὑμῶν λείπεται σοφίας, ὡς ὁ ἀδελφόθεος βοᾷ, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς καὶ οὐκ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ· αἰτείτω δὲ ἐν πίστει μηδὲν διακρινόμενος· ὁ γὰρ διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ. Μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος λήψεσθαί τι παρὰ τοῦ Κυρίου· ὅτι ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.» Οὐκοῦν μὴ διψυχῶμεν, μηδὲ ἐνδοιάζωμεν ἐν ταῖς δεήσεσιν· ἀλλὰ μετ’ εὐχαριστίας καὶ πίστεως εἰλικρινοῦς τὰ αἰτήματα ἡμῶν γινέσθω πρὸς τὸν Θεὸν, καὶ πάντως τευξόμεθα τῶν ποθουμένων· καὶ τὸ ἀλλότριον πῦρ σβεσθήσεται, καὶ οἱ δυσμενεῖς λογισμοὶ τροπωθήσονται, καὶ σὺν Θεῷ τὸ προκείμενον ἡμῖν μαρτύριον τῆς ὑποταγῆς τελεσθήσεται. Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὸ γλωσσόκομον ἡμῶν οὐ πολλὰ ἔχει τὰ βαλλόμενα, καὶ ἔξοδοι ἐπιγίνονται καὶ εἴσοδοι οὐ προσγίνονται· καὶ μάλιστα νῦν, ὅτι καὶ ὁ οἶνος ἐπέλιπεν, ἐφ’ ᾧ καὶ κραδαίνεσθε οἱ ἀσθενέστεροι· ἀλλὰ θαρσεῖτε, ταχεῖαν ὁ Κύριος τὴν ἐπισκοπὴν ἐποιήσατο ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἑτέρων χρειῶν, καὶ ἔτι ποιήσειεν, ἐάν περ ὁλοτελῶς προσκείμεθα· αὐτῷ καὶ τὰ ἀρεστὰ αὐτῷ ποιῶμεν μὴ μετεωριζόμενοι ἀπὸ τῆς εἰς αὐτὸν πεποιθήσεως· αὐτὸς γὰρ εἴρηκεν· «Οὐ μή σε ἀνῶ· οὐδ’ οὐ μή σε ἐγκαταλίπω.»

Καὶ πάλιν· «Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.» Εἰ δὲ καὶ ἐπιλείψειέ ποτε, οὐ θαυμαστόν.

Δοκιμὴ καὶ τοῦτο καὶ βάσανος ἀρετῆς. Οὐκ Ἰακὼβ ὁ πατριάρχης δίκαιος ἦν; καὶ ὅμως λιμῷ πιεζόμενος τοὺς πατέρας ἡμῶν εἰς Αἴγυπτον ἀπέστειλε σῖτα ὠνήσασθαι. Οὐχ Ἡλίας ὁ προφήτης δίκαιος ἦν; καὶ ὅμως καὶ αὐτὸς εἰς Σάρεφθα τῆς Σιδῶνος ἐπορεύθη ὀπίσω τῆς χήρας βεβοηκώς· «Λήψῃ δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι, καὶ ψωμὸν ἄρτου καὶ φάγομαι,» οὐκ ἄλλο τι ἐπιζητήσας, ἀλλὰ τὴν σχεδίαν καὶ ἀναγκαίαν τροφήν. Καὶ ταῦτα τίς; Ἡλίας ὁ τὸν οὐρανὸν τῇ γλώσσῃ κλείσας μὴ δοῦναι ὑετὸν, καὶ πάλιν διὰ προσευχῆς λύσας τὸ ἐπιτίμιον. Ἡμεῖς δὲ εὐτελεῖς καὶ τὸ φαινόμενον καὶ τὸ κρυπτόμενον, ὡς εἰ καὶ πάθοιμέν τι τοιοῦτον οὐ παρὰ τὸ εἰκὸς, οὐδὲ ὀφείλομεν δυσχεραίνειν· ἀλλ’ εὐχάριστοι εἶναι, ὥσπερ ἐν ταῖς εὐθηνίαις, οὕτω καὶ ἐν ταῖς ἀπορίαις. Τοῦτο γὰρ μαθητῶν Χριστοῦ τὸ γνώρισμα, ἀλλ’ οὐ γογγυστῶν ὀλεθρίων. Καὶ οὕτω διακείμενοι καὶ διατιθέμενοι εὐκόλως ἤδη καὶ τὰ παρόντα δυσχερῆ διαμείψομεν, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ϞΘʹ ΠΕΡΙ ΤΟΥ ΚΑΘΗΛΩΣΘΑΙ ΗΜΑΣ Τῼ ΦΟΒῼ ΤΟΥ ΘΕΟΥ ΠΡΟΣ ΤΟ ΔΙΑΦΥΓΕΙΝ ΤΑΣ ΨΥΧΟΛΕΘΡΟΥΣ ΕΦΟΔΟΥΣ ΤΩΝ ΔΑΙΜΟΝΩΝ Ἀδελφοὶ καὶ πατέρες, ὅτι ἔξοδος τῶν Ἀγαρηνῶν γέγονεν, εὐθὺς ἐθροήθημεν καὶ συνεστάλημεν διανοούμενοι μὴ ἐμπεσεῖν εἰς τὰς φονίας χεῖρας τῶν ἀθέων, καὶ οὐκ ἀπεικότως· ὅτι δὲ ἔφοδος δαιμόνων πάρεστι, τοῦτο οὐκ ἐννοοῦμεν, οὐδὲ δεδίαμεν μήπως ἐξ ἀπροσεξίας ἁλώσιμοι γενώμεθα τοῖς τῆς πονηρίας πνεύμασι.

Καίτοι γε ἐπὶ τῶν ὁρωμένων ἐχθρῶν καιρῷ τινι ἡ ἔφοδος, καὶ ἡ ἀκοὴ πόρρωθεν εἰσβάλλουσα δίδωσιν ἐλευθερίαν τοῖς βουλομένοις ὧδε κἀκεῖσε ἀποδιδράσκειν· ἐπὶ δὲ τῶν ἀοράτων ἐχθρῶν οὐκ ἔστιν τοῦτο εἰπεῖν, διότι καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν καὶ καθ’ ὥραν ἔκδοτοί εἰσι κατατρέχειν ἡμῶν, ὡς μηδὲ ἀναπνεῖν ἡμᾶς, σχεδὸν εἰπεῖν, συγχωροῦντες· ὥστε πλείονος ἐνταῦθα χρεία φόβου, καὶ μείζονος τῆς παραφυλακῆς πρὸς τὸ μὴ ἁλῶναι· ἀλλὰ φυγεῖν τὰς ψυχολέθρους αὐτῶν καταδρομάς. Ποῦ δὲ φύγωμεν; Πρὸς Θεὸν δηλονότι. «Ὁ Θεὸς γὰρ ἡμῶν, φησὶ, καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.» Καί· «Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.» Καί· «Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών· οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ.» Οὐκοῦν ἐὰν τὸν φόβον τοῦ Θεοῦ καὶ τὴν πεποίθησιν ἔχωμεν, οὐ φοβηθησόμεθα ἀπὸ προσώπου τῶν ἐχθρῶν ἡμῶν. Σκοπῶμεν δὲ ἐκεῖνο· ὅτι φυγαδευτήριον οὐκ ἄν ποτε παραλαμβάνοιτο, εἰ μὴ ἐκ λείψεως ἄρτου καὶ ὕδατος.

Καὶ τί τοῦτο ἐν ἡμῖν; Τὸ δάκρυον καὶ ὁ λόγος τοῦ Θεοῦ, ἀφ’ ὧν καὶ ἐν οἷς τρέφεταί τε καὶ διασώζεται ψυχή, καὶ ὧν τῇ ἐπιλείψει διαφθείρεται καὶ προδίδοται. Οὐκοῦν «Ὁ λόγος τοῦ Θεοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως,» ὡς γέγραπται· καὶ τὸ δάκρυον μὴ ἐπιλειπέτω. Γίνεται δὲ προδοσία καὶ ἔνδοθεν, ὥς φασι. Καὶ τοῦτο πάλιν τί; Τὰ ἔνοικα ἡμῶν πάθη, καὶ οἱ ἐκ τοῦ φρονήματος τῆς σαρκὸς ἀναρριπιζόμενοι διαλογισμοὶ, ἐπιβούλων δίκην ἀνοίγοντες θύραν τοῖς πολεμίοις δαίμοσιν· οὓς ἐξοριστέον καὶ πάσῃ φυλακῇ τηρητέον μὴ ληφθῆναι ἡμῶν τὴν πόλιν, ἥτις ἐστὶν ἡ ψυχή, μηδὲ κατασυρῆναι ἡμᾶς ὑπὸ τῆς ἁμαρτίας, μηδὲ ὑποσπόνδους γενέσθαι τοῖς ὀλεθρίοις πάθεσιν, ἀλλὰ μένειν ἐν τῇ ἀρετῇ, ἐν ᾗ ἐκτίσθημεν εἰς δόξαν τοῦ κτίσαντος, εἰς καύχημα ἐμοὶ τῷ ἁμαρτωλῷ εἰς ἡμέραν Χριστοῦ. Ἐπειδὴ δὲ χθὲς ὠργίσθην ὑμῖν διὰ τὴν ψαλμῳδίαν, παρακαλῶ καὶ δέομαι τεταγμένως καὶ κεκανονισμένως ψάλλειν· ἀλλὰ μὴ ἁπλῶς καὶ ὡς ἔτυχε συγκεχυμένως· καὶ τοῦτο λυπεῖν οὐκ ἐμὲ τὸν ἁμαρτωλὸν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον. Αὐτὸ γάρ ἐστι τὸ κελεῦον· «Ψάλατε συνετῶς.»

Οὐκ ἂν δὲ εἴη ψάλλειν συνετῶς, εἰ μὴ ἐκεῖνο φυλαχθείη τὸ ἐν τῇ χοροστασίᾳ μὴ προάρχεσθαι τοῦ στίχου, ἕως ἂν ὁ προρρηθεὶς τέλος λάβῃ, εἴτε μεγαλοφώνως εἴτε μικροφώνως γινομένης τῆς ψαλμῳδίας, καὶ εἴτε σχολαιότερον, εἴτε ἐπιδρομικώτερον ἐρχομένου τοῦ στίχου· εἰ δὲ, ὅ τι συμβαίνει, ἀτονία καὶ ἀκηδία, ἀλλ’ ἕτερος ὑφ’ ἑτέρου ὑποκρουέσθω, καὶ ἡ εὐταξία φυλαττέσθω ὅτι μάλιστα.

Καὶ εἰ ἐπὶ τοῖς ἄλλοις ἡ εὐταξία κάλλιστον· πόσῳ γε μᾶλλον ἐν τῇ τοῦ Θεοῦ ὁμιλίᾳ. Ἢ οὐχὶ ἐν τῇ ἀταξίᾳ φαντασίαι ἀπρεπεῖς καὶ αἰχμαλωσίαι τοῦ νοὸς γίνονται; ἐν δὲ τῇ εὐταξίᾳ μᾶλλον προσοχὴ καὶ φυλακὴ καὶ γλυκύτης; «Ὡς γλυκέα γὰρ, φησὶ, τῷ λάρυγγί μου τὰ λόγιά σου! ὑπὲρ μέλι τῷ στόματί μου.» Διὸ παρακαλῶ ὑμᾶς καὶ ἀντιβολῶ πάσῃ σπουδῇ σπουδάσωμεν κατορθῶσαι καὶ τήνδε τὴν ἀρετὴν, ἀλλήλοις ἐπικουροῦντες καὶ ἀλλήλους ἐπανορθούμενοι ἐν τοῖς ᾄσμασιν. Οὕτω γὰρ συνετῶς ψάλλοντες εὑρήσομεν ἀνάπαυσιν ταῖς ψυχαῖς ἡμῶν μάλα, τοῖς τε ἄλλοις ἐσόμεθα καλὸν ὑπόδειγμα, καὶ ἐπὶ πᾶσι κἀν τούτῳ τὸν Θεὸν θεραπεύοντες κληρονόμοι γενώμεθα τῆς αἰωνίου ζωῆς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Ρʹ ΠΕΡΙ ΤΟΥ ΔΕΞΙΩΣ ΑΠΕΥΘΥΝΕΙΝ ΤΟΝ ΝΟΥΝ ΠΡΟΣ ΤΑ ΑΡΡΗΤΑ ΤΗΣ ΔΗΜΙΟΥΡΓΙΑΣ ΤΟΥ ΘΕΟΥ ΚΑΛΛΗ Ἀδελφοὶ καὶ πατέρες, ὧδε ὁ νοῦς ἀεὶ, ὧδε ἡ καρδία γρηγοροῦσα εἰς τὸ ἔργον τοῦ Θεοῦ, εἰς τὸ σκάμμα τῆς ἀσκήσεως· ἀλλὰ μὴ τῇδε καὶ τῇδε ἁλλομένη ὡς αἰχμάλωτος. Μὴ γὰρ τῇ θαλάσσῃ ἐπιλείπει ὕδωρ ἢ τῷ ἀναπνέοντι ἀήρ; Οὕτω πολλῷ μᾶλλον οὐδὲ ἡμῖν ὀφείλει ἐπιλείπειν ἀγαθὴ ἔννοια ἀποβλέπουσιν εἰς τὸ ἄπειρον πέλαγος τῶν θαυμασίων τοῦ Θεοῦ, ἐν οἷς ἐμφιλοχωρῶν ὁ νοῦς οὐκ ἄγει σχολὴν ἐμματαιάζειν τῷ βίῳ καὶ τοῖς τῆς πονηρίας λογισμοῖς συναναπλέκεσθαι. Φύσει γὰρ ἀεικίνητος ὢν οὐ δύναται ἠρεμεῖν, ἀλλὰ πρὸς ὅπερ ἂν αὐτὸν ἀπευθύνωμεν ἀνάγκη φέρεσθαι, εἴτε δεξιῶς εἴτε ἀριστερῶς. Καὶ εἰ μὲν δεξιῶς, ἔχει τὰ τοῦ Δαυὶδ φθέγγεσθαι· «Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν·» εἰ δὲ ἀριστερῶς, τὸν ἑξῆς στίχον· «Ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος.» Ἀποστροφὴ γὰρ Θεοῦ ἐστιν ἡ ἐν τοῖς ματαίοις ἐντριβή· καὶ ταραχή ἐστι τῇ ψυχῇ ὀλέθριος ἡ διὰ πονηρίας σχολή.

Διόπερ σπουδάσωμεν δεξιῶς αὐτὸν ἀπευθύνεσθαι πάντοτε, καὶ καλὰ θεάματα ὁρᾶν. Τίνα ταῦτα; τὰς ἀγγελικὰς καὶ οὐρανίους δυνάμεις, τὰ ἐκεῖσε ἄρρητά τε καὶ ἀμήχανα κάλλη, τὰς φωτοειδεῖς σκηνὰς τῶν ἀποστόλων, τῶν προφητῶν, τῶν μαρτύρων, τῶν ἁπάντων δικαίων, αὐτὸ τὸ οὐράνιον κύτος, τὴν ἡλιακὴν ἀκτῖνα, τὸ σεληνιαῖον φῶς, τὰς τῶν ἀστέρων χοροστασίας, ὅσα ἄλλα ὑπὸ τὴν αἴσθησιν· οὐχ ἵνα ἐν αὐτοῖς ἐναπομείνῃ, ἀλλ’ ἵνα δι’ αὐτῶν ἀναθεωρῶν τὸν γενεσιουργὸν τῶν ἁπάντων Θεὸν φυλάττῃ τὸ ἑαυτοῦ κάλλος ἀπαράφθαρτον. Καὶ γὰρ ἐκάλλυνεν ἡμᾶς ὁ Θεὸς κατ’ ἀρχὰς μὲν ἐν τῷ παραδείσῳ διὰ τοῦ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἀξιώματος.

Εἰ καὶ ὅτι μάλιστα διὰ παρακοῆς ἐζοφώσαμεν ἑαυτούς τε καὶ συνεχέαμεν, πάλιν ἐκάλλυνεν ἡμᾶς ἐν τῇ χάριτι «Διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινίσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν·» ἀλλ’ ὅμως κἀνταῦθα ἠχρειώθημεν. Τρίτον ἐκάλλυνεν ἡμᾶς ἐν τῷ τῆς παρθενίας ἐπαγγέλματι χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα, «Ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον,» τῇ σταυροφόρῳ ζωῇ ἐπίσης τῷ βαπτίσματι. Τοιγαροῦν μεινάτω ἐν τῷ ἑαυτῆς κάλλει ἡ ψυχὴ ἡμῶν, ὡς ἂν ἀξιωθείη ἀκοῦσαι· «Ὅλη καλὴ εἶ, πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί.» Εἰ δὲ καὶ φθάνει μωμεῖσθαι, ἐπειδήπερ ὑπὸ τροπήν ἐσμεν, καὶ οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὔτε καυχήσεταί τις ἁγνὴν ἔχειν τὴν καρδίαν. Ἀλλὰ γὰρ τοῖς δάκρυσι καθαιρώμεθα· «Πλυνεῖς με γὰρ, φησὶν, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.» Καὶ πάλιν· «Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν.»

Καὶ μακαρία ἡ ψυχὴ ἡ οὕτως ἀεὶ καθαίρουσα ἑαυτήν, ἡ ἀπολελυμένη πάσης σχέσεως, καὶ μόνον τὸν Θεὸν καὶ σχέσιν καὶ πόθον καὶ ἔρωτα κεκτημένη, ἡ καθ’ ἑκάστην ἡμέραν προσδεχομένη τὸν θάνατον ἡδέως· ἥξει γὰρ πάντως, καὶ ἀποτίσομεν καὶ ἡμεῖς τὸ ὀφειλόμενον χρέος· ἀλλ’ εἴθε ὁσίως, ἀλλ’ εἴθε δικαίως, ὡς ἂν τὸ λείψανον ἑκάστου ἡμῶν ἀσπαστὸν εἴη τοῖς ὁρῶσι, τοῖς ψάλλουσιν, ὡς σκεῦος ἐκλογῆς, ὡς ὅπλον δικαιοσύνης, ἥ τε ψυχὴ ἡμῶν ὑπὸ ἁγίων ἀγγέλων προσλαμβανομένη εἰς ζωὴν αἰώνιον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.